Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In sanctum pascha sermo 7
7 29.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
29.1
Τίς οὖν ὁ πρῶτος χρόνος; τίς ἡ κορυφὴ χρόνου τοῦ πρώτου; Ἰσημερία, ἄδελφε, ὡς ἐδείξαμεν ἡμέρας καὶ νυκτὸς ἴσα τὰ τμήματα ἀπαιτοῦντες, καὶ ἰσημερία ἐαρινή, ὅθεν ὁ τοῦ ἔαρος, ἐξ αὐτῆς τῆς κατὰ τὴν ἱστορίαν ἀκολουθίας. Ἱστορεῖ γοῦν ὁ Μωϋσῆς ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐκέλευσεν ὁ θεὸς τὰ ἄνθη καὶ τὰ δένδρα καὶ τὰς βοτάνας γενέσθαι, ἔαρος δὲ σύμβολα ταῦτα συμφωνοῦντα τῇ τέχνῃ 30 ὁδῷ καὶ τάξει τοῦ θεοῦ τὰ πάντα κτίζοντος. Ἐπειδὴ οὖν πρώτη δημιουργία τοῦ ἀνθρώπου μετ' ἰσημερίαν ἐγένετο ἕκτῃ τῆς ἰσημερίας ἡμέρᾳ– τῇ γὰρ παρασκευῇ ἐκτίσθη ὁ ἄνθρωπος–, τὸ δὲ τῆς σελήνης πλησιφαὲς καὶ αὐτὸ μετ' ἰ σημερίαν ἐδημιουργήθη τετάρτῃ ἡμέρᾳ, διάπτωσις δὲ ἐξ ἁμαρτίας τοῦ ἀνθρώπου ἐγένετο, διὰ τοῦτο τὴν διόρθωσιν αὐτοῦ καὶ τὴν ἀνανέωσιν ἐπὶ τῆς κατὰ τὴν κτίσιν αὐτοῦ προθεσμίας ἀναλαμβάνει, καὶ ἰσημερίαν καὶ τεσσαρεσκαιδε κάτην τὴν μετ' ἰσημερίαν καὶ ἡμέραν ἕκτην συναγαγών, ἵνα διὰ πασῶν προθεσμιῶν τὴν τοῦ παθόντος ἀνάστασιν δείξειε καὶ τῆς φύσεως ἀνανέωσίν τε καὶ ἀνακεφαλαίωσιν.

Intertext edge

Open linked passage

Note