In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1.1
Αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, τῆς θείας δυνάμεως τὰ σημεῖα, τῆς λογικῆς ἰσχύος τὰ ἐρείσματα, ῥάβδος ἡ διὰ Μωϋσέως, ῥάβδος ἡ διὰ Ἀαρών, ῥάβδος ἡ καρυΐνη, ῥάβδος ἡ τεμοῦσα βάθη θαλάσσης, ἡ γλυκάνασα πικρίαν πηγῶν, ῥάβδος ἐφ' ἣν τὰ ἑπτὰ πνεύματα τὰ ἅγια ἀνεπαύσατο τοῦ Θεοῦ·" Πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος,, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν". Τὸ δὲ πάσχα πάσχα Κυρίου· τί τούτου σαφέσ τερον ἐξεβόησε τὸ πνεῦμα, ὅτι πάσχα οὐ τύπος, οὐχ ἱστορία, οὐ σκιά, ἀλλὰ πάσχα ἀληθῶς Κυρίου; Τὸ δὲ αἷμα εἰς σημεῖον, σημεῖον δὲ τῆς μελλού σης ἀληθείας, τοῦ ἀληθινοῦ πνεύματος τὸ πρωτοτύπωμα, τὸ μίμημα τοῦ μεγάλου χρίσματος. Καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς· ἐσκέ πασας ἀληθῶς, Ἰησοῦ, ἀπὸ τῆς πολλῆς ἀπωλείας, καὶ χεῖρας ἐξέτεινας πατρικάς, ἐκάλυψας ἡμᾶς ἐντὸς τῶν πτερύγων σου τῶν πατρικῶν, αἷμα θεῖον ἐπὶ γῆς πηγάσας ταῖς ἐναίμοις σου καὶ φιλανθρώποις σου σπουδαῖς, καὶ τὰς τῆς ὀργῆς παρήγαγες ἀφ' ἡμῶν ἀπειλάς, καὶ τὰς πρώτας ἡμῖν ἄνωθεν ἀνταπέδωκας διαλλαγάς. Ἐκεῖνοι μὲν οὖν ἄζυμα ἐσθιέτωσαν ἑπτὰ ἡμέρας, τὴν ἑβδοματικὴν ἐπὶ τοῦ κόσμου μελετῶντες περίοδον καὶ τὴν [ἐπίγειον] ἐπὶ γῆς ἔννομον ἐσθίοντες τροφήν·" ἡμῶν δὲ τὸ πάσχα τέθυται Χριστὸς" καὶ τὸ νέον φύραμα τῆς ἱερᾶς αὐτοῦ συγκράσεως ἀπειλήφαμεν ὅλοι δυνάμει κρείττονι ἀναζυμωθέντες καὶ ἀναφυραθέντες αὐτοῦ τῷ πνεύματι. Ἐγὼ μὲν γὰρ αὐτὴν τὴν βασιλείαν τῶν οὐρανῶν τῇ κεκραμμένῃ ζύμῃ ἀναζυμώσας ἀναλόγως τρία μέτρα τῆς σεμιδάλεως. Διὰ τοῦτο ἀπὸ τούτου τοῦ πάσχα ὁ μὲν ἀλλογενὴς οὐ βρώσεται, οὐ γὰρ βάλλω τοὺς μαργαρίτας τοῖς χοίροις, οὐ δίδωμι τὸ ἅγιον τοῖς κυσίν, ὁ δὲ πάλαι δουλεύων ἐν ἁμαρτίαις τὴν καρδίαν περιτμηθήσεται, καὶ τῆς πικρᾶς δουλείας ἀπαλλαγεὶς οὕτω μετ' εὐγενείας τῷ μυστηρίῳ προσελεύσεται καὶ τότε μετ' ἐλευθερίας τὸ πάσχα βρώσεται ἐλευθερίως·" Χριστὸς γὰρ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς" δουλείας καὶ" κατάρας, κατάρα γενόμενος ὑπὲρ ἡμῶν". Ἐν οἰκίᾳ μιᾷ βρωθήσεται καὶ ἔξω τῶν κρεῶν οὐκ ἐξοίσετε, μία γάρ ἐστιν ἡ συναγωγὴ καὶ μία ἐστὶν ἡ οἰκία, τοῦτ' ἔστιν ἡ μία ἐκκλησία, ἐν ᾗ τὸ ἱερὸν σῶμα τοῦ Χριστοῦ ἐσθίεται, καὶ διὰ τοῦτο ἔξω τῆς μιᾶς οἰκίας– ἐκκλησίας– τὰ κρέα οὐκ ἐκβληθήσεται, ὁ δὲ ἀλλαχοῦ ἐσθίων ὡς ἀσεβὴς καὶ κλέπτης κολασθήσεται. Νόμος εἷς ἔσται τῷ ἐλευθέρῳ καὶ προσηλύτῳ· ὅπου Χριστός, ἐλευθερία, πάντων ἰσηγορία, ἰσονομία, ἰσοτιμία· τιμίῳ πάντες ἠγοράσθησαν αἵματι. Διὰ τοῦτο" οὐκέτι εἶ δοῦλος", οὐκέτι Ἰουδαῖος, ἀλλ' ἐλεύθερος· πάντες γὰρ ἐν Χριστῷ γεγόναμεν ἐλεύθεροι. Ἄκουε μὲν γὰρ δή, ἄκουε μετὰ τοὺς τύπους καὶ τὴν νομικὴν οἰκονομίαν τίς καὶ πόση ἡ μετὰ Χριστοῦ ἐπιδημία ἐπὶ γῆς. Τίς ἡ Χριστοῦ ἐπιδημία; Δουλείας ἀποφυγή, παλαιᾶς ἀνάγκης ἀπαλλαγή, ἐλευθερίας ἀρχή, υἱοθεσίας τιμή, ἀφέσεως ἁμαρτημάτων πηγή, ἀθάνατος ἀληθῶς ἐν πᾶσι ζωή. Ὁρῶν ἡμᾶς ἄνωθεν ὑπὸ τοῦ θανάτου τυραννουμένους καὶ δεσμοῖς φθορᾶς λυομένους ὁμοῦ καὶ δεσμουμένους, ῥέοντας εἰς τὴν ἀναγκαίαν καὶ ἀνυπόστροφον ὁδόν, ἐλθὼν καὶ λαβὼν τοῦ πρώτου πλάσματος ἐν βουλαῖς πατρι καῖς, οὐκ ἀγγέλοις, οὐκ ἀρχαγγέλοις τὴν ὑπὲρ ἡμῶν λει τουργίαν ἐνεχείρισεν, ἀλλ' αὐτὸς ὁ λόγος ὅλον τὸν ἀγῶνα τὸν ὑπὲρ ἡμῶν ἀνεδέξατο πειθόμενος ταῖς πατρῴαις ἐντολαῖς.