Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 7
John Chrysostom7 23 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Ἐποίησεν οὕτω τὸν ἄνθρωπον ὁ θεός, καὶ ὡς θεὸς ἀγαθὸς τοσοῦτον καὶ τηλικοῦτον ἐποίησεν ἄνθρωπον. Μὴ γὰρ ὅρα αὐτοῦ τὴν ἀβελτερίαν, ἀλλὰ τὴν πρώτην φαντάζου κατά στασιν· καὶ γὰρ" κατ' εἰκόνα" αὐτὸν ἑαυτοῦ ἐποίησεν. Καὶ ἵνα δείξῃ αὐτοῦ τὴν φύσιν τοῖς ἄστροις ἁμιλλωμένην, ἐμφαίνει ὅτι καὶ γυμνὸν ἔθηκεν ἐν τῷ παραδείσῳ στολῆς οὐ χρῄζοντα. Οὐδέπω γὰρ ὕβρις συνεληλύθει τῇ ὄψει, ἵνα καὶ σκέπης δέηται ἄνθρωπος, ἀλλ' ἡ γραφὴ μαρτυρεῖ ὅτι ἐποίησε τὸν ἄνθρωπον" καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ", καὶ ὅτι γυμνοὶ ἦσαν" καὶ οὐκ ᾐσχύ νοντο", ἀλλ' ὥσπερ ἥλιος καὶ σελήνη τῇ ἑαυτῶν γυμνώσει ἐγκαλλωπίζονται, οὕτω δὴ καὶ οὗτοι ἠφείθησαν τῇ φυσικῇ εὐπρεπείᾳ ἐνωραΐζεσθαι.

Intertext edge

Open linked passage

Note