Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 6
John Chrysostom6 2 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Αἴγυπτος μὲν οὖν τοὺς τύπους προαναγγελλέτω καὶ νόμος τὰς εἰκόνας τῆς ἀληθείας προερμηνευέτω, ἄγγελος κηρύττων μεγάλην μεγάλου βασιλέως ἐπιδημίαν, ἔνθα ὁ μὲν αἰγύπτιος ὄχλος τῶν πρωτοτόκων ἀποθνησκέτω, τὸν δὲ Ἰσραὴλ τὸ μυστικὸν αἷμα σωζέτω· πάντα ταῦτα τῶν μελλόν των σκιά, ἐν ἡμῖν δὲ τῶν εἰκόνων τὰ μορφώματα καὶ τῶν τύπων τὰ πληρώματα καὶ ἀντὶ τῆς σκιᾶς αὐτὴ ἡ ἀκρίβεια καὶ βεβαίωσις τῆς ἀληθείας.
2.2.1
Διὰ τοῦτο προώδευε νόμος ἐν τύπῳ σημαίνων τῆς ἀληθείας τὰ μορφώματα, καὶ ὁ μὲν τύπος ἐγένετο, ἡ δὲ ἀλήθεια ηὑρίσκετο· ἀμνὸς ἐξ ἀγέλης ἐκεῖ, ἐνταῦθα ἀμνὸς ἐξ οὐρανῶν, αἵματος ἐκεῖ τὸ σημεῖον καὶ τὸ ὀλίγον τοῦ παντὸς φυλακτήριον, ἐνταῦθα ὁ λόγος ὁ κρατὴρ θείου γέμων αἵματός τε καὶ πνεύματος, πρόβατον ἐκ ποίμνης ἐκεῖ, ἐνταῦθα αὐτὸς ἀντὶ τοῦ προβάτου ὁ ποιμήν.

Intertext edge

Open linked passage

Note