Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio de epiphania
John ChrysostomEpip 6 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Τούτων παρὰ τοῦ βαπτιστοῦ λεγομένων, τὸ τῶν λόγων ἐγγύθεν ἀκροώμενον πλῆθος πρὸς ἀλλήλους ὡς εἰκὸς ὑπελάλει· Τίς οὗτος ὃν οὗτος ὁ βαπτιστὴς ὑποφρίττει; Τίς οὗτος πρὸς ὃν ἁμαρτωλοῦ τάξιν ὁ βαπτιστὴς ἐπιδείκνυται; Τίς οὗτος ὁ τὸν τοσοῦτον τῇ παρουσίᾳ φοβῶν; Ὡς ἔννομον ἐπιστήμονα φρίττει. Πῶς οὖν Φαρισαίους καὶ Σαδδουκαίους τὰ τοῦ νόμου κεφάλαια βαπτίζειν οὐκ ἔφριξεν; Ὡς πολιτείας ἐργάτην ὑψηλῆς κατεπλάγη, καὶ τίς ἂν ὑψηλότερον ἐπιδείξαιτο βίον τοῦ βοτανῶν ἀκρίδας ἐσθίοντος καὶ συζῶντος ἐρήμοις; Ἀλλ' οὐδὲ τὰ φαινόμενα τούτῳ τῶν Ἰωάννου σεμνότερα· ἐσθὴς ἥμερος τούτῳ, τρίχινος δὲ τῷ Ἰωάννῃ χιτών· πρόσωπον τούτῳ σκληραγωγίας ἐλεύθερον, αὐχμηρὰ δὲ τῷ Ἰωάννῃ ἡ μορφή. Πόθεν οὖν ἡ τούτου τούτῳ φοβερὰ παρουσία;

Intertext edge

Open linked passage

Note