Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 3
John Chrysostom3 2 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Τὴν μὲν οὖν παρασκευήν, ἣν παρασκευάσασθαι δεῖ τὸν μέλλοντα μετέξειν Χριστοῦ, διὰ περιτομῆς ἐπέδειξεν ἡμῖν ὁ νομοθέτης τυπικῶς λέγων." Οὗτος ὁ νόμος τοῦ πάσχα. Πᾶς ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτοῦ, καὶ πάντα οἰκέτην τινὸς καὶ ἀργυρώνητον περιτεμεῖς 3 αὐτὸν καὶ τότε φάγεται ἀπ' αὐτοῦ". Περιτομὴ δὲ τότε μὲν ἦν μερικὴ καὶ τὴν ὠφέλειαν αὐτόθεν οὐκ ἐπιδει κνύουσα, οὐδὲν γὰρ καλλίων ἐκ τῆς περιτομῆς ἄνθρωπος ἀπεδείκνυτο παρὰ τὸν ἀκρόβυστον, ἀλλὰ καὶ ὄνειδος παρὰ θεοῦ τοῖς Ἰσραηλίταις ἦν ὅτι" Πάντα τὰ ἔθνη" φησὶν" ἀπερίτμητα σαρκί, ὁ δὲ οἶκος Ἰσραὴλ ἀπερίτμητος καρδίαις αὐτῶν"· ἡ δὲ ἀληθὴς περιτομὴ καθ' ὅλης ἐστὶ σαρκός, φίλον τε καὶ οἰκεῖον ἀποδείκνυσι θεῷ τὸν περιτετμημένον τῇ καρδίᾳ καὶ περιῃ ρημένον τὸ κάλυμμα τὸ σαρκικόν, ὅπερ ἐκ διαδοχῆς πατέρων ἔχοντας ἡμᾶς καὶ περιαιρεθῆναι χρῄζοντας ἡμᾶς αὐτὸ προϋπέδειξεν ὁ νόμος τὰ γεννητικὰ περιτέμνων μόρια, τῆς γεννήσεως τὰ σύμβολα ποιῶν διὰ τούτου καὶ τοῦ καλύμματος 4 τοῦ κατὰ γέννησιν ἡμῖν ἀκολουθοῦντος. Οὐδεὶς οὖν μὴ περιτεμνόμενος τὸν σαρκικὸν τρόπον ἐπὶ τὴν οἰκείαν ἀφίξεται κοινωνίαν Χριστοῦ, ἀλλ'" ἡμεῖς ἐσμεν ἡ περιτομή", φησίν, οἱ Χριστοῦ μέτοχοι," οἱ πνεύματι θεοῦ λατρεύοντες καὶ μὴ πεποιθότες ἐν σαρκί"· γυμνὴ γὰρ ἡ καρδία παντὸς σαρκικοῦ λατρεύειν ἀληθινῶς θεῷ δύναται καὶ τῷ Χριστῷ συγκιρνᾶσθαι πνεύματι.

Intertext edge

Open linked passage

Note