In synaxim incorporalium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Καὶ γὰρ ἀγγέλους ἐγκωμιάζειν χρή· αὐτοὶ τὸν δημιουργὸν ὑμνοῦντες ἵλεων αὐτὸν καὶ εὐμενῆ τοῖς ἀνθρώποις παρέχουσιν· ἀγγέλους δέ φημι τοὺς ἡμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικειμένων δυνάμεων ἐκστρατεύοντας· ὧν ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ πρὸς μὲν τὸν διάβολον ὑπὲρ τοῦ Μωσέως σώματος ἀντιτασσόμενος, πρὸς δὲ τὸν ἄρχοντα τῶν Περσῶν ὑπὲρ τοῦ λαοῦ τῆς ἐλευθερίας ἀνθιστάμενος· ὧν ἐστιν ἐκεῖνος ὁ τὴν ὄνον ἀποστρέφων καὶ Βαλαὰμ τῆς ἀτόπου μαντείας εἴργων, καὶ ἐπείπερ ὁ μάντις οὐκ ἐνόει τὸ πραττόμενον, ἀλόγου φωνῇ τὸ λογικὸν ἐσωφρόνιζεν· ὧν ἐστιν ὁ τὴν μάχαιραν ἐσπασμένος καὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ συμπλέκεσθαι τοῖς πολεμίοις προτρεπόμενος· ὧν ἐστιν ὁ τὰς πέντε καὶ ὀγδοήκοντα χιλιάδας τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ πατάξας καὶ τῷ ὕπνῳ τῶν βαρβάρων συνάψας τὸν θάνατον· ὧν ἐστιν ὁ τὸν προφή την Ἀμβακοὺμ ἀερίῳ μετακομίσας πηδήματι, ἵνα τὸν προφήτην Δανιὴλ ἐν μέσῳ τῶν ἀγεύστων λεόντων γεύσῃ τροφῆς. Οὗτοι μὲν οὖν καὶ οἱ τοιοῦτοι κατὰ τῶν ἐχθρῶν· εἰσὶ δὲ οἳ καὶ κατὰ τῶν παθῶν ἀριστεύουσι· ὁποῖος ἦν ὁ θεσπέσιος Ῥαφαὴλ δι' ἑνὸς ἰχθύος ἀνατομῆς δαιμονιῶσαν κόρην ἰασάμενος καὶ γέροντι τυφλῷ τὸν ἥλιον θεωρεῖν τεχνασάμενος. Ἀλλ' οὐδὲ ἐκεῖνοι σιωπῆς ἄξιοι οἱ τῇ νέᾳ διαθήκῃ διακονήσαντες· ὧν μέγα μέρος ἐστὶν ὁ ἀρχάγγελος Γαβριὴλ ὁ τῷ Ζαχαρίᾳ χρηματίσας καὶ σιωπῇ τὴν ἀπιστίαν εἰσπραξάμενος ὅτι μὴ κύειν τὴν στεῖραν διὰ τὴν μέλλουσαν οἰκονομίαν ἐπίστευσεν, ὁ τῇ σεμνῇ Μαρίᾳ τὰς ἀνυμφεύτους ὠδῖνας εὐαγγελισάμενος· οὗτος ποιμένας ἐπὶ τὸ σπήλαιον ὁδηγῶν κατεμήνυεν ἐν φάτνῃ τὸν ἀχώρητον, ἐν σπαργάνοις τὸν ἀπερίγραπτον. Ἐκεῖνοι σύμφωνον ᾠδὴν δοξολογίας ἀνέπεμπον· Δόξα ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις εὐδοκία. Ἄλλος τὸν μνηστῆρα τῆς παρθένου νουθετεῖ μὴ ἀπολύειν ὡς διεφθαρμένην τὴν ἄφθορον· ἄλλος αὐτῷ διὰ τὴν Ἡρῴδου βρεφοκτονίαν φυγὴν καὶ ἐπάνοδον ὑποτίθεται· ἄλλος τοὺς μάγους κωλύει τῆς ἐπὶ τὸν τύραννον ἀναζεύξεως· οἱ δὲ διηκόνουν ἐπὶ γῆς τῷ κτίσαντι καίπερ ἐν σαρκὶ θεωροῦντες τὸν ἄκτιστον· ἐθαύμασαν γὰρ τὴν ἰσχὺν αὐτοῦ δι' ἧς ὁ πειράζων κατέπεσεν· καὶ κατὰ τὴν φωνὴν τοῦ Δαυὶδ ἐπὶ χειρῶν ἄραντες αὐτὸν ἔξω τῆς βολῆς τῶν λίθων ἐκόμιζον· ἦραν γάρ, φησίν, οἱ Ἰουδαῖοι λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν. Ἄλλοι τῷ πάθει συνέτρεχον· ἄλλοι μετὰ τὴν ἀνάστασιν τῷ κενῷ τάφῳ προσεδρεύοντες ταῖς πισταῖς γυναιξὶν ἔλεγον· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Μετὰ δὲ τὴν ἀνάληψιν ἐδορυφόρουν τοὺς μαθητὰς τὰ Πέτρου λύοντες δεσμά, Παύλου τοὺς ἐπὶ γῆς καὶ θαλάσσης κινδύνους κουφίζοντες, τῇ πίστει Κορνηλίου μεσιτεύοντες, τὸν δικαιοκτόνον Ἡρῴδην μεγαληγοροῦντα πατάσσοντες.