In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
51.2.1
Τούτου ταῖς μὲν ῥίζαις ὑπορριζοῦμαι, τοῖς δὲ κλάδοις συνεκτείνομαι, τῇ δὲ δρόσῳ φαιδρύνομαι, τῷ δὲ πνεύματι ὡς ὑπὸ ἀνέμου ἐντρυφῶν γεωργοῦμαι.
51.3.1
Τούτου τῇ σκιᾷ ὑπεσκήνωσα καὶ τὸν πολὺν καύσωνα διαφυγὼν ἔνδροσον ἔχω κατάγειον.
51.4.1
Τούτου τοῖς μὲν ἄνθεσι συνανθῶ, τοῖς δὲ καρποῖς τελείως συνήδομαι, τοὺς δὲ ἐξ ἀρχῆς μοι τετηρημένους καρποὺς ἀκωλύτως τρυγῶ.
51.5.1
Τοῦτό μοι πεινῶντι τροφή, καὶ διψῶντι πηγή, καὶ σκέπη γεγυμνωμένῳ, οὗ καὶ τὰ φύλλα πνεῦμα ζωῆς, οὐκέτι μοι φύλλα συκῆς.
51.6.1
Τοῦτό μοι Θεὸν φοβουμένῳ φυλακτήριον, καὶ σαλευομένῳ στήριγμα, καὶ ἀγωνιζομένῳ βραβεῖον, καὶ τρόπαιον νενικηκότι.
51.7.1
Τοῦτό μοι ἄτραπος ἡ στενή, τοῦτο ἡ τεθλιμμένη ὁδός.
51.8.1
Τοῦτο κλίμαξ Ἰακὼβ καὶ τῶν ἀγγέλων πορεία, ἐφ' ἧς ἄκρας ἀληθῶς ἐστήρικται ὁ Κύριος.
51.9.1
Τοῦτο δένδρον οὐρανόμηκες ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέβαινεν, ἀθάνατον φυτὸν στηρίξας ἑαυτὸν ἐν μέσῳ οὐρανοῦ τε καὶ γῆς, ἕδρασμα τῶν ὅλων, στήριγμα τοῦ παντός, ἔρεισμα τῆς ὅλης οἰκου μένης, σύμπλεγμα κοσμικόν, τῆς ποικίλης καὶ ἀνθρωπίνης οὐσίας συνεκτικόν, ἀοράτοις γόμφοις τοῦ πνεύματος συνηλω μένον, ἵνα τῷ θείῳ συναρμοσθὲν μηκέτι λυθῇ.
51.10.1
Ἄκραις μὲν κορυφαῖς τῶν οὐρανῶν ἐπιψαύων, τὴν γῆν δὲ στηρίζων ποσί, τὸ δὲ πολὺ καὶ μέσον πνεῦμα τοῦ ἀέρος πανταχόθεν χερσὶν ἀμετρήτοις περιλαβών, ὅλος ἦν ἐν πᾶσι καὶ πανταχοῦ.
51.11.1
Γεμίσας δὲ δι' ἑαυτοῦ τὸ πᾶν, πρὸς ἀερίους ἀρχὰς γυμνὸς ἀνταπεδύσατο.