In sanctum pascha sermo 6
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
61.2.1
Βλέπουσαι δὲ αἱ δυνάμεις τὸ μέγα μυστήριον, συναναβαίνοντα ἤδη ἄνθρωπον [ἐν] θεῷ, ἐγκελευόμεναι ἐβόων μετὰ χαρᾶς ταῖς ἄνω στρατιαῖς·" Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης". Αἱ δὲ ὁρῶσαι τὸ καινὸν θαῦμα, ἄνθρωπον συγκεκραμένον Θεῷ, ἀντιβοῶσι καὶ λέγουσι·" Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;" Αἱ δὲ πάλιν ἐρωτηθεῖσαι ἀνταπεκρίναντο·" Κύριος τῶν δυνά- μεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ἰσχυρὸς καὶ κραταῖος καὶ δυνατὸς ἐν πολέμῳ".