In sanctum pascha sermo 7
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1
Διὰ ταῦτα πάντα τὰς ἀρχαίας ἐπὶ τῷ νέῳ πάθει προθεσμίας ἐτήρησεν ὁ Χριστός· διὰ τοῦτο δὴ καὶ ἡμεῖς τηροῦμεν πάντας τοὺς χρόνους εἰς ἔνδειξιν τῶν μυστηριωδῶν λογισμῶν τὸ μίμημα περιέποντες. Ἀλλ' ὁ μὲν σωτήρ, τὸ ἀληθινὸν ἐκτελῶν πάσχα ὑπὲρ τοῦ τῆς ἐπικρεμαμένης δίκης τοὺς πάντας ῥύσασθαι, εἰκότως οἷα ἐπ' ἀληθινῷ καὶ κυρίῳ πάσχα πάντας τοὺς προειρημένους χρόνους μετ' ἀκριβείας ἐν τῇ ἑβδομάδι κατὰ τὸ ἀρχαῖον συνήγαγεν, ἵνα τὴν ἀνακεφα λαίωσιν ἀκριβῶς ἐκτελέσειεν· ἡμεῖς δέ, ἐπεὶ μὴ δύνανται εἰς ἀεὶ οὕτω συντρέχειν αἱ προθεσμίαι, μίμημα τοῦ ἀληθινοῦ πάσχα ποιοῦντες ὅση δύναμις τὸ μίμημα τῶν χρόνων περὶ τὸν τόπον συνάγομεν, τὴν ἀκριβῆ τῶν χρόνων κατάστασιν 39 τῷ πρωτοτύπῳ πάσχα τοῦ σωτῆρος παραχωρήσαντες. Ὅθεν ἅπαξ τυθέντος τοῦ μονογενοῦς καὶ πρὸς τὴν οἰκονομίαν ἀρκέσαντος οὐκέτι ἀμνὸς θύεται, ἀλλ' ὁ σωτὴρ ἐπὶ τῷ πάθει γινόμενος τῆς κυριωτάτης θυσίας ἄρτον καὶ ποτήριον μίμημα δίδωσιν, τὸ μὲν σῶμα ἴδιον, τὸ δὲ αἷμα ἀρρήτοις ἐπικλήσεσιν ἐκτελῶν καὶ προστάττων ἐν τούτοις τοῖς τύποις τὸ πάσχα ποιεῖν. Ἀκολούθως οὖν τῷ μιμήματι καὶ τοὺς χρόνους ἐν μιμήσει συνάγομεν ὅση δύναμις, καὶ ἰσημε ρίαν καὶ τεσσαρεσκαιδεκάτην κατὰ σελήνην καὶ τριήμερον περὶ τὸν τόπον ἀθροΐζοντες, τὴν μὲν τεσσαρεσκαιδεκάτην ἐξ ἀνάγκης κατὰ τὴν ἑβδομάδα, ὡς τὸ ἀρχαῖον διέδειξεν, καὶ αὐτὴν τὴν τριήμερον, τὴν δὲ ἰσημερίαν περὶ τὸν χρόνον τοῦ πάσχα, ὡς ἂν συνερχομένην.