Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 6
John Chrysostom6 6 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Ἡ μὲν θεία γραφὴ οὕτως μυστικῶς τὴν ἱερὰν ἑορτὴν προεθέσπισεν, ἡμεῖς δὲ ἤδη καθ' ἕκαστον ἀκριβώσομεν τῶν ἀνεγνωσμένων, εὐχαῖς ὑμετέραις ἐραυνῶντες τῶν γραφῶν τὰ κεκρυμμένα μυστήρια, καὶ τὴν μὲν ἀλήθειαν τῶν γεγραμ μένων οὐκ ἀναιροῦντες, τὴν δὲ ἀκρίβειαν τῶν μυστηρίων διὰ τῶν τύπων θεωροῦντες.
6.2.1
Καὶ γὰρ καὶ τὴν σκηνὴν τῷ Μωϋσεῖ τὸ θεῖον πνεῦμα ἐντέλλεται ποιῆσαι" καθ' ὃ δείξω σοι, φησί, παράδειγμα"· οὕτως τυπικῶς ὁρώ μενόν ἐστι καὶ μυστικῶς τὸ κατὰ τὸ πρωτότυπον καὶ πρωτογενὲς παράδειγμα νοούμενον.
6.3.1
Λέγωμεν δὴ πρῶτον τί οὗτος ὁ μὴν ἡ ἀρχὴ τῶν μηνῶν, διὰ τί δὲ οὗτος ὁ μὴν ὁ τοῦ πάσχα ἐστὶ πρῶτος ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ· δεύτερον τί τὸ πρόβατον τῇ δεκάτῃ τοῦ μηνὸς λαμβανόμενον, καὶ τὸ πρόβατον τέλειον ἐνιαύσιον, τίς ὁ γείτων καὶ τὶς ὁ προσλαμβανόμενος πλησίον, διὰ τί δὲ μέχρι τῆς τεσσαρεσ καιδεκάτης συντηρεῖται τὸ πρόβατον, εἶτα πρὸς ἑσπέραν θύεται·" καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ἰσραὴλ πρὸς ἑσπέραν"· τί τὸ αἷμα τὸ ἐπὶ τοὺς δύο σταθμοὺς καὶ ἐπὶ τὴν φλιάν, διὰ τί δὲ ἐν νυκτὶ τὰ κρέα ἐσθίουσι, καὶ ταῦτα ὀπτὰ πυρί, οὔτε ὠμὸν οὔτε ἡψημένον ἐν ὕδατι· ἢ τί τὸ" Κεφαλὴν σὺν ποσὶ καὶ τοῖς ἐνδοσθιδίοις", διὰ τί δὲ" ὀστοῦν οὐ συντρίψετε"· καὶ τίνα τὰ ἄζυμα μετὰ πικρίδων, διὰ τί δὲ" μετὰ σπου δῆς ἔδεσθε" τὸ πάσχα· τίνες αἱ ὀσφύες αἱ περιεζωσμέναι καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσί, καὶ τί τὸ" Πάσχα Κυρίου" καὶ τὸ" αἷμα σημεῖον ἐπὶ τῶν οἰκιῶν ἐν αἷς ἐστε ἐκεῖ καὶ ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς καὶ οὐκ ἔσται ἐν ὑμῖν πληγὴ τοῦ ἐκτρίψαι, ὅταν παίω ἐν γῇ Αἰγύπτου", διὰ τί δὲ" ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε"· διὰ τί ὁ μὲν ἀλλογενὴς οὐ βρώσεται, ὁ δὲ οἰκογενὴς περιτμηθήσεται, τί δὲ τὸ" Ἐν οἰκίᾳ μίᾳ βρωθήσεται, καὶ ἔξω ἐκ τῶν κρεῶν οὐκ ἐξοίσετε, καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ' αὐτοῦ. Πᾶς ἀπερίτμητος οὐκ ἔδεται ἀπ' αὐτοῦ. Πᾶσα συναγωγὴ ποιήσει αὐτό– τίς ἡ συναγωγή–. Νόμος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι προσηλύτῳ· εἷς καὶ ὁ αὐτὸς ἐπ' ἀμφοτέρων νόμος".

Intertext edge

Open linked passage

Note