In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
Διὰ τοῦτο προσκυρούμενοι τοῖς τὰ καινὰ καὶ παλαιὰ μετὰ γνώσεως ἱερᾶς μεμυημένοις, ὡς μὲν οὖν διὰ βραχέων ἐπορίσαμεν εἰπεῖν τοιάδε ἡ τοῦ πάσχα δημοτελὴς ἑορτή· ἵνα δὲ καὶ κατὰ μέρος ἑστιαθῶμεν τοῦ λόγου, οὐ τὰ γήϊνα ἀλλὰ τὰ ἐπουράνια σιτούμενοι, φάγωμεν καὶ ἡμεῖς τὸ λογικὸν πάσχα μετὰ ἐπιθυμίας πνευματικῆς, μεθ' ἧς αὐτὸς ὁ Κύριος ἐπεθύμησε φαγεῖν μεθ' ἡμῶν εἰπών·" Ἐπιθυμίᾳ ἐπεθύμησα μεθ' ὑμῶν φαγεῖν τὸ πάσχα". Φέρε δή, πρῶτον ἀναλαβόντες διὰ βραχέων εἴπω μεν τί νόμος καὶ τί νόμου χρεία, διὰ τί δὲ μετ' Αἴγυπτον νόμος· δεύτερον τί τὸ πάσχα τὸ ἐξ Αἰγύπτου ὁρμώμενον καὶ τίς ὅλη ἡ περὶ τοῦ πάσχα οἰκονομία καὶ τί τὸ πᾶν καὶ περὶ τοῦ παντὸς τοῦ πάσχα μυστήριον.