Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
Precatio in obsessos
Obse 64.1061.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
64.1061.1
Τοῦ Κυρίου δεηθῶμεν. Ὁ Θεὸς ὁ αἰώνιος, ὁ λυτρωσάμενος τὸ γένος τῶν ἀνθρώπων ἐκ τῆς αἰχμαλωσίας τοῦ διαβόλου, ῥῦσαι τὸν δοῦλόν σου τόνδε ἀπὸ πάσης ἐνεργείας πνευμάτων ἀκαθάρτων, ἐπίταξον τοῖς πονηροῖς καὶ ἀκαθάρτοις πνεύμασί τε καὶ δαίμοσιν, ἀποστῆναι τῆς ψυχῆς καὶ τοῦ σώματος τοῦ δούλου σου τοῦδε, καὶ μὴ ἐμμένειν μηδὲ ἐγκρύπτεσθαι ἐν αὐτῷ. Φυγαδευθείησαν ἐν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ ζωοποιοῦ σου Πνεύματος ἀπὸ τοῦ πλάσματος τῶν χειρῶν σου. Ἵνα καθαρισθεὶς ἀπὸ πάσης ἐπηρείας διαβολικῆς, ὁσίως, καὶ δικαίως, καὶ εὐσεβῶς ζήσῃ, ἀξιούμενος τῶν ἀχράντων μυστηρίων τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, μεθ' οὗ εὐλογητὸς εἶ καὶ δεδοξασμένος σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note