Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 7
John Chrysostom7 34 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1
Οὕτως ἐπιμελὲς γέγονε τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ πάντας τοὺς χρόνους τοὺς πρώτους, καθ' οὓς πλασθεὶς διέπεσεν ὁ ἄνθρωπος, συναγαγεῖν ἐπὶ τῇ διορθώσει αὐτοῦ καὶ τὴν ἀποστολικὴν ἀνανέωσιν τῆς φύσεως ὑποβῆναι, αὐτῆς τῆς συμβολῆς τῶν προθεσμιῶν ἀναγκαίας οὔσης τῷ πράγματι. Διὰ τοῦτο ἐπὶ τῷ πάθει καὶ ἰσημερία οἷα κορυφὴ τοῦ χρόνου τηρεῖται· πρὸ μὲν γὰρ ταύτης τῆς ἰσημερίας, πρὸ τοῦ ἡμέραν γενέσθαι, ἦν σκότος, καὶ οὐκ ἦν ἄξιον ἐν τῷ τόπῳ τοῦ σκότους τὸ πάσχα ποιεῖν καὶ διορθοῦσθαι τὸ πτῶμα, ὅτι μηδὲ ὁ πρῶτος ἄνθρωπος ἐν τῷ σκότει ἀλλὰ μετὰ τὸ φῶς μετ' ἰσημερίαν ἐπλάσθη, καὶ ὅτι ἕως μὲν ἐαρινῆς ἰσημερίας τὸ σκότος παρὰ τὸ φῶς πλεονάζει, μετ' ἰση μερίαν δὲ ἐπικρατεῖ τῆς νυκτὸς ἡ ἡμέρα λοιπὸν αὔξουσα, μειουμένης τῆς νυκτός. Ἔδει οὖν καὶ τὸ ἐπὶ διορθώσει πάθος γινόμενον ἐν τῇ τοιαύτῃ καταστάσει δειχθῆναι, ἐν ᾗ τὸ φῶς τῆς εὐσεβείας ἔμελλεν αὔξειν, τοῦ σκότους μειουμένου τῆς ἀσεβείας.

Intertext edge

Open linked passage

Note