In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1.1
Πρόβατον τὸ θῦμα τὸ ἱερόν·" Αὐτὸς ὡς πρό βατον" γάρ φησιν" ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος", καὶ Ἰωάννης·" Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου". Τέλειον δὲ τὸ πρόβατον καὶ ἐνιαύσιον· τέλειον μὲν ὡς ἐξ οὐρανῶν, ἐνιαύσιον δὲ ὡς ἐν γῇ· ἐνιαυτὸς γὰρ χρόνου μέτρον ἐν γῇ, ἑαυτὸν ἐπιλαμβάνων καὶ εἰς ἑαυτὸν ἀνακυκλούμενος καὶ τῇ εἰς ἑαυτὸν περιόδῳ περιφορᾷ τὸν ἀμέτρητον αἰῶνα μιμούμενος. Λαμβάνεται δὲ τῇ δεκάτῃ τοῦ μηνός, καὶ πάνυ συμβολικώτατα· διάστημα γὰρ εὐαγγελίου νόμος, νόμου δὲ τὸ κορυφαιότατον δόγμα ἡ δεκάλογος, μετὰ δὲ τὰς δέκα τοῦ νόμου ἐντολὰς τότε τὸ πρόβατον ἔρχεται τὸ μυστικὸν τὸ ἐκ τῶν οὐρανῶν. Τηρεῖται δὲ τὰς διαμέσους ἡμέρας, αἰνιττόμενον τῇ γραφῇ ἐν μέσῳ τοῦ χρόνου μέχρι τοῦ πάθους ἐν τῇ τοῦ σώματος ἐπιδημίᾳ τοῦ πάσχα, καὶ τὴν σύλληψιν ἣν ἐν τοῖς τοῦ ἀρχιερέως συλληφθεὶς ἐτηρεῖτο. Ὁ δὲ προσλαμβανόμενος εἰς τὸ πρόβατον ὁ πλησίον εἰμὶ γείτων ἐγώ· ὑπὸ σοῦ γάρ, ὦ Ἰσραήλ, τὸ πρόβατον οὐκ ἐχωρήθη. Εἶτα δὲ τὸ πρόβατον πρὸς ἑσπέραν θύεται· καὶ γὰρ ἐπὶ δυσμὰς τοῦ ἡλίου καὶ ὁ ἱερὸς ἀμνὸς τοῦ Θεοῦ φονεύεται. Σφάξουσι δὲ αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραήλ· ὁ ἄπιστος γὰρ Ἰσραὴλ ἔνοχος γέγονεν ἐκείνου τοῦ τιμίου αἵματος, ὁ μὲν γὰρ πάλαι φονεύων, ὁ δὲ μέχρι νῦν ἀπιστῶν· διὸ καταμαρτυρεῖται αὐτῶν τὸ θεῖον πνεῦμα καὶ βοᾷ λέγον·" Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις". Τὸ δὲ αἷμα ἐπὶ τὴν φλιὰν ὡς ἐπὶ τὴν ἐκκλησίαν, καὶ ἐπὶ τῶν δύο σταθμῶν ὡς ἐπὶ τῶν δύο λαῶν.