Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In synaxim incorporalium
John ChrysostomInco 1 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Οὐκ εἰκῇ τοῖς ἀγγέλοις πανηγυρίζομεν, γέρας αὐτοῖς καὶ μισθὸν τῶν εἰς ἡμᾶς εὐεργεσιῶν καταβαλλόμενοι· οὐ διαλιμ πάνουσι γὰρ ὕμνοις καὶ ἀρρήτοις φωναῖς τὸν ἐν οὐρανοῖς δεσπότην ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις ἐξευμενίζοντες. Ὅτι δὲ ταῦτα οὕτως ἔχει πράγματος καὶ οὐ λόγος ἐστὶ κενός, μαρτυρίας ἐνδεής, διδάσκει τὸ θεῖον εὐαγγέλιον· θεασάμενοι γὰρ ἐπὶ γῆς τὸν οὐράνιον, ἐν σπαργάνοις τὸν ἀπερίγραπτον οὐκ ἔκρυψαν ἀνθρώποις τὸ μυστήριον, ἀλλ' εὐθὺς πρὸς τοὺς ποιμένας ἐξήγγειλαν, κοινωνεῖν τῆς εὐεργεσίας ὑπέλαβον, ἑνὶ λόγῳ τὴν ἐν οὐρανοῖς δόξαν καὶ τὴν ἐπὶ γῆς εἰρήνην εὐφήμησαν· Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Φιλανθρώπου θεοῦ φιλάνθρωπος στρατὸς οὐχ ὡς ἀσώματος ὢν τῶν ἐν σαρκὶ καὶ νεύροις καὶ ὀστέοις συμπεπλεγμένων ὑπερφρονεῖ, οὐχ ὑπομένει πάθος ὅπερ ἡμεῖς κατ' ἀλλήλων ὑπομένομεν· βδελύττονται γὰρ τῶν ἀνθρώπων τοὺς ἀσθενοῦντας οἱ ὑγιεῖς, τοὺς τραυματίας οἱ ἀσινεῖς, τοὺς κραιπαλοῦντας οἱ νήφοντες, τοὺς ἀκολάστους οἱ σώφρονες, τοὺς ἀκρατεῖς οἱ ἐγκρατεῖς, δέον συμπάσχειν καὶ διὰ τῆς συμπαθείας φάρμακον προσφέρειν τῷ πάσχοντι· οὐχ οἱ συμπαθοῦντες γὰρ τῆς ἀλλοτρίας νόσου μεταλαμβάνουσιν, ἀλλ' αὐτοὶ τῆς οἰκείας εὐεξίας μεταδίδωσιν.

Intertext edge

Open linked passage

Note