In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
17.2.1
Ὁ μὲν οὖν ἐν ἀπορρήτοις λεγόμενος Ἑβραίων λόγος τοῦτόν φησι τὸν καιρὸν εἶναι ἐν ᾧ ὁ τῶν ὅλων τεχνίτης καὶ δημιουργὸς Θεὸς τότε ἐδημιούργησε τὸ πᾶν, καὶ τοῦτο εἶναι τῆς κτίσεως τὸ πρῶτον ἄνθος, τοῦ κόσμου τὸ κάλλος, ὅτε τὸ πανδαίδαλον ἄγαλμα κατὰ νοῦν ἑαυτοῦ ὁ δημιουργὸς ἐμμελῶς εἶδε κινού μενον. Τεκμαίρονται δὲ οὐρανῶν εὐταξίαις καὶ ὡρῶν εὐκρα σίαις καὶ ἡλίου εὐνομίαις καὶ φωτὸς μὴ μειουμένου ἀνατολαῖς, καὶ μὴν καὶ καρπῶν ἐκβολαῖς καὶ φυτῶν ὁρμαῖς καὶ δένδρων εὐανθέσιν ἀναδρομαῖς καὶ ποιμνίων ἤδη τικτομένων γοναῖς, ὅτε χλοηφορεῖ μὲν ἤδη πᾶσα ἡ γῆ, ἀνθηκομεῖ δὲ καὶ δένδρα ἐπίγονα εἰς ἐκβολὴν ὠδίνοντα καρπούς, ὅτε ζεῦγος ἐξ ἀρότρου λύσας γεωργὸς ἀνέπαυσεν ἅρμα μυκώμενον καὶ τοὺς θείους καρποὺς ἐπὶ τὴν γῆν καταβαλὼν τὰς οὐρανίους ἐκδέχεται ἄνωθεν πηγάς, ὅτε λευκὸν ἤδη ποιμὴν ἐκ ποιμνίων ἀμέλγει γάλα καὶ μελιττουργοὶ τοὺς γλυκεῖς μηνίους βλάττουσι κηρούς, ὅτε ναυτίλος ἤδη χαροποιηθεὶς θαλάσσης καταθρα σύνεται καὶ φιλοκερδέσι τέχναις γλαυκοῦ κατατολμᾷ κύματος, τὴν δὴ τῶν ὅλων εὐνομίαν καὶ τὴν τοῦ παντὸς εὐταξίαν καί, ὡς ἂν εἴποι τις, τὴν εὐκληρίαν ταύτην εἶναι τὴν πρώτην ἀπαρχήν, τὴν τοῦ ἐνιαυτοῦ ἀρχὴν τὴν γλυκεῖαν τοῦ ἔαρος ἡδονήν.
17.3.1
Ἐγὼ δὲ οὐδὲ τούτοις τοῖς λόγοις ἀπιστῶ, νομίζω δέ, ὃ καὶ μᾶλλον πεπίστευκα, διὰ τὴν τοῦ πάσχα πνευματικὴν ἑορτὴν ἀρχὴν καὶ κεφαλὴν καὶ πρώτην ἡγεμονίαν παντὸς τοῦ χρόνου καὶ αἰῶνος νενομίσθαι τόνδε τὸν μῆνα τοῦ πάσχα ἐν ᾧ τὸ μέγα τοῦτο τελεσιουργεῖται καὶ ἱερουρ γεῖται μυστήριον, ἵνα ὡς ὁ Κύριος τῶν πάντων νοητῶν τε καὶ ἀοράτων πρωτόγονός ἐστι καὶ πρωτότοκος ἀπ' ἀρχῆς, οὕτως καὶ ὅδε ὁ μὴν ὁ τὴν ἱερὰν τετιμημένος τελετὴν πρῶτος γεγένηται τοῦ ἐνιαυτοῦ καὶ παντὸς αἰῶνος ἀρχή.
17.4.1
Ἐνιαυ τὸς δὲ οὗτος ὃν ἡ θεία γραφὴ βοᾷ·" Κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτόν".