In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1.1
Τὸ μὲν δὴ κοσμικὸν καὶ καθόλου τοῦ πάσχα τοιόνδε ἐστι μυστήριον, ἄκουε δὲ καὶ ὡς δυνατόν ἐστιν ἡμῖν κατὰ μέρος θείαν τελετὴν διηγουμένοις· τὸ μὲν γὰρ ἀληθὲς ὅπως ἔχει περὶ τούτων, Θεὸς καὶ ὁ τὸ ἱερὸν πάσχα ἐν ἑαυτῷ καὶ δι' ἑαυτοῦ κοσμήσας οἶδε λόγος, ἡμῖν δὲ ὡς ἀνθρώποις συγγνώμην διδόσθω, ἐάν, ἀγαπητοί, ὄντως παρασφαλλώ μεθα. Λέγωμεν δὴ ἄνωθεν ἀναλαβόντες πρῶτον μὲν ὅδε ὁ μὴν ἀρχὴ μηνῶν καὶ διὰ τί ὁ τοῦ πάσχα μὴν πρῶτός ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ.