In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
53.1.1
Οἷα δὴ τὸν ὑπὲρ ψυχῆς τρέχων ἀγῶνα τὸν ἐπινίκιον, πρῶτον μὲν τὴν ἱερὰν κεφαλὴν ἀκάνθαις ἐστεφανώσατο, ὅλην τὴν παλαῖαν κατάραν τῆς γῆς ἀνελὼν καὶ τὸ δι' ἁμαρτίαν ἀκανθῶδες πλεονάσαν τῇ θείᾳ κεφαλῇ πάλιν ἐξημερῶν.
53.2.1
Τὴν δὲ πικρὰν καὶ ὀξεῖαν τοῦ δράκοντος χολὴν ἐκπιών, ὅλας ἡμῖν τὰς ἀφ' ἑαυτοῦ γλυκεῖας ἀντεκέρασε πηγάς.
53.3.1
Τὸ γὰρ ἔργον τῆς θηλείας λῦσαι θελήσας καὶ τὴν ἐκ πλευρᾶς πρότερον ῥεύσασαν ἐπισχεῖν θανατηφόρον, ἤδη τὴν ἱερὰν αὐτοῦ ἐν ἑαυτῷ ἐστόμωσε πλευράν, ἐξ ἧς τὸ ἱερὸν ἔρρευσεν αἷμα καὶ ὕδωρ, τὰ τέλεια τῶν πνευματικῶν γάμων τῶν μυστικῶν καὶ υἱοθεσίας καὶ παλιγγενεσίας τὰ σημεῖα.
53.4.1
" Αὐτὸς γὰρ ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί", τὸ μὲν ὕδωρ ὡς" ἐν πνεύματι", τὸ δὲ αἷμα ὡς" ἐν πυρί".