Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In synaxim incorporalium
John ChrysostomInco 6 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Καὶ ὁ σοφώτατος Δανιὴλ ὁ νέος τὸν χρόνον, γέρων δὲ τὸν νοῦν, ὁ διὰ τὰς ἄλλων κακίας αἰχμάλωτος, διὰ δὲ τὰς οἰκείας ἀρετὰς καὶ τοῖς αἰσχίστοις τῶν γερόντων τὰ πρωτεῖα καρπούμενος καὶ τῆς ἀνευθύνου Σωσάννης συνήγορος, ὁ τῶν λεόντων χαλιναγωγὸς καὶ τῷ βηλαίῳ δράκοντι μαζοποιήσας ὄλεθρον, ὁ τῶν ἀλλοτρίων ὀνείρων θεατὴς καὶ τῶν μυστικῶν θεωρημάτων ἐραστής· Δανιὴλ γάρ, φησίν, ἀνὴρ ἐπιθυμιῶν, ἐπιθυμιῶν οὐ σαρκὸς οὐδὲ ψυχῆς παθῶν, ἀλλὰ σοφίας ἐνθέου καὶ συνέσεως· ὅθεν αὐτῷ ὁ θεὸς τὰ μέλλοντα προεμήνυσε, τὰς ἡγεμονίας τῆς γῆς, τὰ Μήδων καὶ Περσῶν καὶ Μακεδόνων καὶ Ῥωμαίων αὐτῶν, ἐπὶ πᾶσιν δὲ τούτοις τὸν κύριον ἡμῶν Ἰησοῦν ὡς λίθον ἐξ ὄρους ἀτόμου τεμνόμενον, τοῦτ' ἔστιν ἐνσάρκως ἐξ ἀγάμου παρθένου τικτόμενον, τῶν νεκρῶν τὴν ἀναβίωσιν, τῶν ζώντων τὴν μεταλλαγήν, τὴν διὰ πυρὸς κρίσιν, τῶν εὐσεβῶν τὸν στέφανον καὶ τῶν ἀσεβῶν τὴν βάσανον. Ὁ τοιοῦτος ἀνὴρ μέγα τι χρῆμα τοὺς ἀγγέλους φησί· προστάξει γὰρ θεοῦ τοῦ κτίσαντος τὴν πᾶσαν κτίσιν διαλαχεῖν καὶ τῶν ἐθνῶν τοῖς κρατίστοις ἐπικρατεῖν, τὸν μέν τινα τοὺς Πέρσας ἐφορᾶν, τὸν δὲ Μιχαὴλ ἀρχάγγελον τὸν ἐκ περιτομῆς λαὸν φρουρεῖν· συστῆναι δὲ τοῖς ἐφόροις ἄμφω διαπληκτισμὸν οὐ κατὰ πάθος ὀργῆς, ἀλλὰ κατὰ θεῖόν τινα καὶ ἀπόρρητον λόγον, τοῦ μὲν δουλεύειν Ἰουδαίους Πέρσαις ἀναγκάζοντος, τοῦ δὲ πρὸς τὴν ἐλευθερίαν ἀνθέλκοντος. Ὑπόθοιτο δὴ ἄν τις τὸν τῶν Περσῶν ἔφορον τοιαῦτα λέγειν· Ἔασον, Μιχαήλ· τί παλαιὰ παρασαλεύεις δίκαια, τοῦ Περσῶν ζυγοῦ θέλων Ἰουδαίους ἐξαγαγεῖν; Οὐ νέον τὸ πρᾶγμα· παρὰ Χαλδαίων αὐτοὺς καὶ Μήδων παρέλαβον. Ἡ δουλεία τῆς ἀσεβείας ἐπιτίμιον. Καὶ γὰρ αὐτοὶ θεοῖς ὀθνείοις ἐδούλευσαν τὸν εὐεργέτην θεὸν ἀθετήσαντες τὸν ποικίλαις πληγαῖς Αἰγυπτίους αἰκισάμενον, τὸν διὰ θαλάσσης πεζοὺς ὁδηγήσαντα, τὸν στύλῳ πυρὸς τὴν νύκτα φωτίσαντα, τὸν σκιᾷ νεφέλης τὴν ἡμέραν δροσίσαντα, τὸν ἀερίαις τροφαῖς ἑστιάσαντα, τὸν αὐτομάτοις κρουνοῖς ποτίσαντα. Καὶ τί γὰρ τῶν ἀτοπωτάτων οὐκ ἔδρασαν ξενηλατοῦντες, ἀθεμιτογαμοῦντες, πλεονεκτοῦντες, ὀρφανοὺς καὶ χήρας καὶ προσηλύτους ἁρπάζοντες, μοσχοποιοῦντες, τεκνοκτονοῦντες; Οὐχ Ἡσαΐαν ἔπρισαν; Οὐχ Ἱερε μίαν ἐβαράθρωσαν; Οὐ Ζαχαρίαν παρὰ τοῖς ἁγίοις θυσιαστηρίοις ἐσφαγίασαν; Οὐ τὸν προφήτην Οὐρίαν κατηκόντισαν; Οὐ τὸν Ναβουθαὶ διὰ τὸ κέρδος κατέλευσαν; Τὰ δεινὰ πάντα κατὰ ἀνθρώπων τολμήσαντες κατὰ τοῦ θεοῦ λοιπὸν τὰς χεῖρας φυλάττουσιν. Ἔασον αὐτοὺς τῇ δουλείᾳ δαμάζεσθαι, μή τι σπαταλῶντες δράσωσι χαλεπώτερον. Ἀντὶ θεοῦ δαιμονίοις ἐλάτρευσαν· ἀντὶ δαιμόνων βαρβάροις δουλεύσουσι καὶ τὴν μέλι καὶ γάλα ῥέουσαν γῆν καταλείψαντες τὰς ἀλλοτρίας χώρας ἐργάσονται ἀροτριῶντες ἑτέροις, θερίζοντες ἄλλοις καρπούς, τοῖς ἀλωφήτοις ἱδρῶσι τῶν ἐθνῶν τὰς γαστέρας πιαίνοντες, ὁρῶντες τέκνα οὐκ ἐκ περιτομῆς θηλυνόμενα· Ποιήσουσι γάρ, φησί, σπάδοντας ἐν τῷ οἴκῳ τῶν βασιλέων τῶν Βαβυλωνίων, ὁρῶντες τὰ γύναια πρὸς μὲν ἀνδρῶν ἀκρατῶν μολυνόμενα, πρὸς δὲ χαλεπῶν γυναικῶν δεσποζόμενα ὑδροφορεῖν, φρυγανίζεσθαι προσταττόμενα, τὰ θυγάτρια ταῖς ἠλακάταις καὶ τοῖς ἱστοῖς ἐκτρυχόμενα. Αἰγυπτίων ῥυσθέντες ἠγνωμόνησαν· μάθωσι σωφρονεῖν Πέρσαις δουλεύοντες· τὴν Ἐρυθρὰν θάλασσαν διεπέρασαν, τὸν Εὐφράτην αὖθις οὐ διαβήσονται πρὸς τὴν πατρῴαν ἑστίαν ἀναστρέφοντες· κἂν γάρ ποτε Πέρσας δραπετεύσωσι, οὐ λείψει ταῖς γνώμαις αὐτῶν δεσπότης βαρύτερος· τῆς πλινθουργίας ἀπαλλαγέντες, τῆς πανουργίας οὐκ ἐπελάθοντο.

Intertext edge

Open linked passage

Note