Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In sanctum pascha sermo 7
John Chrysostom7 54 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
54.1
Καὶ μηδεὶς λεγέτω ὅτι οὐδέποτε ἐπὶ τοσαύτῃ παρατάσει τὸ πάσχα γεγένηται. Καὶ τούτου πολλοὺς ἔχομεν μνήμονας μάρτυρας. Ἔπειτα τὰ οὐδέποτε ἀληθῶς οὐδέποτε ἐπιστήμῃ ἁρμόζει, ἀλλ' ἀεὶ ὁ λόγος ζητεῖται τῆς ἐπιστήμης καὶ πολλάκις ταχὺ γίνεται πολλάκις ταχύτερον καὶ πάλιν βραδύτερον, καὶ οὐδεὶς ἐπιστήμων τῇ ἀνωμαλίᾳ προσέχει τῶν χρόνων ἀλλὰ τῇ ἁρμονίᾳ τῶν λόγων. Ποσάκις, νομίζεις, ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐρρήθη τὸ" Οὐδέποτε γέγονε", καὶ ἡ τέχνη κρατεῖ. Τί δὲ καὶ τὸ παραλλάττον ἐστίν; Οἱ μὲν γὰρ αἰτιώμενοι ὁμολογοῦσιν εἰκάδι ἐννάτῃ ἑβδόμου μηνὸς γεγενῆσθαι πάσχα πολλάκις. Λοιπὸν οὖν ἐστι περὶ τριῶν ἡμερῶν ἢ τεσσάρων, ἃς ὀκνοῦσι παραχωρῆσαι τῇ ἐπιστήμῃ. Ποῦ οὖν λοιπὸν ἡ ἐκ παραδόξου τῆς παρατάσεως ἀπορία;

Intertext edge

Open linked passage

Note