Quod nemo laeditur nisi a se ipso
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Τί ποτε οὖν ἐστιν ἵππου ἀρετή; ἆρα τὸ χρυσοῦν ἔχειν χαλινὸν καὶ τελαμῶνας τοιούτους καὶ στρωματόδεσμον ἐκ σηρικῶν νημάτων συγκείμενον καὶ τάπητας ποικίλους καὶ χρυσοπάστους καὶ φάλαρα λιθοκόλλητα καὶ πλοκάμους χρυσοῖς σχοινίοις συμπεπλεγμένους ἢ τὸ δρομικὸν εἶναι καὶ εὐσκελῆ καὶ βαδίζειν εὔρυθμα καὶ ὁπλὰς ἔχειν ἵππῳ πρεπούσας γενναίῳ καὶ ἀνδρείαν κεκτῆσθαι τὴν ἐν ἀποδημίαις μακραῖς, τὴν ἐν πολέμοις ἁρμόζουσαν καὶ δύνασθαι καὶ ἐν παρατάξει μετὰ πολλοῦ φαίνεσθαι τοῦ παραστήματος καὶ τροπῆς γενομένης σῴζειν τὸν ἀναβάτην; Οὐκ εὔδηλον ὅτι ταῦτα ἵππου ἀρετή, οὐκ ἐκεῖνα; Τί δὲ ὄνων καὶ ἡμιόνων ποίαν φαίης ἀρετὴν εἶναι; Οὐ τὸ δύνασθαι μετ' εὐκολίας ἀχθοφορεῖν καὶ ῥᾳδίως τὰς ὁδοὺς διανύειν καὶ πόδας ἔχειν στερρότητα πέτρας μιμουμένους; Μὴ τὰ ἔξωθεν αὐτοῖς περικείμενα συντελεῖν τι πρὸς τὴν οἰκείαν ἀρετὴν αὐτῶν φήσομεν; οὐδαμῶς. Ἄμπελον δὲ ποίαν θαυμασόμεθα; τὴν τοῖς φύλλοις κομῶσαν καὶ τοῖς κλήμασιν ἢ τὴν τῷ καρπῷ βριθομένην; Ποίαν δὲ ἀρετὴν ἐλαίας εἶναί φαμεν; ὅταν μεγάλους ἔχῃ τοὺς κλάδους καὶ πολλὴν τὴν ἀπὸ τῶν φύλλων κόμην ἢ ὅταν τὸν οἰκεῖον καρπὸν δαψιλῆ καὶ πανταχοῦ διεσπαρμένον ἐμφαίνῃ; οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων ποιῶμεν· διευκρινήσωμεν τὴν ἀρετὴν τὴν τοῦ ἀνθρώπου καὶ βλάβην εἶναι ἐκείνην νομίσωμεν μόνην, τὴν αὐτῇ λυμαινομένην. Τί οὖν ἐστιν ἀρετὴ ἀνθρώπου; οὐ χρήματα ἵνα πενίαν δείσῃς· οὐδὲ ὑγίεια, ἵνα φοβηθῇς ἀρρωστίαν· οὐδὲ ἡ τῶν πολλῶν ὑπόληψις, ἵνα ὑπίδῃς δόξαν πονηράν· οὐδὲ τὸ ζῆν ἁπλῶς καὶ εἰκῇ, ἵνα φοβερός σοι γένηται ὁ θάνατος· οὐδὲ ἐλευθερία, ἵνα δουλείαν φύγῃς· ἀλλ' ἡ τῶν ἀληθῶν δογμάτων ἀκρίβεια καὶ ἡ κατὰ τὸν βίον ὀρθότης. Ταῦτα οὐδὲ αὐτὸς ὁ διάβολος ἀποσυλῆσαι δυνήσεται, ἐὰν ὁ κεκτημένος αὐτὰ μετὰ τῆς προσηκούσης ἀκριβείας διαφυλάττῃ. Καὶ ταῦτα καὶ ὁ πονηρότατος καὶ ἄγριος δαίμων ἐκεῖνος οἶδε. Διὰ γάρ τοι τοῦτο καὶ τὴν οὐσίαν ἐσύλα τοῦ Ἰώβ, οὐχ ἵνα πένητα ποιήσῃ, ἀλλ' ἵνα βλάσφημόν τι ῥῆμα ἐκβαλεῖν βιάσηται καὶ τὸ σῶμα κατέτεμνεν, οὐχ ἵνα ἀρρωστίᾳ περιβάλῃ, ἀλλ' ἵνα ὑποσκελίσῃ τὴν κατὰ ψυχὴν ἀρετήν. Ἀλλ' ὅμως πάντα αὐτοῦ κινήσας τὰ μηχανήματα καὶ πένητα ἀντὶ πλουτοῦντος ποιήσας, τοῦτο δὴ πᾶσιν ἡμῖν φρικωδέστατον εἶναι δοκοῦν, ἀντὶ πολύπαιδος ἄπαιδα καὶ καταξάνας αὐτοῦ τὸ σῶμα ἅπαν, τῶν ἐν δικαστηρίοις δημίων χαλεπώτερον– οὐ γὰρ οὕτως διορύττουσιν οἱ ἐκείνων ὄνυχες τὰς πλευρὰς τῶν ἐμπιπτόντων αὐτοῖς ὡς κατέξαναν αὐτοῦ τὴν σάρκα τῶν σκωλήκων τὰ στόματα– καὶ πονηρὰν αὐτῷ περιθεὶς δόξαν– οἱ γὰρ φίλοι αὐτῷ παρόντες ἔλεγον· Οὐκ ἄξια ὧν ἥμαρτες μεμαστίγωσαι, καὶ πολλοὺς ἀπέτεινον κατ' αὐτοῦ κατηγορίας λόγους– καὶ οὐχὶ τῆς πόλεως ἐξέβαλε μόνον, οὐδὲ τῆς οἰκίας, καὶ εἰς ἄλλην μεταστήσας πόλιν, ἀλλὰ τὴν κοπρίαν καὶ οἰκίαν αὐτῷ καὶ πόλιν καταστήσας, οὐ μόνον οὐδὲν αὐτὸν ἐλυμήνατο, ἀλλὰ καὶ λαμπρότερον δι' ὧν ἐπεβούλευσεν ἀπέφηνεν. Ὁ δὲ οὐ μόνον τι τῶν ὄντων οὐκ ἀφείλετο καίτοι τοιαῦτα ἀφελόμενος, ἀλλὰ καὶ μείζονα αὐτῷ τὸν πλοῦτον τῆς ἀρετῆς εἰργάσατο· καὶ γὰρ πλείονος μετὰ ταῦτα ἀπέλαυσε παρρησίας, ἅτε καὶ σφοδρότερον ἀγωνισάμενος ἀγῶνα. Εἰ δὲ ὁ τοσαῦτα παθὼν οὐδὲν ἠδίκηται, καὶ παθὼν οὐ παρὰ ἀνθρώπου, ἀλλὰ παρὰ τοῦ πάντων ἀνθρώπων πονηροτέρου δαίμονος, τίς ἕξει λοιπὸν ἀπολογίαν τῶν λεγόντων ὅτι Ὁ δεῖνά με ἠδίκησε καὶ παρέβλαψε; Εἰ γὰρ ὁ διάβολος ὁ τοσαύτης γέμων κακίας, πάντα αὐτοῦ κινήσας τὰ ὄργανα καὶ πάντα ἀφεὶς τὰ βέλη καὶ ὅσα ἦν ἐν ἀνθρώποις κακά, μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ εἰς τὴν οἰκίαν τοῦ δικαίου καὶ εἰς τὸ σῶμα κενώσας, οὐδὲν τὸν ἄνδρα ἠδίκησεν ἀλλά, ὅπερ ἔφην, καὶ μᾶλλον ὠφέλησε, πῶς δυνήσονταί τινες τὸν δεῖνα καὶ τὸν δεῖνα αἰτιάσασθαι, ὡς παρ' αὐτῶν, ἀλλ' οὐχ ὡς οἴκοθεν ἠδικημένοι;