Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 6
John Chrysostom6 62 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
62.1.1
Ὢ τῆς χορηγίας τῆς μυστικῆς, ὢ τῆς πνευματικῆς ἑορτῆς. Ὦ πάσχα θεῖον ἀπ' οὐρανῶν ὁδεῦσαν μέχρι γῆς καὶ ἀπὸ γῆς πάλιν ἀναβαῖνον εἰς οὐρανούς.
62.2.1
Ὦ κοινὸν τῶν ὅλων ἑόρτασμα, κοσμικὸν πανηγύρισμα, ὦ τοῦ παντὸς χαρὰ καὶ τιμὴ καὶ τροφὴ καὶ τρυφή, δι' ἧς ὁ μὲν σκοτεινὸς θάνατος κατελύθη, ἡ δὲ ζωὴ τοῖς ὅλοις ἐφηπλώθη, καὶ ἀνεῴχθησαν πύλαι οὐρανῶν, καὶ Θεὸς ἄνθρωπος ἐφάνη καὶ ἄνθρωπος Θεὸς ἀνέβη, δι' ὃν ἐρράγησαν ᾅδου πύλαι καὶ κλεῖθρα ἐλύθησαν ἀδαμάντινα, καὶ ὁ μὲν κάτω δῆμος ἀνέστη τῶν νεκρῶν εὐαγγελιζόμενος, τοῖς ἄνω πληρώμασιν ἀπὸ γῆς ἀπεδόθη χορός.
62.3.1
Ὦ πάσχα θεῖον, Θεὸν ἐξ οὐρανῶν οὐ στεναγωγῆσαν καὶ νῦν πνευματικῶς συνάψαν, δι' ὃν μέγας νυμφὼν τῶν ἐπληρώθη, καὶ πάντες φέρουσι τὰς στολὰς τὰς νυμφικάς, ἐκβάλλεται δὲ οὐδεὶς ὡς οὐκ ἔχων τὴν στολὴν τὴν γαμικήν.
62.4.1
Ὦ πάσχα, καινῆς λαμπαδουχίας τὸ φώτισμα, παρθενικῆς δᾳδουχίας ἀγλάϊσμα, δι' ὃν οὐκέτι σβέννυνται τῶν ψυχῶν αἱ λαμπάδες, ἐνθέως δὴ καὶ πνευματικῶς ἐν πᾶσι τῆς χάριτος δᾳδουχεῖται τὸ πῦρ, σώματι καὶ πνεύματι, καὶ ἐλαίῳ Χριστοῦ χορηγούμενον.

Intertext edge

Open linked passage

Note