Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quod regulares feminae viris cohabitare non debeant
John ChrysostomDebe 2 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Σὺ δὲ ἀθλία καὶ ταλαίπωρε, κεράσασα τὴν κύλικα τὴν ὀλεθρίαν ταύτην, καὶ ὀρέξασα καὶ δοῦσα τὸ φάρμακον, μετὰ τὸ πιεῖν ἐκεῖνον καὶ ἀπολέσθαι ἀπολογίαν σαυτῇ νομίζεις ὑπολελεῖφθαι, τὸ μὴ αὐτὴ πιεῖν, ἀλλ' ἑτέρῳ παρασχεῖν τὸ δηλητήριον; Καίτοι γε ὑμεῖς τῶν φαρμακοπωλῶν ἐκείνων τοσούτῳ χαλεπωτέραν δώσετε δίκην, ὅσῳ καὶ ὁ θάνατος χαλεπώτερος. Οὐ γὰρ σῶμα ἀλλὰ ψυχὴν ἀναιρεῖτε· κἀκεῖνοι μὲν πολλάκις ἢ θυμῷ καὶ ὀργῇ τοῦτο πράττουσιν ἢ χρημάτων δεόμενοι· ὑμεῖς δὲ οὐδὲ εἰς ταύτην ἔχετε καταφυγεῖν τὴν πρόφασιν. Οὔτε γὰρ ἐχθροὺς ὄντας, οὔτε ἠδικηκότας, οὔτε χρημάτων δεόμεναι τοῦτο ποιεῖτε, ἀλλ' ὑπὲρ κενοδοξίας μόνης εἰς τὰς ἀλλοτρίας παίζετε ψυχὰς, τέρψιν οἰκείαν τὸν ἑτέρων ποιούμεναι θάνατον. Ἀλλὰ γὰρ οὐκ οἶδα πῶς ἐξηνέχθην ταῦτα εἰπεῖν ἑτέρωσε ὁρμῶν· διόπερ ἐπανιτέον ὅθεν ἐξέβην· Ὥσπερ γὰρ οὐκ ἀρκούντων τούτων καταισχῦναι τὸ πᾶν ἔθνος, καὶ ἄλλο τι πλέον ἐπενόησαν. Ἀλλὰ μηδεὶς περὶ πασῶν ταῦτα εἰρῆσθαι νομιζέτω· οὐ γὰρ οὕτως ἄθλιος ἐγὼ καὶ ταλαίπωρος, ὡς ὁμοῦ πάντα φύρειν καὶ συγχεῖν. Περὶ γὰρ τῶν ὑπευθύνων καὶ ταῦτα εἴρηται, καὶ τὰ μετὰ ταῦτα εἰρήσεται. Ὥσπερ οὖν οὐκ ἀρκούντων τούτων εἰς βλάβην, ἄνδρας τινὰς οὐδαμόθεν αὐταῖς προσήκοντας λαβοῦσαι συγκατακλείουσι, καὶ τὸν πάντα συνοικίζουσι χρόνον, καθάπερ ἐνδεικνύμεναι καὶ διὰ τούτων καὶ διὰ τῶν εἰρημένων, ὅτι ἄκουσαι ἐπὶ τὴν παρθενίαν εἱλκύσθησαν καὶ βίαν ὑπομείνασαι τὴν ἐσχάτην· καὶ ταύτῃ παραμυθοῦνται τὴν βίαν καὶ τὴν ἀνάγκην. Τί γάρ; οὐχὶ καὶ τούτων χείρω παρὰ πάντων, ὅταν ταῦτα γίνηται, λέγεται καὶ φίλων καὶ οἰκείων; Ταύτας δὲ ζῆν; ἀναπνεῖν δὲ ὅλως; ἀλλὰ μὴ διαπρίζεσθαι μέσας, ἢ κατορύττεσθαι ζώσας μετ' ἐκείνων αὐτῶν; Καὶ γὰρ καὶ ταῦτα καὶ τούτων πολλῷ πλείονα ἅπαντες λέγουσι· καὶ δρόμος λοιπὸν ταῖς μαίαις καθ' ἑκάστην ἡμέραν ἐπὶ τὰς τῶν παρθένων οἰκίας, καθάπερ πρὸς τὰς ὠδινούσας, οὐχ ὥστε λοχεῦσαι τίκτουσαν (γέγονε μὲν γὰρ ἐπί τινων καὶ τοῦτο), ἀλλ' ὥστε διαγνῶναι καθάπερ ἐπὶ τῶν ὠνουμένων θεραπαινίδων, τίς μὲν ἡ διεφθαρμένη, τίς δὲ ἡ ἀνέπαφος· καὶ ἡ μὲν ὑπήκουσε ῥᾳδίως τῇ δοκιμασίᾳ, ἡ δὲ ἀντέσχε, καὶ αὐτῷ τούτῳ καταισχυνθεῖσα ἀπῆλθεν, εἰ καὶ μὴ διέφθαρτο· καὶ ἡ μὲν ἑάλω, ἡ δὲ οὐχ ἑάλω, καὶ αὐτὴ δὲ πάλιν οὐχ ἧττον ἐκείνης αἰσχύνεται, μὴ δυνηθεῖσα ἀξιόπιστος ἀπὸ τοῦ τρόπου φανῆναι, ἀλλὰ μαρτυρίας τῆς ἀπὸ τῆς ἐξετάσεως δεηθεῖσα. Πόσων οὖν οὐκ ἄξια ταῦτα δακρύων; πόσων οὐκ ἄξια θανάτων; Τίς δὲ οὕτω λίθινος καὶ ἀσυμπαθὴς, ὡς μὴ πυρωθῆναι καὶ τὰ τοῦ Φινεὲς παθεῖν; Ἀλλ' ἐκεῖνος μὲν, εἰ κατὰ τὸν καιρὸν ἐκεῖνον ταύτην εἶδε γινομένην τὴν ἀσχημοσύνην, οὐκ ἂν αὐτῶν ἐφείσατο, ἀλλ' ἐποίησεν ἂν ταὐτὸ, ὅπερ καὶ ἐπὶ τῆς Μαδιανίτιδος τότε εἰργάσατο· ἡμεῖς δέ (οὐ γὰρ ἐφεῖται ἁρπάσαι μάχαιραν, οὐδὲ κεντῆσαι τῷ σειρομάστῃ τοὺς τὰ τοιαῦτα πλημμελοῦντας) πάσχομεν μὲν τὰ αὐτὰ, ἅπερ ἔπαθεν ἐκεῖνος ὁ ἅγιος, οὐ δρῶμεν δὲ τὰ αὐτὰ, ἀλλ' ἑτέρως παραμυθούμεθα τὴν ὀδύνην, δι' ὀδυρμῶν καὶ θρήνων. Δεῦρο οὖν συναλγήσατέ μοι καὶ συστενάξατε, ὅσαι ταύτης ἐκτός ἐστε τῆς αἰσχύνης· αἱ γὰρ ἄθλιαι καὶ ταλαίπωροι ἐκεῖναι καὶ ἀναλγησίαν ἴσως μετὰ τῶν ἄλλων νοσοῦσι κακῶν. Ἀλλ' ὑμεῖς αἱ τοῦτον ἀναδεξάμεναι τὸν βίον, καὶ τοῦ νυμφῶνος καταξιούμεναι καὶ τοῦ νυμφίου, καὶ φαιδρὰς ἔχουσαι τὰς λαμπάδας, καὶ τῷ τιμίῳ τῆς παρθενίας παντὸς διαδήματος βασιλικοῦ μᾶλλον κοσμούμεναι στεφάνῳ, δακρύσατε σὺν ἡμῖν καὶ πικρὸν ἀνοιμώξατε· οὐ μικρὸν τοῦτό ἐστι φάρμακον καὶ εἰς διόρθωσιν τῶν τὰ ἀνίατα νοσούντων, καὶ εἰς παραμυθίαν τῶν τὰ ἐκείνων ὀδυρομένων· τοῦτο καὶ ὁ νυμφίος ὁ ὑμέτερός ποτε πεποίηκεν. Τὴν γὰρ Ἱερουσαλὴμ πρὸς ἔσχατον ἀπωλείας κατενεχθεῖσαν ἰδὼν, καὶ οὐκέτι δυναμένην ἀνενεγκεῖν ἀπὸ τῆς ἀρρωστίας, ἐδάκρυσε, καὶ ἐπὶ τῆς Βηθσαϊδᾶ συμβουλαῖς μὲν οὐκ ἐχρήσατο λοιπὸν, οὐδὲ σημείοις, ταλανισμῷ δὲ μόνον, τὸ Οὐαὶ συνεχῶς ἐπιλέγων ταῖς πόλεσι, καθάπερ καὶ ἐπὶ τῶν ψυχορραγούντων, ποιοῦμεν ἡμεῖς. Καὶ ὁ μακάριος δὲ Παῦλος, τὸν διδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος, οὐκ ἐπαύσατο πάντα τὸν βίον τοὺς πεσόντας καὶ ἐν τῷ αὐτῷ πτώματι μένοντας καὶ οὐκ ἐθέλοντας ἀναστῆναι λοιπὸν ὀλοφυρόμενος οὕτω πικρῶς, ὡς καὶ μετὰ διορισμοῦ τινος ἰσχυροτέρου τοῖς Ῥωμαίοις αὐτὸ δὴ τοῦτο ἐπιστέλλειν καὶ λέγειν ὅτι Λύπη μοί ἐστι μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα. Εἶδες πόσην ἔχει τὰ ῥήματα ἔμφασιν, πόσον πόνον καρδίας παρίστησι; Καὶ τῶν πιστῶν δὲ τοὺς χωλεύοντας καὶ κλυδωνιζομένους οὕτω πενθεῖ, ὡς αὐτὸς ἐν ἐκείνοις τυγχάνων τοῖς κακοῖς. Τίς γὰρ, φησίν, ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ οὐκ εἶπε Λυποῦμαι, ἀλλὰ Πυροῦμαι, τὸ ἀφόρητον καὶ ἀνήκεστον τῆς ὀδύνης διὰ τῆς πυρώσεως παραστῆσαι βουλόμενος.

Intertext edge

Open linked passage

Note