Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quod nemo laeditur nisi a se ipso
John Chrysostomipso 4 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Τί οὖν; φησίν· τὸν Ἀδὰμ οὐκ ἠδίκησε καὶ ὑπεσκέλισε καὶ ἐξέβαλε τοῦ παραδείσου; Οὐχ οὗτος ἀλλ' ἡ τοῦ ἀδικηθέντος ῥᾳθυμία καὶ τὸ μὴ νήφειν μηδὲ ἐγρηγορέναι. Ὁ γὰρ τοιαῦτα καὶ τοσαῦτα προσαγαγὼν μηχανήματα καὶ τὸν Ἰὼβ κατενεγκεῖν μὴ δυνηθείς, πῶς ἂν ἐξ ἐλαττόνων ἐκράτησε τοῦ Ἀδάμ, εἰ μὴ διὰ τῆς οἰκείας ῥᾳθυμίας ἑαυτὸν προέδωκεν ἐκεῖνος; Τί οὖν; ὁ συκοφάνταις περιπεσὼν καὶ δημευθεὶς τὴν οὐσίαν οὐκ ἠδίκηται, καὶ τὰ ὄντα πάντα ἀφαιρεθεὶς καὶ πατρῴων ἐκπεσὼν καὶ πενίᾳ παλαίων ἐσχάτῃ; Οὐκ ἠδίκηται, ἀλλὰ καὶ ἐκέρδανεν, ἐὰν νήφῃ. Τί γάρ, εἰπέ μοι, τοῦτο παρέβλαψε τοὺς ἀποστόλους; οὐ λιμῷ καὶ δίψει καὶ γυμνότητι συνεχῶς ἐπάλαιον; Καὶ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ σφόδρα ἦσαν λαμπροὶ καὶ ἐπίσημοι καὶ πολλὴν παρὰ τοῦ θεοῦ τὴν βοήθειαν ἐπεσπάσαντο. Τί δὲ τὸν Λάζαρον ἡ νόσος καὶ τὰ ἕλκη καὶ ἡ πενία καὶ ἡ ἐρημία τῶν προστησομένων παρέβλαψεν; οὐκ ἐντεῦθεν αὐτῷ μειζόνως ἐπλάκησαν οἱ στέφανοι; Τί δὲ τὸν Ἰωσὴφ τὸ πονηρὰν δόξαν κτήσασθαι ἐπὶ τῆς οἰκείας καὶ ἐπὶ τῆς ἀλλοτρίας; Καὶ γὰρ καὶ μοιχὸς καὶ ἑταιρικὸς εἶναι ἐνομίζετο. Τί δὲ ἡ δουλεία; τί δὲ τὸ τῆς πατρίδος ἐκπεσεῖν; Οὐ διὰ ταῦτα αὐτὸν μάλιστα θαυμάζομεν καὶ ἐκπληττόμεθα; Καὶ τί λέγω τὴν εἰς τὴν ὑπερορίαν μετάστασιν καὶ πενίαν καὶ πονηρὰν δόξαν καὶ δουλείαν; Αὐτὸς γὰρ ὁ θάνατος τί τὸν Ἄβελ παρέβλαψε, καὶ βίαιος καὶ ἄωρος γενόμενος καὶ ὑπὸ χειρὸς ἀδελφικῆς τολμηθείς; Οὐ διὰ τοῦτο πανταχοῦ τῆς οἰκουμένης ᾄδεται; Ὁρᾷς πῶς πλέον ἤπερ ὑπέσχετο ὁ λόγος ἀπέδειξε; Οὐ γὰρ δὴ μόνον οὐδένα παρ' οὐδενὸς ἀδικούμενον ἀπέφηνεν, ἀλλὰ καὶ μειζόνως κερδαίνοντας τοὺς ἑαυτοῖς προσέχοντας. Τίνος οὖν ἕνεκεν τιμωρίαι καὶ κολάσεις; φησί· τίνος ἕνεκεν γέεννα; τίνος ἕνεκεν ἀπειλαὶ τοσαῦται, εἰ μηδεὶς μήτε ἀδικεῖται, μήτε ἀδικεῖ; Τί συγχέεις τὸν λόγον; οὐδὲ γὰρ εἶπον ὅτι οὐδεὶς ἀδικεῖ, ἀλλ' ὅτι οὐδεὶς ἀδικεῖται. Καὶ πῶς ἔνι, φησίν, ἀδικούντων πολλῶν μὴ ἀδικεῖσθαι; οὕτως ὡς ἐδίδαξα νῦν. Ἐπεὶ καὶ τὸν Ἰωσὴφ ἠδίκησαν μὲν οἱ ἀδελφοί, αὐτὸς δὲ οὐκ ἠδικήθη καὶ τῷ Ἄβελ ἐπεβού λευσε μὲν ὁ Κάιν, αὐτὸς δὲ οὐκ ἐπεβουλεύθη, διὰ τοῦτο τιμωρίαι καὶ κολάσεις. Οὐδὲ γὰρ διὰ τὴν τῶν πασχόντων ἀρετὴν ἀναιρεῖ τὰς τιμωρίας ὁ θεός, ἀλλὰ διὰ τὴν κακίαν τῶν πονηρευομένων τίθησι τὰς κολάσεις. Εἰ γὰρ καὶ λαμπρότεροι οἱ πάσχοντες κακῶς ἀπὸ τῶν ἐπιβούλων γίνονται, ἀλλ' οὐ τῆς γνώμης τοῦτο τῶν ἐπιβουλευόντων ἐστί. Διὰ τοῦτο τοῖς μὲν τῆς φιλοσοφίας τὰ βραβεῖα, ἐκείνοις δὲ τῆς πονηρίας αἱ τιμωρίαι εὐτρεπίζονται καὶ παρασκευάζονται. Ἀφῃρέθης τὰ χρήματα; λέγε· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Καὶ προστίθει τὸ ἀποστολικόν· Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἤκουσας κακῶς καὶ μυρίαις σέ τινες ἔπλυναν λοιδορίαις; Ἀναμνήσθητι τῆς ῥήσεως ἐκείνης τῆς λεγούσης· Οὐαὶ ὑμῖν ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι καὶ Χαίρετε καὶ σκιρτᾶτε, ὅταν ἐκβάλωσι καθ' ὑμῶν ὄνομα πονηρόν. Πρὸς τὴν ὑπερορίαν μετῳκίσθης; Ἐννόησον ὅτι οὐκ ἔχεις ἐνταῦθα πατρίδα ἀλλ', εἰ μέλλεις φιλοσοφεῖν, καὶ τὴν γῆν ἅπασαν ξένην ἐκελεύσθης εἶναι νομίζειν. Ἀλλὰ νόσῳ παρεδόθης χαλεπῇ; Εἰπὲ τὸ ἀποστολικὸν ἐκεῖνο· Ὅσῳ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ἀλλὰ θάνατον ὑπέμεινέ τις βίαιον; Ἐννόησον τὸν Ἰωάννην καὶ τὴν ἀποτμηθεῖσαν ἐν δεσμωτηρίῳ κεφαλὴν ἐπὶ πίνακος ἐνεχθεῖσαν καὶ πορνικῆς ὀρχήσεως γενομένην μισθόν. Ἐννόησον τὰς ἐντεῦθεν ἀμοιβάς. Ταῦτα γὰρ ἅπαντα τὰ παθήματα, ὅταν ἀδίκως παρά τινος ἐπάγηταί τινι, καὶ ἁμαρτήματα λύει καὶ δικαιοσύνην ἐργάζεται. Τοσοῦτον αὐτῶν τῆς ὠφελείας τὸ μέγεθος ἐπὶ τῶν γενναίως αὐτὰ φερόντων.

Intertext edge

Open linked passage

Note