In synaxim incorporalium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ὁ δὲ τῶν ἀγγέλων νοῦς οὐκ εἰς τὸ σκῆνος ἀφορῶν, ἀλλὰ τὸ συγγενὲς πτερὸν τῆς ψυχῆς ἀσπαζόμενος χαίρει θεωρῶν τὴν ἐν αὐτῷ χάριν καὶ ἐν ἀνθρώποις χορεύουσαν. Καί πού τις ἔφη τῶν ἀγγέλων ἐπὶ ταῖς παρθενικαῖς ὠδῖσιν ἐκπληττόμενος· Ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ὁ πηγάζων ἡμῖν τὸ πνεῦμα τὸ ἅγιον, ὁ τῆς ἀγγελικῆς δημιουργὸς χορείας, ὁ τὰς οὐρανίας κυρτώσας ἁψῖδας καὶ τὸν μὲν ἥλιον προστάξας ἡμεροδρομεῖν, τὴν δὲ σελήνην νυκτοπορεῖν ψηφισάμενος, ὁ τὴν γῆν ἱδρύσας ἀθεμελίωτον καὶ θάλατταν χαλιναγωγῶν ἐν φάτνῃ κεῖται σπαργανούμενος. Ἐξ ἀνυμφεύτου μήτρας τεχθεὶς μέγα τι μελετᾶν ἔοικε· θεοῦ δὲ μελέτη σωτήριος. Ἐκ μέρους γινώσκω τὸ μελετώμενον· ταῖς διαβολικαῖς τέχναις ἀντιτεχνάζεται, ἀνακαλέσασθαι βούλεται τὸν ἐξόριστον, λῦσαι τὸν δέσμιον, ἀνακαινίσαι τὸν φθειρόμενον. Ταῖς ἀνθρωπίναις εὐπραγίαις συνήδομαι· εὑρίσκω πάλιν τὸν ἐν παραδείσῳ συνόμιλον τοῦ θεοῦ. Τοῦτο ἦν τὸ δάκνον τὸν διάβολον· ἀεὶ γὰρ ἀλαζονευόμενος καὶ μεγάλα φυσῶν νῦν ταπεινὰ καὶ σκυθρωπὰ καὶ οὐ μεγαλορρήμονα φθέγγεται· ἀγνοεῖ μὲν γὰρ τὸ πραττόμενον, νύττει δ' αὐτὸν ἡ συνείδησις καὶ τῆς ἀρχαίας ἀπάτης ἡ ἀνάμνησις ἣν τοῖς πρωτοπλάστοις ἀνθρώποις ἐσκαιώρησε, θάνατον ζωῆς ἀντεισαγαγὼν καὶ θεοσεβείας εἰδωλολατρίαν ἀνταλλαξάμενος.