Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia eclogae
John MalalasEclo 234.1 · pg-scrape-grcMore by John Malalas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
234.1
Chronographia (eclogae e cod. Paris. gr. 1336)̓ Εκλογὴ τῶν Χρονικῶν ἀπὸ Ἰωάννου Ἱστορικοῦ ἀπὸ Ἀδὰμ ἕως βασιλείας Καίσαρος. Ὁ ΠΡΩΤΟΣ ἄνθρωπος ἐκ τῆς γῆς Ἀδὰμ, εἶχε μέτρον ἡλικίας πόδας ἓξ, μετὰ τῆς αὐτοῦ κεφαλῆς, ὡς εἶναι τὴν αὐτοῦ ἡλικίαν δακτύλων ϟς. ἡ δὲ σπιθαμὴ αὐτοῦ εἶχε δακτύλους ιδ. ὁ δὲ πήχυς αὐτοῦ εἶχε δακτύλους κδ. ὁ δὲ ποῦς αὐτοῦ εἶχε δακτύλους ις. ἔζησε δὲ ἔτη Ϡλ. ἡ δὲ τούτου γυνὴ Εὔα ἐγέννησεν υἱοὺς τρεῖς, τὸν Κάϊν, τὸν Ἄβελ, τὸν Σήθ· καὶ θυγατέρας δύο, τὴν Ἀζουρὰν, καὶ τὴν Ἀσουὰμ. καὶ ὁ μὲν Ἄβελ ἦν ποιμὴν προβάτων, ὁ δὲ Κάϊν ἐργαζόμενος τὴν γῆν, καὶ προσήνεγκεν ἕκαστος αὐτῶν θυσίαν τῷ· Θεῷ. καὶ ἔπιδεν ὁ θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν οὐ προσέσχε, καὶ ἐλυπήθη Κάϊν, καὶ ἀπέκτεινε τὸν Ἄβελ. 232 ὀργίσθη δὲ Κύριος τῷ Κάϊν, καὶ εἶπεν αὐτῷ" στένων καὶ τρέμων ἔση ἐπὶ τῆς γῆς." Ὁ δὲ Ἀδὰμ κατὰ κέλευσιν Θεοῦ ἔθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ ἑρπετοῖς καὶ ἰχθύσι καὶ ἀμφιβίοις, καὶ τοῖς ἑαυτοῦ τέκνοις. τὸ γὰρ ἑαυτοῦ ὄνομα καὶ τῆς γυναικὸς αὐτοῦ, ἄγγελος Κυρίου εἶπεν αὐτῷ. ὁ δὲ υἱὸς αὐτοῦ ὁ Σὴθ συνέταξε τὰ ὀνόματα τῶν ἑπτὰ ἀστέρων, σοφίαν λαβὼν παρὰ Θεοῦ· καὶ κατὰ κέλευσιν Θεοῦ ἔθηκεν ὀνόματα τοῖς ἄστροις πᾶσι, καὶ τοῖς πέντε πλανῖταις, εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων. καὶ τὸν πρῶτον πλανίτην ἀστέρα ἐκάλεσε Κρόνον, τὸν β Δία, τὸν τρίτον Ἄρεα, τὸν δ Ἀφροδίτην, τὸν ε Ἑρμῆν· καὶ τὰ ζ φωνήεντα ἐκτῶν ε ἀστέρων, καὶ τῶν δύο φωστήρων ἐξέθετο· ἐξέθετο δὲ καὶ γράμματα Ἑβραϊκά· πρῶτος γὰρ ταῦτα ἐξεῦρεν, καὶ ταῦτα συνεγράψατο. τῶν δὲ δύο φωστήρων τὰ ὀνόματα, αὐτὸς ὁ θεὸς ἐκάλεσε, ἥλιον καὶ σελήνην. ταῦτα ὁ σοφώτατος Φουρτῖνος ὁ Ῥωμαῖος χρονογράφος συνεγράψατο. Ὁ δὲ Σὴθ ἔλαβε γυναῖκα τὴν Ἀσουὰμ ἑαυτοῦ ἀδελφὴν, καὶ ἐτεκνοποίησε, καὶ ἐγένετο γενναίᾳ πολλῇ, καὶ ἐπλήσθη ἡ γῆ ἐξ αὐτῶν, ἀνδρῶν καὶ γυναικῶν· ὁ δὲ Κάϊν ἔλαβε γυναῖκα Ἀζουρὰν τὴν ἑαυτοῦ ἀδελφὴν, καὶ ἐγένετο ἐξ αὐτοῦ γενέᾳ πολλῇ. ἐν τοῖς οὖν μέσοις χρόνοις, ἐτέχθη Ἐνὼχ δίκαιος υἱὸς Ἰαρὲδ, καὶ οὐκ ἀπέθανε. μετὰ δὲ τὸν Ἀδὰμ, μετὰ ασ ἔτη μετετέθη ὁ Ἐνὼχ, ἕβδομος ὢν ἀπὸ Ἀδάμ." ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας" τῶν ἀνθρώπων, ὅτι καλαὶ ἦσαν, ἔλαβον αὐτὰς γυναῖκας, καὶ ἐγέννησαν υἱοὺς, καὶ ἦσαν γίγαντες ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, οἱ ἀπ' αἰῶνος ὀνομαστοὶ ἄνθρωποι. ἐγένετο δὲ ἀπὸ Ἀδὰμ ἕως τοῦ ἐπιθυμῆσαι τοὺς υἱοὺς τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔτη βρκβ. Ὁ δὲ Πλούταρχος φησὶν ὅτι σφαίρα πυρὸς κατενέχθη εἰς τὴν Κελτικὴν χώραν ὑπὸ τοῦ Θεοῦ, κατέκαυσε τοὺς γίγαντας, καὶ εἰς τὸν Κρηδανὸν ποταμὸν ἐνεχθεῖσα ἡ σφαίρα, ἐσβέσθη. τοῦτο τὸ πῦρ ἱστοροῦσιν οἱ Ἕλληνες, καὶ λέγουσι τὸν υἱὸν τοῦ ἡλίου εἶναι τὸν Φαέθοντα, πεπτωκότα ἐκ τοῦ ἅρματος τοῦ ἡλίου εἰς τὴν γῆν. οἱ δὲ λοιποὶ γίγαντες, ἰδόντες τοὺς ἐξ αὐτῶν κρανοθέντας, 233 ἔμειναν ἀπειθεῖς· καὶ ὀργισθεὶς ὁ Θεὸς, εἶπε πρὸς αὐτοὺς," ὅτι οὐ μὴ καταμείνῃ τὸ πνεῦμα μου," καὶ τὰ ἑξῆς, ὡς ἐμφέρεται ἐν τοῖς Μωσαϊκοῖς συγγράμμασιν. Καὶ ἐγένετο ἄνθρωπος ἀγαπώμενος ὑπὸ τοῦ Θεοῦ, ὀνόματι Νῶε, καὶ ἐποίησε Θεοῦ προστάξει κιβωτὸν, καὶ εἰσῆλθεν αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ πάντες, καὶ ἐκ τῶν θηρίων καὶ ἑρπετῶν καὶ πετεινῶν. καὶ ἐγένετο ὁ κατακλυσμὸς ἡμέρας μ, καὶ ἀπέθανε πᾶσα σὰρξ ἔχουσα πνεῦμα ζωῆς. Ἐγένετο δὲ ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτει βφηβ, καὶ γενεαὶ ι. μετὰ δὲ τὸ παῦσαι τὸν κατακλυσμὸν, εὑρέθη ἡ κιβωτὸς εἰς τὰ ὄρη Ἀραρὰτ τῆς Πισσιδίας, καὶ ἔστιν ἐν αὐτῷ ξύλα ἕως τοῦ νῦν. Ἡ δὲ γενεὰ τοῦ Νῶε, ἐτεκνοποίησε, καὶ ἐγένετο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ ἐποίουν πυργοποΐαν, οἵ τινες καὶ τὴν κατασκευὴν τῆς κιβωτοῦ ἐπιστάμενοι, πρῶτοι ἐποίησαν πλοῖα. ἐγένετο δὲ ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη ἐν δὲ τῷ μέσῳ χρόνῳ μετὰ τὸν κατακλυσμὸν, συνεγράψατο τὴν ἀστρονομίαν Ἀρφαξὰθ εὑρηκὼς τὴν τοῦ Σὴθ υἱοῦ Ἀδὰμ καὶ τῶν αὐτοῦ τέκνων τὴν ὀνομασίαν τῶν ἀστέρων, ἐν λιθίνῃ πλακὶ γεγραμμένην. οἱ γὰρ ἔγγονοι τοῦ Σὴθ, θεοσεβεῖς ὄντες, καὶ προεγνωκότες τὴν μέλλουσαν ἔσεσθαι φθορὰν τῶν ἀνθρώπων, ἤτοι ἐναλλαγὴν, ποιήσαντες στήλας δύο, μίαν λιθίνην καὶ μίαν πλινθίνην, ἔγραψαν τοῖς τὰ ἐκ τοῦ Σὴθ τοῦ πάππου αὐτῶν ἐκτεθέντα πάντα οὐράνια· λογισάμενοι ὅτι εἰ μὲν δι' ὕδατος γένηται ἡ ἐναλλαγὴ, ἡ λιθίνη στήλη μενῇ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα, εἰ δὲ διὰ πυρὸς, ἡ πλινθίνη, καὶ τὰ ἐν αὐτῇ γεγραμμένα τοῖς μετὰ ταῦτα ἀνθρώποις γινώσκεται· ἤ τι στήλη μετὰ τὸν κατακλυσμὸν εὑρέθη εἰς τὸ Σηριδὸς ὄρος, καὶ ἔστιν ἕως ἄρτι. καὶ λοιπὸν τὸ γένος τοῦ Ἀρφαξὰδ διέμεινεν ἕως τῆς πυργοποιΐας· ἔζησε δὴ Ἀρφαξὰδ ἔτη ρκε. Γίνονται οὖν ἀπὸ Ἀδὰμ ἕως τῆς πυργοποιΐας ἔτη βϠκβ· καὶ λοιπὸν οἱ τὸν πύργον οἰκοδομοῦντες ἦσαν ἔθνη ο, οἳ καὶ εἰς γλώσσας διεμερίσθησαν ἐπὶ προσώπου πάσης τῆς γῆς· ὁ δὲ Χοῦς ὁ Αἰθίοψ ἐκ τῆς φυλῆς τοῦ Σὴμ ἐγέννησε τὸν Νεβρὼδ τὸν γίγαντα, τὸν τὴν Βαβυλῶνα κτίσαντα, ὃν λέγουσιν οἱ Πέρσαι, ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ. τοῦτον καλοῦσιν Ὠρίονα· αὐτὸς γὰρ πρῶτος κατέδειξε τὸ κυνηγεῖν, καὶ ἐχορήγει αὐτοῖς τὰ θηρία εἰς βρῶσιν, ὅθεν καὶ ἐπρώτευσεν. Ἐν δὲ τοῖς ἀνωτέρω χρόνοις ἐκ τοῦ γένους τοῦ Ἀρφαξὰδ ἀνεφύει τίς Ἰνδὸς σοφὸς ἀνὴρ ἀστρονόμος, ὀνόματι Γανδουβάριος, ὅστις συνεγράψατο πρῶτος ἀστρονομίαν Ἰνδοῖς· ἐκ δὲ τῆς αὐτῆς φυλῆς τοῦ Σὴμ, τῆς κρατησάσης τὴν Ἀσσυρίαν καὶ τὴν Περσῖδα, καὶ τὰ μέρη τῆς ἀνατολῆς, ἀνεφάνη ἄνθρωπος γίγας τὸ γένος, ὀνόματι Κρόνος, ἐπικληθεὶς ὑπὸ τοῦ ἰδίου πατρὸς Δόμνος, εἰς τὴν ἐπωνυμίαν τοῦ πλανήτου ἀστέρος Κρόνου. ἐγένετο δὲ δυνατὸς, ὅστις πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ ἄρχειν καὶ κρατεῖν τῶν πολλῶν ἀνθρώπων. καὶ ἐβασίλευσεν αὐτὸς τῶν Ἀσσυρίων ἔτη πολλὰ, καὶ ὑπέταξε πᾶσαν τὴν γῆν Περσῖδος· ἦν δὲ φοβερὸς πρὸς πάντας, εἶχε δὲ γυναῖκα τὴν Σεμίραμιν, τὴν καὶ Ῥαίαν καλουμένην παρὰ Ἀσσυρίοις, διὰ τὸ εἶναι αὐτὴν ἀλαζόνα καὶ ὑπερήφανον. ἦν δὲ καὶ αὐτὴ ἐκ τῆς φυλῆς τοῦ Σὴμ υἱοῦ Νῶε. Ἔσχε δὲ υἱὸν ὁ Κρόνος Πῖκον, ὅστις ἐκλήθη ὑπὸ τοῦ ἰδίου πατρὸς Ζεὺς, εἰς ὄνομα καὶ αὐτὸς τῆς ἐπωνυμίας τοῦ πλανήτου ἀστέρος. ἔσχε δὲ καὶ ἄλλον υἱὸν ὁ αὐτὸς Κρόνος, ὀνόματι Νῖνον, καὶ θυγατέρα ὀνόματι Ἥραν. ἔλαβε δὲ Πῖκος, ὁ καὶ Ζεὺς, γυναῖκα, τὴν ἰδίαν αὐτοῦ ἀδελφὴν Ἥραν, ἐξ ἧς ἔσχεν υἱὸν ὀνόματι Σένβελον. ὁ δὲ προπάτωρ Κρόνος, ἐάσας τὸν ἑαυτοῦ υἱὸν Πῖκον ἐν τῇ Ἀσσυρίᾳ, καὶ τὴν ἑαυτοῦ γυναῖκα Ῥαίαν, τὴν καὶ Σεμίραμιν, μετὰ τοῦ υἱοῦ αὐτοῦ Πίκου βασιλεύειν τῶν Ἀσσυρίων, αὐτὸς λαβὼν βοήθειαν ἀνθρώπων γενναίων, κατῆλθεν εἰς δύσιν μὴ κρατουμένην παρά τινος, καὶ ἐβασίλευσε τῶν δυτικῶν μερῶν, ἀφανὴς γενόμενος ἐκ τῆς Ἀσσυρίας, καὶ ἐβασίλευσε τῶν δυτικῶν ἔτη πολλά. Ἔσχε δὲ καὶ ἐκεῖ γυναῖκα ὀνόματι Φυλλάραν, ἐξ ἧς ἔσχεν υἱὸν ὀνόματι Ἀφρὸν, ᾧ τινι δέδωκε τὴν πρὸς Λιβύην γῆν βασιλεύειν. ὁ δὲ Ἀφρὸς ἔλαβε τὴν Ἀστυμόνην, καὶ ἐγέννησε θυγατέρα, ἣν ἐκάλεσεν Ἀφροδίτην, εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. ἔσχε δὲ ὁ Κρόνος ἐκ τῆς Φυλλάρας καὶ ἄλλον υἱὸν, τὸν λεγόμενον Χείρωνα φιλόσοφον. ὁ δὲ Πῖκος καὶ Ζεὺς βασιλεύσας τῶν 235 Ἀσσυρίων ἔτη λ, ἐάσας καὶ αὐτὸς τὴν ἑαυτοῦ μητέρα Ῥαίαν, τὴν καὶ Σεμίραμιν, καὶ τὴν ἑαυτοῦ ἀδελφήν τε καὶ γυναῖκα Ἥραν, καὶ ποιήσας τὸν ἑαυτοῦ υἱὸν Βῆλον βασιλέα τῶν Ἀσσυρίων, κατῆλθε πρὸς τὸν ἴδιον πατέρα Κρόνον. Ὁ δὲ Βῆλος ἐβασίλευσε τῶν Ἀσσυρίων ἔτη β, καὶ ἐτελεύτησεν· ὅν τινα οἱ Πέρσαι ἀπεθέωσαν. Ὁ δὲ Κρόνος ἐλθόντα τὸν ἑαυτοῦ υἱὸν Πῖκον πρὸς ἑαυτὸν εἰς τὴν δύσιν, παρεχώρησεν αὐτῷ τὴν βασιλείαν τῆς δύσεως. ἦν γὰρ ἀδυνατήσας, καὶ ἐβασίλευσε Πῖκος τῆς δύσεως ὁ καὶ Ζεὺς, ἤτοι τῆς Ἰταλίας, ἔτη ξβ. Τῆς δὲ Ἀσσυρίας μετὰ τὸν Βῆλον ἐβασίλευσε Νῖνος ὁ ἄλλος υἱὸς Κρόνου, ὅστις καὶ τὴν ἑαυτοῦ μητέρα Ῥαίαν, τὴν καὶ Σεμίραμιν, ἔλαβε γυναῖκα, ἐξ οὗ μόνοις τοῖς Πέρσαις γαμεῖν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφὰς, διὰ τὸ καὶ Πῖκον λαβεῖν τὴν ἀδελφὴν ἑαυτοῦ Ἥραν. ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος, κτίζει τὴν Νινευῒ πόλιν Ἀσσυρίων, πρῶτος βασιλεύσας ἐν αὐτῇ, ἔχων τὴν ἑαυτοῦ μητέρα γυναῖκα. Ἐξ αὐτοῦ οὖν τοῦ γένους ἐγεννήθη ὁϊοζορᾶς ἀστρονόμος Περσῶν περιβόητος· ὅστις μέλλων τελευτᾷν, ηὔξατο ὑπὸ πυρὸς ἀναλωθῆναι οὐρανίου, εἰπὼν τοῖς Πέρσαις," ὅτι ἐὰν καύσῃ με τὸ πῦρ, ἐκ τῶν κεκαυμένων μου ὀστέων φυλάξατε, καὶ οὐ μὴ ἐκλείψῃ ἡ βασιλεία ἀφ' ὑμῶν." Καὶ εὐξάμενος τὸν Ὠρίονα, ὑπὸ πυρὸς ἀνῃρέθη, καὶ φυλάττουσι τὸ λείψανον αὐτοῦ οἱ Πέρσαι τεφρωθὲν ἕως τῆς νῦν. Μετὰ δὲ τὸν Νῖνον ἐβασίλευσε τῶν Ἀσσυρίων ὀνόματι Θύρας, ὅν τινα μετεκάλεσεν ὁ τούτου πατὴρ Ζάμης, ὁ τῆς Ἥρας ἀδελφὸς, εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος Ἄρεα. οὗτος ἐγένετο πικρὸς πολεμιστὴς, ὅστις ἐπῆλθε Καυκασίῳ τινὶ καὶ αὐτῷ δυνατῷ, ἐκ τῆς τοῦ Ἰάφεθ καταγόμενος, ἐπὶ τὰ ἀρκτῶα μέρη· ὅν τινα ἐφόνευσεν, καὶ παρέλαβε τὴν χώραν αὐτοῦ, καὶ ἐλθὼν ἐν τῇ Θράκῃ, ἐκεῖ τελευτήσας κεῖται. ᾧ τινι Ἄρειαν ἐστήλωσαν στήλην οἱ Αἰγύπτιοι, Ἀσσύριοι, καὶ ὡς Θεὸν προσεκύνουν, καὶ ἕως τοῦ νῦν καλοῦσι Βάαλ θεὸν, ὅ ἐστιν ἑρμηνευόμενον, Ἄρης πολέμου θεός. τούτου μνημονεύει καὶ ὁ προφήτης Δανιήλ. Μετὰ δὲ τὴν τελευτὴν Ἄρεος, ἐβασίλευσεν Ἀσσυρίων Ἐλά 236 μης, καὶ μετὰ Λάμην, Σαρδανάπαλος ὁ μέγας, ὅν τινα ἐφόνευσε Περσεὺς ὁ Δανάης, καὶ ἀφείλετο τὴν βασιλείαν ἀπὸ Ἀσσυρίων· καὶ βασιλεύσας αὐτῶν, εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσαν αὐτοὺς Πέρσας. ὁ δὲ Περσεὺς ἦν υἱὸς Πίκου, τοῦ καὶ Διὸς, καὶ ἐξ αὐτοῦ ἔμαθε μαγίας καὶ τελετὰς τοῦ μυσαροῦ σκύφους, ὅθεν καὶ κόρην παρθένον κρατήσας, ἔκοψεν αὐτῆς τὴν κεφαλὴν, καὶ τελέσας αὐτὴν, εἶχεν αὐτὴν εἰς ὄλεθρον παντὸς τοῦ ἀνθισταμένου αὐτῷ, ἣν ἐκάλει Γοργῶ, διὰ τὸ ὀξὺν ἐπάγειν θάνατον τοὺς ὁρῶντας αὐτήν. Ὁ δὲ ἀδελφὸς Νίνου, Πῖκος, ὁ καὶ Ζεὺς, ἐβασίλευσε τῆς Ἰταλίας, ἔτη ρκ κρατῶν τῆς δύσεως· ἔσχε δὲ υἱοὺς καὶ θυγατέρας πολλὰς ἀπὸ τῶν εὐπρεπεστάτων γυναικῶν. καὶ γὰρ καὶ μυστικὰς φαντασίας ποιῶν τινὰς, καὶ ὑπονοθεύων αὐτὰς, αἵτινες γυναῖκες καὶ ὡς θεὸν αὐτὸν εἶχον, φθειρόμεναι ὑπ' αὐτοῦ. ἔσχε δὲ ὁ αὐτὸς Πῖκος, ὁ καὶ Ζεὺς, υἱὸν ὀνόματι Φαῦνον, ὃν καὶ Ἑρμῆν ἐκάλεσεν, εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος. μέλλων δὲ τελευτᾷν ὁ Ζεὺς, ἐκέλευσε τὸ λείψανον αὐτοῦ τεθῆναι ἐν τῇ Κρήτῃ νήσῳ, καὶ κτίσαντες αὐτῷ ναὸν οἱ αὐτοῦ παῖδες ἔθηκαν αὐτὸν ἐκεῖ, ὅπερ μνῆμά ἐστι μέχρι τῆς σήμερον, ᾧ καὶ ἐπιγέγραπται," ἐνθάδε κατάκειται Πῖκος ὁ καὶ Ζεὺς, ὃν καὶ Δία καλοῦσι," περὶ οὗ συνεγράψατο Διόδωρος ὁ σοφώτατος χρονογράφος. Μετὰ δὲ τὴν τελευτὴν Πίκου τοῦ καὶ Διὸς, ἐβασίλευσε Φαῦνος ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ἑρμῆς, τῆς Ἰταλίας ἔτη λε. ἀνὴρ πανουργὸς καὶ μαθηματικὸς, ὅστις ἐξεῦρε τὸν μετάλλον τὸ χρυσοῦν ἐν τῇ δύσει πρῶτος, καὶ τὸ χωνεύειν, γνοὺς δὲ τὴν τῶν ἀδελφῶν αὐτοῦ κατ' αὐτοῦ ἐπιβουλὴν, ἦσαν γὰρ περὶ τοὺς ο, οὓς ἔσχεν ἐκ διαφόρων γυναικῶν ὁ πατὴρ αὐτοῦ Πίκος, ὁ καὶ Ζεὺς, ἀνεχώρησε, πολὺν χρυσοῦν ἐπιφερόμενος εἰς ὑπερβολὴν, καὶ ἀπῆλθεν εἰς Αἴγυπτον πρὸς τὴν φυλὴν τοῦ Χάμ· οἵ τινες μετὰ τιμῆς πολλῆς ἐδέξαντο αὐτὸν φορῶν στολὴν χρυσῆν, καὶ ὑπερηφανῶν ἅπαντας. ἦν γὰρ καὶ φυσιολόγος καὶ ἐφιλοσόφει παρὰ τοῖς Αἰγυπτίοις, λέγων αὐτοῖς καὶ μαντικά τινα, καὶ προσεκύνουν αὐτὸν λέγοντες θεὸν Ἑρμῆν, ὡς προλέγοντα αὐτοῖς τὰ μέλλοντα· παρεῖχε δὲ αὐτοῖς καὶ χρήματα, ὅν τινα καὶ πλουτοδότην ἐκάλουν. Τελευτήσαντος δὲ τοῦ βασιλέως τῶν Αἰγυπτίων Στρεμουντίνου, ὄντος ἐκ τοῦ γένος τοῦ Χὰμ, ἐποίησαν οἱ Αἰγύπτιοι τὸν Ἑρμῆν 237 βασιλέα, καὶ ἐβασίλευσεν αὐτῶν ἔτη λθ ἐν ὑπερηφανίᾳ πολλῇ. καὶ μετ' αὐτὸν ἐβασίλευσεν ὁ Ἥφαιστος, ὅστις ἦν πολεμιστὴς καὶ μαντικός. ἐκάλουν δὲ αὐτὸν Ἥφαιστον θεὸν, ὅστις ἐξελθὼν εἰς πόλεμον, συνέπεσε σὺν τῷ ἵππῳ αὐτοῦ, καὶ πληγεὶς τὸν πόδα ἔμεινε χωλεύων. ἐδέξατο δὲ, ὥς φασιν, ἐκ μαντείας τινὸς, τουτέστιν ἐκ τοῦ ἰδίου νοὸς ἐκ τοῦ ἀστέρος τὴν ὀξυλάβην εἰς τὸ κατασκευάζειν ἐκ σιδήρου ὅπλα· ὅθεν καὶ ἐπικρατὴς ἐγένετο εἰς τοὺς πολέμους, ὅν τινα καὶ ἀπεθεώσαν. πρὸ γὰρ τούτου ῥοπάλοις καὶ λίθοις ἐχρῶντο καὶ ἐπολέμουν. Μετὰ δὲ τὸν Ἥφαιστον, ἐβασίλευσεν Ἥλιος ὁ υἱὸς αὐτοῦ. μετὰδὲ τοῦτον Σέσωστρις, καὶ μετὰ τοῦτον Ὄσιρις, καὶ μετὰ τὸν Ὄσιριν, Ὅρος· καὶ μετ' αὐτὸν Θοῦλος, ὅστις πολλὰ κατορθώματα ποιήσας, ἀπῆλθεν εἰς τὸ μαντεῖον ἐρωτῆσαι, λέγων," Προφήτευσον ἡμῖν πυρισθενὲς ἀψευδὲς μακαριστὸν αἰθέριον πόλον· μετεγκλήνον τῆς πρώτης ἐμῆς βασιλείας ἠδυνήθη ὑποτάξαι τὰ πάντα, ἢ τίς μετεμέ." καὶ ἐδόθη αὐτῷ χρησμὸς οὕτως·" πρῶτα θεὸς, μετέπειτα λόγος, καὶ πνεῦμα σὺν αὐτοῖς· σύμφυτα δὲ ταῦτα πάντα καὶ ἓν καὶ εἰς ἓν ἰόντα, οὗ κράτος αἰώνιον· ὠκέσι δὲ ποσὶ βαδίζε θνητὲ, ἄδηλον διανύων βίον." Αἱ δὲ ἐπωνυμίαι τῶν ζ ἀστέρων τῶν πλανητῶν εἰσὶν οὗτοι. ὁ γὰρ λεγόμενος Κρόνος καλεῖται λάμπον, ὁ δὲ Διὸς, Φαέθων, ὁ δὲ Ἄρεως, πυρώης, ὁ δὲ Ἀφροδίτης, κάλλιστος, ὁ δὲ Ἑρμοῦ, ὁστέμων. καὶ ταῦτα περὶ τῶν ἑπτὰ ἀστέρων τῶν πλανήτων, ὧν τινων ὁ Σὴθ τὰς ὀνομασίας ἐξέθετο, παρὰ θεοῦ λαβὼν σοφίαν. ἄνθρωποι δὲ εἰς τὰ ὀνομασίας αὐτῶν τοὺς παῖδας αὐτῶν ἐπονομάσαντες, θεοὶ ψευδώνυμοι ἀνηγορεύθησαν. μετὰ πολλοὺς δὲ βασιλεῖς τῶν Αἰγυπτίων, ἐβασίλευσε Σώστρις, ὅστις ὑπέταξεν Ἀσσυρίους καὶ Χαλδαίους καὶ Πέρσας ἕως Βαβυλῶνος, καὶ τὴν Ἀσίαν πᾶσαν καὶ Εὐρώπην καὶ Σκυθίαν καὶ Μυσίαν. καὶ ἐν τῷ ὑποστρέφειν αὐτὸν, ἐξελέξατο ἄνδρας γενναίους Σύθας, χιλιάδας ιε, καὶ ἀπέστειλεν αὐτοὺς οἰκεῖν ἐν Περσίδι, καὶ ἔμειναν οἱ αὐτοὶ Σκύθαι ἐν Περσίδι, μέχρι τῆς νῦν, οἵτινες μετεβλήθησαν ὑπὸ τῶν Περσῶν Πάρθοι· οἳ καὶ τὴν φορεσίαν καὶ τὴν λαλιὰν καὶ τὰ ἔθη Σκυθῶν ἔχουσιν. 238 Ἐπὶ δὲ τούτου τοῦ Σώστρι βασιλέως Αἰγύπτου ἦν Ἑρμῆς ὁ Τρισμέγιστος, ὃς ἔφρασε τρεῖς μεγίστας εἶναι δυνάμεις τὸ τοῦ ἀρρήτου καὶ δημιουργοῦ ὄνομα, μίαν δὲ θεότητα εἶναι εἶπεν, διὸ ἐκλήθη ἀπὸ τῶν Αἰγυπτίων τρεῖς μέγιστος. ἐμφέρεται γὰρ ἐν διαφόροις αὐτοῦ λόγοις, πρὸς Ἀσκληπιὸν περὶ θεοῦ εἰρηκὼς φύσεως ταῦτα." εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων Κυρίου ὥστε μοι τὸν λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς τοιοῦτος ἔρως κατεῖχεν, ἵνα περὶ τούτου ζητήσητε. οὐ γὰρ ἐφικτόν ἐστι εἰς ἀμυήτους τοιαῦτα μυστήρια παρέχεσθαι, ἀλλὰ τῷ νοῒ ἀκούσατε. ἓν μόνον φῶς ἦν νοερὸν, καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινὸς, καὶ οὐδὲν ἕτερον ἦν ἡ τούτου ἑνότης ἀεὶ ἐν ἑαυτῷ, ὢν ἀεὶ τῷ" ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα παρέχει. ἐκτὸς τούτου, οὐ θεὸς, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη." πάντων γὰρ κύριος καὶ πατὴρ καὶ θεὸς πάντων, ὑπ' αὐτῶν καὶ ἐν αὐτῷ ἐστί· ὁ γὰρ λόγος αὐτοῦ προελθὼν, παντέλειος ὢν καὶ" δημιουργὸς, ἐν γονίμῳ φύσει πεσὼν ἐπὶ γονίμῳ ὕδατι, ἔγκυον τὸ ὕδωρ ἐποίησεν," καὶ ταῦτα εἰρηκὼς ἤρξατο λέγειν·" ὁρκίζω σε οὐρανὲ Θεοῦ μεγάλου σοφὸν ἔργον, ἵλαος ἔσο, ὁρκίζω σε φωνὴν πατρὸς, ἣν ἐφθέγξατο πρώτην πρὸς τὸν μονογενῆ λόγον αὐτοῦ, ἡνίκα κόσμον ἅπαντα ἐστηρίξατο, ἵλαος ἔσο Κύριε." Ὅτι Λιβύη ἡ θυγάτηρ τῆς Ἰὼ καὶ Διός· ἡ δὲ Ἰὼ ἦν θυγάτηρἸνάχου βασιλέως τῆς δύσεως, ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ, ἣν καὶ ἥρπασε Πῖκος ὁ καὶ Ζεὺς, ἐγαμήθη τινὶ Ποσειδῶνι, ἐξ οὗ ἐτέχθη ὁ Ἀγήνωρ, καὶ ἐλθὼν ὁ Ἀγήνωρ ἐπὶ τὴν Φοινίκην, ἔλαβε γυναῖκα ὀνόματι Τύρων, καὶ κτίζει πόλιν, εἰς ὄνομα τῆς γυναικὸς αὐτοῦ, ἣν ἐκάλουν Τύρον, καὶ ἐβασίλευσεν ἐκεῖ. Ἔσχε δὲ υἱὸν ἐκ τῆς Τύρου Κάδμον τὸν Φοίνικα, τὸν Σύρον καὶ τὸν Κίλικα. τελευτῶν δὲ ὁ Ἀγήνωρ, πᾶσαν ἣν ὑπέταξε γῆν, ἐμέρισε τοῖς τρισὶν αὐτοῦ υἱοῖς, καὶ ἔλαβεν ὁ Φοίνιξ Τύρον καὶ τὴν ἐνορίαν αὐτῆς, καλέσας τὴν ὑπ' αὐτοῦ χώραν Φοινίκην εἰς τὸ ἴδιον ὄνομα, ὁμοίως καὶ ὁ Σύρος τὴν ἐπιλαχοῦσαν αὐτῷ χώραν, εἰς τὸ ἴδιον ὄνομα ἐκάλεσε Συρίαν· καὶ ὁ Κήληξ τὸ ἐπιλαχὸν αὐτῷ κλῖμα, ἐκάλεσε Κιλικίαν.

Intertext edge

Open linked passage

Note