In sanctum pascha sermo 7
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1
Ταῦτα δὲ πάντα τηρήσας κατὰ τὴν πρώτην δημιουργίαν, καὶ τὴν πλησιφαῆ σελήνην, ὡς ἔφαμεν, κατ' ἐκείνην μετ' ἰση μερίαν ἐτήρησεν, ἔχει δέ τι καὶ αὐτὴ ἕτερον θαῦμα, δι' ὃ τετήρηται. Ἐπειδὴ γὰρ ἤμελλε σκότος γίνεσθαι ἐπὶ τῷ τοῦ σωτῆρος πάθει, Ἕλληνες δὲ καθ' ὑποδρομὴν σελήνης ἡλίου ἐκλείψεις φασίν, ἵνα μή τις τὴν θεοσήμειαν τέχνῃ ἑλληνικῇ διακρούσηται, ἡ τεσσαρεσκαιδεκάτη κατὰ σελήνην παρεί ληπται, ὡς ἄν, πλησιφαοῦς αὐτῆς ὡς ἐν πλάτει οὔσης κατὰ τὸ πάθος καὶ κατὰ διάμετρον τῷ ἡλιακῷ ἀντανατελλούσης δρόμῳ, ἀνεπισκίαστον ὀφθῇ τὸ θαῦμα, δίκης κατὰ τὸ ἄγος οὐ τέχνης ἐμφαινομένης.