In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
54.1.1
Τότε δὴ συνεκτείνονται αὐτῷ δύο λῃσταί, εἰς δὲ δύο λαοὺς φέροντες ἐν ἑαυτοῖς τὰ σημεῖα, ὧν ὁ μὲν εἷς ἐκ μεταβολῆς εὐγνωμονεῖ καὶ μετὰ ὁμολογίας ἐξομολογεῖται καὶ πρὸς τὸν δεσπότην εὐσεβεῖ, ὁ δὲ ἕτερος κινεῖται σκλη ροτράχηλος ὢν καὶ ἀγνωμονεῖ πρὸς τὸν δεσπότην καὶ οὐκ εὐσεβεῖ καὶ τοῖς παλαιοῖς ἁμαρτήμασιν ἐμφιλοχωρεῖ.
54.2.1
Εἶτε καὶ οἱ δύο ψυχῆς εἰσιν οὗτοι λογισμοί, ὧν ὁ μὲν ἕτερος ἐν τοῖς παλαιοῖς ἁμαρτήμασι μεταβάλλεται καὶ πρὸς τὸν δεσπότην ἀποδύεται, διὸ καὶ τῆς ἐκ μετανοίας φιλανθρωπίας καὶ τιμῆς ἀξιοῦται, ὁ δὲ ἕτερος ἀναπολόγητος, ὅτι καὶ ἀμετάθετος καὶ μέχρι τέλους ἐστὶ λῃστής.