Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quod nemo laeditur nisi a se ipso
John Chrysostomipso 12 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Οὕτω πανταχοῦ τὸν μὲν ἑαυτὸν μὴ βουλόμενον ἀδικεῖν, οὐδεὶς ἕτερος ἀδικῆσαι δυνήσεται· τὸν δὲ οὐκ ἐθέλοντα νήφειν καὶ τὰ παρ' ἑαυτοῦ συνεισφέρειν οἴκοθεν, οὐδεὶς οὐδέποτε ὠφελήσει. Διὰ τοῦτό σοι καὶ ἡ θαυμασία τῶν γραφῶν ἱστορία, καθάπερ ἐν εἰκόνι τινὶ ὑψηλῇ καὶ μεγάλῃ καὶ πολὺ τὸ εὖρος ἐχούσῃ, τῶν παλαιῶν ἀνεγράψετο τοὺς βίους, ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας ἐκτείνασα τὴν διήγησιν. Καὶ δείκνυσί σοι καὶ τοὺς ὑποσκελιζομένους καὶ τοὺς στεφανουμένους, ἵνα σὲ διὰ πάντων παιδεύσῃ ὅτι τὸν παρ' ἑαυτοῦ μὴ ἀδικούμενον οὐδεὶς ἕτερος ἀδικῆσαι δυνήσεται, κἂν πᾶσα ἡ οἰκουμένη πρὸς αὐτὸν χαλεπὸν ἀναρριπίζῃ πόλεμον. Οὔτε γὰρ δυσκολία πραγμάτων, οὔτε καιρῶν μεταβολαί, οὔτε δυναστευόντων ἐπήρειαι, οὔτε ἐπιβουλῶν νιφάδες, οὔτε συμφορῶν ὄχλος, οὔτε πάντων τῶν ἐν ἀνθρώποις κακῶν συλλεγόμενος ὁ φορυτὸς παρασαλεῦσαί τι κἂν μικρὸν δυνήσεται τὸν γενναῖον καὶ νήφοντα καὶ ἐγρηγορότα, ὥσπερ αὖ τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα, καὶ οἴκοθεν προδεδομένον, κἂν μυρίαι προσάγωνται θεραπείαι, οὐδὲν ἀμείνω ποιοῦσι. Τοῦτό γ' οὖν καὶ ἡ παραβολὴ ἡ περὶ τῶν ἀνθρώπων ἐκείνων παρεδήλωσεν ἡμῖν, ὧν ὁ μὲν ἐπὶ τῆς πέτρας, ὁ δὲ ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν ᾠκοδόμησε τὴν ἑαυτοῦ· οὐχ ἵνα ψάμμον καὶ πέτραν νοήσωμεν, οὐδ' ἵνα οἰκοδομὴν λίθων καὶ ὀρόφων, οὐδ' ἵνα ποταμοὺς καὶ ὑετὸν καὶ πνεύματα ἄγρια προσπίπτοντα ταῖς οἰκοδομαῖς, ἀλλ' ἵνα ἀρετὴν καὶ κακίαν ἐκ τούτων ἐκλάβωμεν καὶ ἴδωμεν κἀντεῦθεν ὅτι τὸν ἑαυτὸν μὴ ἀδικοῦντα οὐδεὶς ἀδικεῖ. Οὐκοῦν οὔτε ὁ ὑετὸς καίτοι ῥαγδαῖος φερόμενος, οὔτε οἱ ποταμοὶ πολλῷ ῥοθίῳ προσπίπτοντες, οὔτε τὰ πνεύματα τὰ ἄγρια μετὰ σφοδρᾶς τῆς ῥύμης ἐμβάλλοντα παρεσάλευσάν τι τὴν οἰκίαν ἐκείνην· ἀλλ' ἔμενε καὶ ἀχείρωτος καὶ ἀκίνητος, ἵνα μάθῃς ὅτι τὸν ἑαυτὸν οὐ προδιδόντα οὐδεὶς πειρασμὸς παρασαλεῦσαι δύναται. Ἡ δὲ τοῦ ἑτέρου κατεφέρετο ῥᾴδιον, οὐ διὰ τὴν τῶν πειρασμῶν ἐπιβολήν– ἢ γὰρ ἂν καὶ ἡ ἑτέρα τὸ αὐτὸ ἔπαθεν– ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν. Οὐ γὰρ ἐπειδὴ ἄνεμος προσέπνευσεν, διὰ τοῦτο ἔπεσεν, ἀλλ' ἐπειδὴ ἐπὶ τῆς ψάμμου ἦν οἰκοδομηθεῖσα, τοῦτ' ἔστιν ἐπὶ ῥᾳθυμίας καὶ πονηρίας, τοῦτο πέπονθε. Καὶ γὰρ καὶ πρὶν ἢ τὸν χειμῶνα προσβαλεῖν ἐκεῖνον, ἀσθενής τε ἦν καὶ πρὸς τὸ πεσεῖν ἑτοίμη. Αἱ γὰρ τοιαῦται οἰκοδομαί, καὶ μηδενὸς ἐνοχλοῦντος, αὐτόματοι καταφέρονται ὑποσυρομένης αὐτῆς τῆς κρηπῖδος καὶ διαρρεούσης· καὶ καθάπερ αἱ μὲν ἀράχναι αὐτόματοι διασπῶνται, μηδενὸς αὐταῖς ἐνοχλοῦντος, ὁ δὲ ἀδάμας καὶ παιόμενος ἀδιάλυτος μένει, οὕτω δὴ καὶ οἱ μὴ ἑαυτοὺς ἀδικοῦντες, κἂν ὑπὸ μυρίων παίωνται, ἰσχυρότεροι γίνονται· οἱ δὲ ἑαυτοὺς προδιδόντες, κἂν μηδεὶς ὁ ἐνοχλῶν ᾖ, αὐτόματοι φέρονται καὶ διαρρέουσι καὶ ἀπόλλυνται· ὥσπερ καὶ ὁ Ἰούδας οὐ μόνον οὐδενὸς ἐνοχλήσαντος πειρασμοῦ τοιούτου, ἀλλὰ καὶ πολλῆς ἀπολαύσας τῆς θεραπείας. 13 Βούλει σοι τοῦτον καὶ ἐπὶ δῆμον ὁλόκληρον δείξω διαλάμποντα τὸν λόγον; Πόσης ὁ Ἰουδαίων δῆμος ἀπήλαυσε προνοίας; οὐ πᾶσα ἡ ὁρωμένη κτίσις πρὸς ὑπερεσίαν αὐτῶν παρεσκευάζετο; καὶ καινός τις αὐτοῖς καὶ ξένος εἰσήγετο διαγωγῆς βίου τρόπος; Οὐδὲ γὰρ εἰς ἀγορὰν ἐνέβαλλον καὶ οὕτω τῶν ὠνίων ἀπήλαυον, ἀργύριον μὴ κατατιθέντες, οὐδὲ αὔλακας ἔτεμνον, οὐδὲ ἄροτρον εἷλκον, οὐδὲ γῆν ἐσπαράττον, οὐδὲ σπέρματα κατέβαλλον, οὐδὲ ὑετῶν ἐδέοντο καὶ τῶν τοῦ ἔτους ὡρῶν, οὐχ ἡλιακῆς ἀκτῖνος, οὐ σεληνιαίου δρόμου, οὐ φύσεως ἀέρος, οὐκ ἄλλου τῶν τοιούτων οὐδενός· οὐχ ἅλωνα παρεσκεύαζον, οὐ καρπὸν ἔτριβον, οὐ πνευμάτων ἔχρῃζον πρὸς τὸ διακρῖναι τοὺς πυροὺς τῶν ἀχύρων, οὐ μύλην ἔστρεφον, οὐ κλίβανον ᾠκοδόμουν, οὐ ξύλα καὶ πῦρ εἰς τὴν οἰκίαν εἰσῆγον, οὐκ ἀρτοποιητικῆς ἐδέοντο τέχνης, οὐ μάκελλαν μετεχείριζον, οὐ δρεπάνην ἠκόνων· οὐκ ἄλλης τινὸς ἐδέοντο τέχνης, ὑφαντικῆς καὶ οἰκοδομικῆς καὶ τῆς τὰ ὑποδήματα παρεχούσης, ἀλλὰ πάντα ἦν αὐτοῖς ὁ τοῦ θεοῦ λόγος καὶ ἐσχεδιασμένην εἶχον τράπεζαν, καὶ ἱδρώτων καὶ πόνων ἀπηλλαγμένην. Τοιαύτη γὰρ ἡ τοῦ μάννα φύσις· νεαρά τε καὶ πρόσφατος καὶ οὐδαμοῦ παρέχουσα αὐτοῖς πράγματα, οὐδὲ κατατείνουσα πόνῳ· καὶ τὰ ἱμάτια δὲ αὐτοῖς καὶ τὰ ὑποδήματα, καὶ αὐτὴ ἡ τοῦ σώματος φύσις τῆς οἰκείας ἐπελανθάνετο ἀσθενίας. Ἐν γὰρ χρόνῳ οὕτω μακρῷ, οὔτε ἐκεῖνα ἐτρίβετο, οὔτε οἱ πόδες αὐτῶν καίτοι τοσαῦτα βαδιζόντων ἐτυλώθησαν. Ἰατρῶν αὐτοῖς καὶ φαρμάκων καὶ τῆς ἄλλης περὶ τὴν τοιαύτην τέχνην σπουδῆς οὐδὲ μνήμη τις ἦν ἐν αὐτοῖς. Οὕτω πᾶσα ἐκποδῶν ἀρρωστία ἦν. Ἐξήγαγε γὰρ αὐτοῖς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, φησί, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Ἀλλ' ὥσπερ τὸν κόσμον τοῦτον ἀφέντες καὶ πρὸς ἑτέραν βελτίονα μετοικισθέντες οἰκουμένην, οὕτως ἤσθιον, οὕτως ἔπινον καὶ οὔτ' ἀκτὶς θερμοτέρα γινομένη τὰς κεφαλὰς ἔπληττε τὰς ἐκείνων,– διετείχιζε γὰρ τὴν φλόγα νεφέλη πάντοθεν ἐπαιωρουμένη καὶ περιφορητὴ γινομένη στέγη τοῖς δήμοις ἅπασιν ἐκείνοις– οὔτε ἐν νυκτὶ λαμπάδος ἐδέοντο διαιρούσης τὸ σκότος, ἀλλ' ἦν αὐτοῖς ὁ στύλος τοῦ πυρὸς πηγὴ φωτὸς ἀφάτου, δύο χρείας παρέχων, τήν τε ἀπὸ τοῦ φαίνειν, τήν τε ἀπὸ τοῦ κατευθύνειν αὐτοῖς τὴν ἀποδημίαν. Οὐ γὰρ φωτειδὴς μόνον ἦν, ἀλλὰ καὶ ὁδηγοῦ παντὸς ἀκριβέστερον ἐχειραγώγει κατὰ τὴν ἤπειρον ἐκείνην τὸν ἄπειρον δῆμον ἐκεῖνον. Ἐβάδιζον δέ, οὐκ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης, ὡς ἐπὶ γῆς, καὶ τῶν ὅρων τῆς φύσεως κατετόλμων, τὸ χαλεπὸν ἐκεῖνο πεζεύοντες πέλαγος, ὡς διὰ πέτρας στερρᾶς καὶ ἀντιτύπου τινὸς ὁδοιποροῦντες. Καὶ ὅτε μὲν αὐτοῖς ὑπεστόρεστο, γῆν ἐμιμεῖτο στερρὰν τὸ στοιχεῖον καὶ πεδία ὕπτια καὶ ἀρούρας, ὅτε δὲ τοὺς ἐχθροὺς ἀπέλαβε τὰ θαλάσσης κατειργάζετο καὶ αὐτοῖς μὲν ἐγένετο ὄχημα, τοῖς δὲ πολεμοῦσιν αὐτοὺς τάφος, τοὺς μὲν μετ' εὐκολίας παραπέμπουσα, τοὺς δὲ μετὰ πολλῆς τῆς σφοδρότητος καταποντίζουσα· καὶ ἡ ἄτακτος τῶν ὑδάτων ῥύμη ἀνδρῶν λογικῶν καὶ εὐταξίαν καὶ ὑπακοὴν ἐπεδείκνυτο, νῦν μὲν φύλακος, νῦν δὲ δημίου τάξιν ἐπέχουσα, καὶ ἐν ἡμέρᾳ μιᾷ τὰ ἐναντία ἀθρόον ἐπιδεικνυμένη. Τί ἄν τις εἴποι τὰς πέτρας αἳ ποταμοὺς ἠφίεσαν ὑδάτων; τί δὲ τὰ νέφη τῶν ὀρνίθων οἳ τῶν πλήθει τῶν σωμάτων τὴν γῆν ἀπέκρυψαν ἅπασαν; τί τὰ ἐν Αἰγύπτῳ θαύματα· τί τὰ ἐν ἐρήμῳ παράδοξα; τί τὰ τρόπαια καὶ τὰς νίκας τὰς ἀναιμωτὶ γινομένας; ὡς γὰρ χορεύοντες, οὐχ ὡς πολεμοῦντες τοὺς ἀντιπίπτοντας ἐχειροῦντο. Καὶ τῶν μὲν οἰκείων δεσποτῶν χωρὶς ὅπλων ἐκράτησαν· τῶν δὲ μετὰ τὴν Αἴγυπτον μαχομένων αὐτοῖς, σαλπίζοντες καὶ ψάλλοντες οὕτω περιεγένοντο. Καὶ ἦν χορεῖα μᾶλλον ἢ πόλεμος τὰ γινόμενα, μυσταγωγία μᾶλλον ἢ μάχη. Καὶ γὰρ πάντα τὰ τεράστια ταῦτα οὐ διὰ τοῦτο ἐγένετο μόνον, ἵνα τὴν χρείαν αὐτοῖς πληρώσῃ, ἀλλ' ἵνα καὶ τὴν διδασκαλίαν, ἣν ἐνέθηκεν αὐτοῖς ὁ Μωυσῆς, τῆς θεογνωσίας ἀκριβέστερον διατήρωσι· καὶ φωναὶ πανταχόθεν ἐφέροντο τὸν δεσπότην ἀνακηρύττουσαι. Καὶ γὰρ ἡ θάλαττα ταῦτα ἐβόα, νῦν μὲν πεζευομένη, νῦν δὲ θάλαττα γινομένη καὶ τὰ Νειλῷα νάματα ταύτην ἠφίει τὴν φωνὴν πρὸς αἵματος μεταβαλλόμενα φύσιν. Καὶ οἱ βάτραχοι καὶ τὸ τῶν ἀκρίδων στρατόπεδον ἐκεῖνο καὶ ἡ κάμπη καὶ ἡ ἐρυσίβη ταῦτα διελέγετο τῷ δήμῳ παντί· καὶ τὰ ἐπὶ τῆς ἐρήμου τεράστια, τὸ μάννα, ὁ στύλος, ἡ νεφέλη, ἡ ὀρτυγομήτρα, τὰ ἄλλα πάντα ἀντὶ βιβλίου αὐτοῖς ἐγένετο καὶ γραμμάτων οὐδέποτε ἐξαλειφομένων, ἔναυλον καθ' ἑκάστην ἡμέραν παρεχόμενα αὐτοῖς τὴν μνήμην καὶ ἐνηχοῦντα αὐτῶν τὴν διάνοιαν. Ἀλλ' ὅμως μετὰ τοσαύτην καὶ τηλικαύτην πρόνοιαν, μετὰ τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, μετὰ τὸ μέγεθος τῶν θαυμάτων ἐκείνων, μετὰ τὴν κηδεμονίαν τὴν ἄρρητον, μετὰ τὴν διδασκαλίαν τὴν διηνεκῆ, μετὰ τὴν κατήχησιν τὴν ἀπὸ τῶν ῥημάτων, μετὰ τὴν παραίνεσιν τὴν ἀπὸ τῶν πραγμάτων, μετὰ τὰς νίκας τὰς λαμπράς, μετὰ τὰ τρόπαια τὰ παράδοξα, μετὰ τὴν τῶν τραπεζῶν ἀφθονίαν, μετὰ τὴν δαψίλειαν τῶν ναμάτων ἐκείνων, μετὰ τὴν ἄφατον δόξαν ἣν περιεβάλλοντο παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, ἐπειδὴ ἀγνώμονες ἦσαν καὶ ἀναίσθητοι, μόσχον προσεκύνησαν καὶ βοὸς κεφαλὴν ἐθεράπευον καὶ θεοὺς ἐπεζήτουν αὐτοῖς γενέσθαι, νεαρὰ τὰ ὑπομνήματα τῶν ἐν Αἰγύπτῳ εὐεργεσιῶν ἔχοντες τοῦ θεοῦ, καὶ πολλῶν καὶ ἄλλων ἀπολαύοντες ἔτι.

Intertext edge

Open linked passage

Note