Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In sanctum pascha sermo 7
7 35.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
35.1
Ἀλλ' ἡ μὲν ἰσημερία ἐπὶ τῷ πάθει τετήρηται διὰ τὴν ἀνα κεφαλαίωσιν τοῦ πρώτου χρόνου, ἡ δὲ παρασκευὴ ὡσαύτως, ἐπειδὴ ὁ πρῶτος ἄνθρωπος ἐν ταύτῃ ἐπλάσθη καὶ ἐχρῆν, ἐν ᾗ πλασθεὶς διέπεσεν, ἐν ταύτῃ αὐτὸν καὶ διορθωθῆναι. Τὸ δὲ σάββατον ἡ γραφὴ πρὸς ἀνάπαυσιν εἴληφεν οὑτωσὶ λέγουσα·" Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἡγίασεν αὐτήν". Οὕτως οὖν καὶ ὁ κύριος ἅπαξ τὴν ἀνακεφαλαίωσιν ἐργασάμενος τῇ παρασκευῇ παθὼν καὶ τελέσας τὰ ὑπὲρ τοῦ πεπτωκότος ἀνθρώπου τῆς διορθώσεως ἔργα τῇ ἑβδόμῃ καταπαύει καὶ διαμένει ἐν τῇ καρδίᾳ τῆς γῆς, τοῖς ἐν ᾅδου λοιπὸν δωρησάμενος τὴν ἐκ τοῦ πάθους ἐλευθερίαν. Καὶ ὅτι κύριος καταπαύει νῦν ἀπὸ πάντων τῶν ἔργων, ἐπειδὴ διάπτωσις τοῦ ἀνθρώπου ἐκ τῆς παραβάσεως ὤφθη, ὑπελεί πετο πάλιν ἔργον τῷ θεῷ, ὃ ἤμελλε κατορθῶν ἐπανάγειν, τοῦτο δὲ ἐπὶ τῷ πάθει ποιήσας καὶ ἀνασωσάμενος τὸν ἀπο λωλότα ἄνθρωπον, ὃν ἔσωσεν, τῇ ἡμέρᾳ τοῦ κατὰ τὸ πάσχα σαββάτου κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων, μηδένος ἐπιλειπομένου ἔτι ἔργου πρὸς ἐργασίαν τοῦ ἡμῖν σωτηρίου.

Intertext edge

Open linked passage

Note