In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1.1
Νόμος μὲν δὴ ὧδε ἡμῖν μυστικῶς προώρισται· ἔρχεται δὲ μετὰ Αἴγυπτον ἀναγκαίως νόμος, ὑλομανούσης ψυχῆς καὶ αἰγυπτιαζούσης καρδίας ἐκκόπτων τὰ ἀόρατα κακὰ μοσχεύματα, τέμνων ἀρότρου δίκην τὰς ἔνδον πυκ νὰς καὶ δασείας ἀκάνθας τῶν λογισμῶν, ἀροτροτεμὼν καὶ αὐλακηδὸν σχίζων τὰ τῆς ψυχῆς βάθη, προοδοποιῶν καὶ νεάζων τὴν ψυχὴν εἰς ὑποδοχὴν τοῦ οὐρανίου θείου λόγου καὶ σπόρου· διὸ καὶ εἰκότως βοᾷ τὸ θεῖον πνεῦμα·" Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρετε ἐπ' ἀκάνθας".
10.2.1
Διὰ τοῦτο καὶ τὸ πάσχα μυστικῶς πρῶτον ἐξ Αἰγύπτου ἄρχεται, τῆς σκοτεινῆς εἰδωλολατρείας ἡ πρώτη ἐκκοπὴ καὶ τῆς ἀθέου εἰδωλομανίας ἡ μυστικὴ ἀποτομὴ καὶ τῶν τῆς πλάνης πρωτοτόκων σπερμάτων ἡ νυκτερινὴ καὶ ἔνδικος πληγή.