In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
25.2.1
Οὐ γὰρ ἀρνεῖται ὁ σωτὴρ πρὸς σὲ πρῶτον, ὦ Ἰσραήλ, ἀπεσταλμένος·" Οὐ γὰρ ἀπεστάλην, φησί, πρὸς ὑμᾶς, ἀλλὰ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ"· ἐγὼ δὲ ὡς κυνίδιον ἀλλοτρίᾳ τραπέζῃ παρε καθεζόμην, τὸν μὲν ἄρτον μήπω φαγεῖν δυνάμενος, τὰς δὲ ψιχίας τὰς ἐκπιπτούσας ἀναλέγων παράσιτος ἀλλοτρίας τροφῆς· ἐπειδὴ δὲ οὐκ ἔγνως τὸ μάννα τὸ ἐκ τῶν οὐρανῶν, εἰς ἐμὲ ὁ ἄρτος διὰ τῆς πίστεως μετετέθη καὶ ὁ ἀντὶ κυνὸς υἱὸς ἤδη γιγνόμενος [...].