In synaxim incorporalium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Ἆρα γοῦν οὐ μεγίστης τιμῆς ἄξιοι οἱ τὴν ἡμετέραν ζωὴν στρατευόμενοι; Οὐ γὰρ μόνον ἐθνῶν φρουροὶ ἐτάχθησαν ἄγγελοι· Ὅτε διεμέριζεν ἔθνη, φησίν, ὁ ὕψιστος, οὓς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. Ἀλλὰ γὰρ τῶν ἀνθρώπων ἕκαστον ἔλαχεν ἄγγελος· ὁ λόγος οὐκ ἐμός, ἀλλὰ τῆς θείας γραφῆς· τῆς γὰρ παιδίσκης Ῥόδης ἀπαγγελλούσης τοῖς ἀποστόλοις πρὸ θυρῶν ἑστάναι Πέτρον τὸ Ἡρῴδου διαδράντα δεσμωτήριον, ἀπιστοῦντες ἔλεγον ἐκεῖνοι· Ἄγγελος αὐτοῦ ἐστιν. Ἐπιμαρτυρεῖ δὲ τούτοις καὶ ὁ σωτὴρ περὶ τῶν παιδίων λέγων· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν τῷ οὐρανῷ διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Καθ' ἑκάστην δὲ ἐκκλησίαν φύλακας ἀγγέλους ἐπέστησεν ὁ Χριστός, ὡς ἀποκαλύπτων Ἰωάννῃ φησίν· Εἰπὲ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας Σμύρνης· Οἶδά σου τὴν πενίαν καὶ τὴν θλῖψιν, ἀλλὰ πλούσιος εἶ. Τί λέγεις, δέσποτα; Πλούσιός εἰμι ὁ πένης; Τί με κενῷ πλουτίζεις ὀνόματι; Εἰ μὲν γὰρ πλούσιος, οὐ πένης· εἰ δὲ πένης, οὐ πλούσιος· πολλὴ γὰρ πλούτου καὶ πενίας διάστασις, ὡς αὐτὸς μαρτυρεῖς χάσμα μέγα μεταξὺ πλουσίου καὶ πένητος ὁρισάμενος. Ὕπουλα τὰ πρόσωπα· ὁ πλούσιος τὸν πτωχὸν ἀποστρέφεται, ὁ πτωχὸς τὸν πλούσιον ὑποβλέπεται· ἐναντία τὰ πράγματα, ὁ βίος ἀνώμαλος· ὁ μὲν γὰρ ἐπιστένει τοῖς πάθεσιν, ὁ δὲ ἐπικαγχάζει ταῖς ἡδοναῖς· οὗτος ἄρτου τυχεῖν ἐπεύχεται, ἐκεῖνος ταῖς ἀδηφαγίαις ὑπερμαζᾷ· οὗτος οἴνου κοτύλης οὐκ εὐπορεῖ, ἐκεῖνος κραιπαλῶν τὴν μέθην ἐξερεύγεται· οὗτος ῥάκος περιβέβληται, ἐκεῖνος ἐν ποικίλαις ἐσθήσεσι περιτέρπεται· οὗτος ἐπὶ ἐδάφους ἀγρυπνῶν ἔρριπται, ἐκεῖνος ἐπὶ στρωμνῆς ῥέγχει τὴν τρυφὴν ὀνειροπολῶν· οὗτος κερμάτιον αἰτεῖ, ἐκεῖνος χρυσῷ κατακέχωσται· ὁ γὰρ θησαυρίζων, μὴ διανέμων δὲ ἔοικε πτωχῷ πλουσίαν ταφὴν ἀναμένοντι. Ἀλλ' οὐδὲ τοῖς καιροῖς ἴσως χαίρουσι· τῷ πτωχῷ μὲν γὰρ ὁ χειμὼν χαλεπὸς τὸ θάλπον οὐκ ἔχοντι, τῷ πλουσίῳ δὲ τὸ θέρος μοχθηρὸν ὑπὸ πλησμονῆς τὸ θάλπος οὐ στέγοντι. Πῶς οὖν ὁ αὐτὸς πένης καὶ πλούσιος; Ἀληθὴς ὁ λόγος· ἀλήθεια γὰρ ὁ φθεγγόμενος. Πένητές ἐσμεν διὰ τὴν ἔνδειαν τῶν χρημάτων, πλούσιοι δὲ διὰ τοὺς θησαυροὺς τῆς πίστεως. Ἄμεινον δὲ πένεσθαι τὰ βιωτικά, πλουτεῖν δὲ τὰ πνευματικά· τῶν μὲν γὰρ τὸ τέλος φθορά, τῶν δὲ τὸ κέρδος ἀναφαίρετον. Διὰ τοῦτό φησιν ὁ σωτήρ· Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, ὅπου κλέπται διορύσσουσι καὶ τὰ ἑξῆς. Καλὸν οὖν ἡμᾶς θησαυρίζειν τὰ ἐπουράνια πτωχοὺς τρέφοντας, ἀστέγους ξενίζοντας, ἀσκέπους περιβάλλοντας, χρεωφειλέταις ἀπολύοντας καὶ τὸ δάνειον εἰς θεὸν μεταφέροντας· Ὁ ἐλεῶν πτωχόν, φησίν, δανείζει θεῷ. Ταῦτα γὰρ ἄγγελοι θεωροῦντες ἐπὶ τὸν κριτὴν τῶν ὅλων ἀναφέρουσιν· ὁ δὲ προστάττει λέγειν αὐτοὺς τῷ ἐργαζο μένῳ τὸ ἀγαθόν· Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ.