In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1.1
Ἐν νυκτὶ δὲ τὰ κρέα ἐσθίεται· ἔδυ γὰρ τὸ τοῦ κόσμου φῶς ἐπὶ τῷ μεγάλῳ σώματι τοῦ Χριστοῦ·" Λάβετε, φάγετε, τοῦτο μού ἐστι τὸ σῶμα". Τὰ δὲ κρέα ὀπτὰ πυρί· ἔμπυρον γὰρ λογικὸν σῶμα τοῦ Χριστοῦ·" Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τί ἤθελον, εἰ ἤδη ἀνήφθη;". Οὐκ ὠμὸν τὸ κρέας, ἵνα εὐκατέργαστος ᾖ ὁ λόγος καὶ εὐπρόσφορος καὶ εὐπαράδεκτος· οὐδὲ ἐν ὕδατι ἡψημένον, ἵνα μὴ ὑγρὸς ᾖ μηδὲ ὑδατώδης ὁ λόγος μηδὲ ἐκλελυμένος. Κεφαλὴν σὺν τοῖς ποσὶ καὶ τοῖς ἐντοσθίοις, [...] ὡς ἀόρατος βουλή, πόδες ὡς ἄνθρωπος.