Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia eclogae
John MalalasEclo 239 · pg-scrape-grcMore by John Malalas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
239.1
Ὅτι Κάδμος ὁ τοῦ Ἀγήνορος υἱὸς, ἐκ τῆς ἐξορίας ἀνακαλέσατο Τιρεσίαν τὸν φιλόσοφον καὶ θηρολέτην, περὶ οὗ φησι Σοφοκλῆς, ὅτι τὴν Παλλάδα εἶδε λουομένην ὁ Τηρεσίας, καὶ γυνὴ ἐγένετο· φησὶ δὲ ὅτι τὴν σοφίαν τοῦ Θεοῦ ἐζήτησε γνῶναι, καὶ οὐκ ἠδυνήθη· οὕτως δὲ ὁ Σοφοκλῆς ἐρέθετο ἐν τοῖς συγγράμμασιν αὐτοῦ ταῦτα." ὡς ἕνα τῆς ἀληθείας εἶναι· εἶ ἔστι Θεὸς ὃς οὐρανὸν ἔτευξε καὶ γαῖαν μακρὰν, πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίας· θνητοὶ δὲ πολλοὶ καρδίαν πεπλανημένοι, ἱδρυσάμεθα πεμμάτων παραψυχὰς, θεῶν ἀγάλματα ἐκ λίθων καὶ ξύλων χρυσοτεύκτων ἐλεφαντίνων τύπων, θυσίας τε τούτοις καὶ κοινὰς πανηγύρεις τεύχοντες, εὐσεβεῖν νομίζομεν." μοναρχίαν γὰρ ἐδόκει δοξάζειν Σοφοκλῆς. Ἐν δὲ τοῖς χρόνοις τοῦ υἱοῦ αὐτοῦ Φοίνικος ἦν Ἡρακλῆς ὁ φιλόσοφος Σύρος, ὅστις ἐφεῦρε τὴν κογχύλην. διερχόμενος γὰρ περὶ τὸ παράλιον μέρος τῆς πόλεως Τύρου, εἶδεν κύνα ποιμένος ἐσθίοντα τὴν λεγομένην κογχύλην, καὶ τὸν ποιμένα λαβόντα πόκον ἐρίου ἀπὸ τῶν προβάτων, νομίζοντα αἱμάττειν τὸν κύνα τὸ καταφερόμενον αἷμα ἐκ τοῦ στόματος αὐτοῦ τοῦ κυνὸς, κατέβαψε τὸν πόκον. ὁ δὲ Ἡρακλῆς προσεσχηκὼς μὴ εἶναι αὐτῷ αἶμα, ἀλλὰ βάμματος παραξένου ἀρετὴν, ἐθαύμασε, καὶ ἄρας ἐκ τοῦ ποιμένος τὸν πόκον, καὶ γνοὺς ὅτι ἐκ τῆς κογχύλης ἐστὶ τὸ καταρέον αἷμα, ὡς μέγα τί δῶρον προσήγαγε τῷ βασιλεῖ τῆς Τύρου Φοίνικι, ὅστις θαυμάσας, ἐκέλευσε ἐξ αὐτοῦ τοῦ βάματος τῆς κογχύλης βαφῆναι ἔριον, καὶ γενέσθαι αὐτὸ περιβόλαιον βα**** θυσίαν καὶ ἑορτὴν αὐτοῖς ἐπετέλουν, λέγοντες εἰς τὰς τῶν μακάρων νήσους εἶναι τὰς ψυχὰς αὐτῶν καὶ μὴ κρίνεσθαι. Ἦν γὰρ Θάρρας ὁ πατὴρ Ἀβραὰμ, καὶ τῶν ἄλλων ὑλῶν, καὶ ποιῶν θεοὺς καὶ πιπράσκων, πλάνην ἀγαλμάτων καὶ εἰδωλολατρείας εἰσάγων τοῖς ἀνθρώποις διὰ τῶν εἰ... σμάτων τῶν προγόνων αὐτῶν· μάλιστα τῶν εὑρισκόντων τὰ συγγράμματα καὶ τὰς τέχνας, οἷς καὶ συνέτρεχε σπουδαίως οἱ Αἰγύπτιοι, καὶ οἱ Βαβυλώνιοι, καὶ οἱ Φρύγες, καὶ οἱ ἐκ τῆς Ἑλλάδος. ταύτης γὰρ τῆς θρησκείας ὑπῆρχον ἀγαλματοποιοὶ, καὶ μυστηρίων ἐξη 240 γηταὶ καὶ τελεταὶ, ὑφ' ὧν μάλιστα εἰς Ἕλληνας ἤχθη ἡ τοιαύτη θρησκεία, καὶ ἀπό τινος Ἕλληνος ὀνόματι, υἱοῦ καὶ αὐτοῦ Πίκου, τοῦ καὶ Διὸς, μυστικά τινα ποιοῦντος. ὅστις Ἕλλην ἐδίδαξε τοὺς ἐν Ἑλλάδι οἰκοῦντας, ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ υἱοῦ Νῶε· οὕστινας μεμφόμενος ὁ Χερρονήσιος Πλούταρχος τῇ παλαιᾷ φιλοσοφίᾳ, παρ' Ἕλλησι καὶ βαρβάροις ἐπαινουμένῃ ἐξέθετο, ὡς πλάνην ἀγαλμάτων τινὲς εἰσάγουσιν, αὐτὸς δέ φησι τοὺς κατ' οὐρανὸν φωστῆρας θεοποιεῖν ἔδοξεν, ἥλιον καὶ σελήνην, παρεισάγων ὡς τρέφοντας καὶ αὔξοντας πάντα τῇ τρίτῃ μερικῇ κινήσει τῶν πέντε πλανητῶν, καὶ τῆς λοιπῆς ἀστροθεσίας. καὶ τὰ κατὰ γένεσιν καὶ ἀέρα διοικοῦντας. Ἀβραὰμ δὲ ἐπιγνοὺς τὴν ὄντος θεογνωσίαν, καὶ λογισάμενος ὅτι τὰ ἀγάλματα ἃ ἐποίει ὁ πατὴρ αὐτοῦ, ἀνθρώπων τεθνηκότων εἰσὶ, καὶ οὐκ ἐχρῆν αὐτοὺς τιμᾶσθαι, ὡς μὴ γενομένους θεοὺς ἐν τῷ οὐρανῷ, ἀλλὰ γῆν καὶ κόνιν, καὶ κατεγίνωσκε τοῦ ἰδίου πατρὸς Θάρρα, λέγων," τί πλανᾷς τοὺς ἀνθρώπους διὰ κέρδος, οὐ γάρ ἐστιν ἄλλος θεὸς, εἰ μὴ ὁ ἐν τοῖς οὐρανοῖς, ὁ δημιουργήσας τὰ ὁρώμενα ταῦτα πάντα;" καὶ ἀνεχώρησεν εἰς τὴν Μεσοποταμίαν. Εἰσὶ δὲ ἀπὸ Ἀδὰμ ἕως Ἀβραὰμ ἔτη γυκγ· ἐν δὲ τοῖς χρόνοιςἈβραὰμ ἦν καὶ ὁ Μελχισεδὲκ, ἀνὴρ θεοσεβὴς, καταγόμενος ἐκ τοῦ γένους τοῦ Σίδου υἱοῦ Αἰγύπτου βασιλέως τῆς Λιβύης χώρας, ἐξ οὗ καὶ Αἰγύπτιοι καλοῦνται· ὅστις Σῖδος ἐκ τῆς ἐπελθὼν παρέλαβε τὴν χώραν τῶν λεγομένων Χαναναίων, τὴν νῦν λεγομένην Παλαιστίνην· καὶ ὑποτάξας αὐτὴν, ὡς ᾤκησεν ἐν αὐτῇ, καὶ κτίζει πόλιν, ἣν ἐκάλεσε Σιδῶνα εἰς ἴδιον ὄνομα. καὶ λοιπὸν ἐκ τοῦ γένους τοῦ Σίδου υἱοῦ Αἰγύπτου βασιλέως τῆς Λιβύης χώρας κατήχθη Μελχισεδέκ· ὅστις Μελχισεδὲκ γενόμενος ἱερεὺς καὶ βασιλεὺς τῶν Χαναναίων, κτίζει πόλιν ἐν τῷ ὄρει Σιὼν λεγομένῳ, ἥν τινα ἐκάλεσε Σαλὴμ, ὅ ἐστιν ἑρμηνευόμενον πόλις εἰρήνης, καὶ ἐβασίλευσεν ἐν αὐτῇ ἔτη ριγ, καὶ τελευτᾷ δίκαιος καὶ παρθένος, καθὼς Ἰώσηπος ἐξέθετο. ἀπὸ οὖν τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἕως Ἀβραὰμ ἔτη ρκγ, καὶ ἐγένετο θεογνωσία ἀπὸ 241 Ἀβραὰμ καὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ, καὶ Ἰακὼβ ἐγγόνου αὐτοῦ, καὶ τοῦ σπέρματος αὐτῶν, ἐξ ὧν εἰσὶν Ἑβραῖοι ἀπὸ τοῦ χρόνου Ἀβραὰμ τὸν χαρακτῆρα τοῦ ἔθνους διὰ περιτομῆς εἰληφότες· ἡ δὲ τοῦ Ἰούδα φυλὴ τοῦ τετάρτου ω Ἰακὼβ, ἐκράτει τῶν Ἰουδαίωνκαὶ ἐδιοίκει, ὅθεν καὶ τὸ ὄνομα εἶχον. Ἐν δὲ τοῖς χρόνοις τούτοις ἀνεφάνη τίς ἐκ φυλῆς τοῦ Ἰάφεθ, ὀνόματι Ἡσίοδος, ὅστις ἐφεῦρε τὰ Ἑλληνικὰ γράμματα, ὁ καὶ θεολόγος τῶν Ἑλλήνων. Ὅτι ἐν τοῖς χρόνοις Φαραὼ τοῦ καὶ Ἀχὼρ βασιλέως Αἰγύπτου, ἀνεφάνη τις ἐκ τῆς φυλῆς Ἰάφεθ γιγαντοειδὴς φιλόσοφος, ὀνόματι Ἐνδυμίων, ἐν τῇ Καρίᾳ χώρᾳ, ὅστις μυστικὰς εὐχὰς ἔχων καὶ λέγων εἰς τὴν σελήνην, ἠτεῖτο μαθεῖν παρ' αὐτῆς τὸ θεῖον ὄνομα ἐν ὁράματι. ἐν τῷ οὖν εὔχεσθαι αὐτὸν ἦλθεν εἰς ὕπνον, καὶ ἤκουσεν ἐν ὁράματι, καὶ οὐκ ἀνέστη, ἀλλ' ἔστη τὸ λείψανον αὐτοῦ ἐν Καρίᾳ χώρᾳ δωνούμενον. περὶ οὗ φασι τὴν σελήνην φιλεῖν αὐτόν. Ἐβασίλευσε δὲ τῶν Αἰγυπτίων Περσώνιος, ὅτε γέγονεν ἡ ἔξοδος τῶν υἱῶν Ἰσραὴλ, καὶ ὅτι θεωρῶν τὰ τέρατα τὰ ὑπὸ Θεοῦ διὰ Μωσέως γινόμενα, ἀπελθὼν εἰς Μέμφιν εἰς τὸ περιβόητον μαντεῖον, καὶ ποιήσας θυσίαν, ἠρώτα τὴν Πυθίαν λέγων," σαφήνισόν μοι τίς ἐστι πρῶτος ὑμῶν, καὶ εἰ μέγας ὁ Θεὸς τοῦ Ἰσραὴλ," καὶ ἐδόθη αὐτῷ χρησμὸς οὕτως·" Ἔσται κατ' οὐρανοῖο μεγάλοιο βεβηκὼς φλογὸς ὑπερβάλλον αἰθέριον ἀέναον ἀθάνατον πῦρ, ὃν τρέμει πᾶς οὐρανὸς, γαῖά τε καὶ θάλασσα, τάρταρος βυθὸς, δαίμονες ἐρράγησαν. οὗτο οι Θεὸς αὐτοπάτωρ πατὴρ, υἱὸς αὐτὸς ἑαυτοῦ τρισόλβιος, εἰς μικρὸν δὲ μέρος ἀγγέλων ἡμεῖς, μαθὼν ἄπειθι σιγῶν." Ἐν τοῖς χρόνοις Γεδαιὼν τοῦ Κριτῶν, ἦν Ὀρφεὺς ὁ Θρὰξ, ὁ λυρικὸς, ὁ σοφώτατος καὶ περιβόητος ποιητὴς, ὅστις ἐξέθετο θεογνωσίαν καὶ κόσμου κτίσιν καὶ ἀνθρώπων πλαστουργίαν, εἰρηκὼς ἐν τῇ ἀρχῇ τοῦ συγγράμματος αὐτοῦ," ὅτι ἐκ τῆς ἰδίας αὐτοῦ ἐνθυμήσεως, οὐκ ἐξέθετο τί περὶ θεοῦ, ἢ τῆς κοσμικῆς κτίσεως, ἀλλ' αἰτησάμενος μαθεῖν περὶ τοῦ ἡλίου καὶ τῆς κτίσεως, καὶ τίς ποιητὴς αὐτῶν." Καὶ πολλοὺς περὶ τούτου εἰπὼν στίχους, ὁ αὐτὸς Ὀρφεὺς περὶ 242 θεογνωσίας καὶ κτίσεως κόσμου, καὶ συνεγράψατο διὰ στίχων πολλῶν ποιητικῶς. ἔστι δὲ ἅπερ ἐξέθετο ταῦτα," ὅτι ἐξ ἀρχῆς ἀνεδείχθη τῷ κόσμῳ ὁ αἰθὴρ ἀπὸ Θεοῦ δημιουργηθεὶς, καὶ ἔνθεν κακεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ ζοφερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα, τὴν νύκτα προτερεύειν τῆς ἡμέρας." εἰρηκὼς ἐν τῇ αὐτοῦ ἐκθέσει," ἀκατάληπτον τινὰ εἶναι καὶ προγενέστερον καὶ δημιουργὸν πάντων, καὶ τοῦ αἰθέρος" αὐτοῦ καὶ τῆς νυκτὸς, καὶ τῆς ὑπὸ τὸν αἰθέρα οὔσης καὶ καλυπτομένης κτίσεως· τὴν δὲ γῆν εἶπεν ὑπὸ τοῦ σκότους ἀόρατον οὖσαν, καὶ ὅτι τὸ φῶς ῥήξαν τὸν αἰθέρα, ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν, εἰπὼν ἐκεῖνο εἶναι τὸ φῶς τὸ ῥήξαν τὸν αἰθέρα, τὸ προειρημένον, τὸ ὑπέρπαντα τῶν πάντων." οὗ τὸ ὄνομα Ὀρφεὺς ἀκούσας ἐκ τῆς μαντείας," βουλὴ, φῶς, ζωοδοτὴρ," εἰπὼν τὰς αὐτὰς τρεῖς τῶν ὀνομάτων θείας δυνάμεις ἐν τῇ αὐτοῦ ἐκθέσει. μίαν δύναμιν εἶναι καὶ κράτος οὐρανίου θεοῦ, ὃν οὐδεὶς ὁρᾷν ἢ δύναται γνῶναι ἰδέαν ἢ φύσιν. ἐξ αὐτῆς δὲ τῆς δυνάμεως τὰ πάντα γενέσθαι κατ' ἀρχὰς ἀσωμάτους, ἥλιον καὶ σελήνην καὶ ἄστρα πάντα, γῆν καὶ θάλασσαν, καὶ τὰ ὁρώμενα ἐν αὐτοῖς καὶ τὰ ἀόρατα πάντα. τὸ δὲ τῶν ἀνθρώπων γένος, εἶπεν ὑπὸ αὐτοῦ τοῦ Θεοῦ πλασθὲν ἐκ τῆς γῆς, καὶ ψυχὴν ὑπ' αὐτοῦ" λαβόντα λογικὴν," καθὼς καὶ Μωϋσῆς ὁ σοφώτατος ἐξέθετο. Ὁ δὲ αὐτὸς Ὀρφεὺς ἐξέθετο, ὅτι διὰ τῶν τριῶν ὀνομάτων μιᾶς θεότητος τὰ πάντα ἐγένετο. ταῦτα δὲ ὁ σοφώτατος Τιμόθεος χρονογράφος ἐξέθετο λέγων, πρὸ πόσων χρόνων τὸν Ὀρφέα εἰπόντα Τριάδα ὁμοούσιον.

Intertext edge

Open linked passage

Note