Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 6
John Chrysostom6 3 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Πῶς οὖν οὐ τὴν καθόλου σωτηρίαν τῶν ὅλων ἐπαγγέλ λεται τὰ ἔργα, ὧν καὶ μόνοι οἱ τύποι εἰσι σωτήριοι;
3.2.1
Ἑορ ταζέτωσαν μὲν οὖν οἱ οὐρανοὶ τῶν οὐρανῶν, ὡς τὸ θεῖον πνεῦ μα βοᾷ, δόξαν Θεοῦ διηγούμενοι, πρῶτοι τὰς πατρῴας τοῦ θείου πνεύματος ἀνατολὰς ὑποδεχόμενοι· ἑορταζέτωσαν δὲ καὶ οἱ ἄγγελοι καὶ ἀρχάγγελοι τῶν οὐρανῶν, καὶ πᾶς ὁ ἐπουράνιος δῆμος καὶ στρατὸς ἑορταζέτω τὸν ἀρχιστράτηγον τῆς ἄνω στρατιᾶς βλέπων ἐπὶ κόσμον σωματικῶς ἀφικνού μενον· ἑορταζέτωσαν καὶ οἱ τῶν ἀστέρων χοροὶ τὸν πρὸ ἑωσφόρου ἀνατέλλοντα μηνύοντες, ἑορταζέτω καὶ ἀὴρ ἀμετρήτοις βάθεσι καὶ πλάτεσι μετρούμενος, ἑορταζέτω καὶ ἁλμυρὸν θαλάσσης ὕδωρ ἱεροῖς ἴχνεσι καὶ βάσεσι τετιμη μένον, ἑορταζέτω καὶ ἡ γῆ θείῳ λουσαμένη αἵματι, ἑορταζέτω καὶ πᾶσα ἀνθρωπίνη ψυχὴ εἰς τὴν καινὴν παλιγγενεσίαν δι' ἀναστάσεως ἀναψυχουμένη.
3.3.1
Τοῦτο τὸ πάσχα, κοινὴ τῶν ὅλων πανήγυρις, πατρικοῦ θελήματος ἐπὶ κόσμον ἀποστολή, Χριστοῦ περὶ γῆν ἔνθεος ἀνατολή, ἀγγέλων καὶ ἀρχαγγέλων ἀΐδιος ἑορτή, τοῦ παντὸς κόσμου ἡ ἀθάνατος ζωή, θανάτου θανατηφόρος πληγή, ἀνθρώπων ἡ ἄφθαρτος τροφή, καὶ τῶν ὅλων ἡ οὐράνιος ψυχή, οὐρανοῦ καὶ γῆς ἱερὰ τελετή, παλαιὰ καὶ καινὰ προφητεύουσα μυστήρια, ἐν γῇ μὲν ὁρατῶς βλεπόμενα, ἐν οὐρανοῖς δὲ νοούμενα.

Intertext edge

Open linked passage

Note