Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In synaxim incorporalium
Inco 3.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
3.1
Τοιαῦτα μὲν ὁ τῶν ἀγγέλων χορὸς τὴν ἡμετέραν εὐζωΐαν προσορώμενος. Εἰκότως δὲ καὶ ἡμεῖς τοὺς ἀγαπῶντας γεραίρομεν καὶ τοὺς ὑπὲρ ἡμῶν πρὸς τὸν δεσπότην πρεσβεύοντας. Ἢ οὐκ ἀκήκοας τοῦ προφήτου Δανιὴλ πῶς εἰσφέρει τὸν ἀρχάγγελον Μιχαὴλ τῷ τῶν Περσῶν ἐφόρῳ διαπληκτιζόμενον ὑπὲρ τῆς ἐλευθερίας τῶν Ἰσραηλιτῶν; Ὁ μὲν γὰρ δουλεύειν τοῖς Πέρσαις τὸν λαὸν ἠνάγκαζεν, ὁ δὲ λῦσαι τῆς αἰχμαλωσίας ἐσπούδαζε. Καὶ νικᾷ Μιχαὴλ τὸν ἀντίπαλον· καὶ τὸν Εὐφράτην Ἰουδαῖοι διαβάντες τὴν πατρῴαν πάλιν ἑστίαν κατέλαβον καὶ τὸν ἐμπρησθέντα Σολομῶντος ναὸν ἀνενέωσαν, ἐν ἔτεσιν ἓξ καὶ τεσσαράκοντα τοῦ ἔργου παρατείναντος· ποτὲ μὲν γὰρ ὑπὸ τῶν πλησιοχώρων εἰργόμενοι, ποτὲ δὲ τοὺς εἴργοντας ἀνακόπτοντες τέλος τῆς ἐπιθυμίας ἐκράτησαν, Νεεμίου τὸ πέρας αὐτοῖς τῆς οἰκοδομῆς ἀνύσαντος. Ἔνθεν ὁρμώμενοι πρὸς τὸν κύριον ἔλεγον· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος· καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; Ταῦτα μὲν τὰ ἐπὶ τῆς παλαιᾶς· τὰ δὲ τῆς νέας διαθήκης μείζονα. Τῷ γὰρ παντὶ χρόνῳ τῆς οἰκονομίας ἐλειτούργησαν ἄγγελοι· συλληφθέντα καὶ τεχθέντα τὸν Χριστὸν κατεμήνυσαν ἄγγελοι, βαπτισθέντι καὶ θαυματουργήσαντι διηκόνησαν ἄγγελοι, ταφέντι καὶ ἀναστάντι προσεμαρτύρησαν ἄγγελοι, πρὸς οὐρανοὺς τὸν λυτρωτὴν ἀνεκόμισαν καὶ πάλιν ἐξ οὐρανῶν τὸν κριτὴν δορυφορήσουσιν. Εἰ τοίνυν καὶ ἡμεῖς ἀγγέλοις συνδιαιτηθῆναι σπεύδομεν καὶ νοεροῖς ἐντρυφῆσαι θεωρήμασι, σὺν πολλῷ φόβῳ καὶ τρόμῳ τῷ βασιλεῖ τῶν ἀγγέλων δουλεύσωμεν. Μὴ λάθωμεν ἑαυτοῖς κώμοις καὶ μέθαις καὶ κρότοις καὶ χοροῖς τὸν βίον καταδαπανήσαντες· καὶ καθάπερ ἐν νυκτὶ ζητοῦντες τὴν θύραν τῆς μετανοίας οὐχ εὑρήσομεν· μᾶλλον δὲ εὑρήσομεν, καλοῦντος ἡμᾶς τοῦ δεσπότου καὶ λέγοντος· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.

Intertext edge

Open linked passage

Note