Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
John MalalasChro 104 · pg-scrape-grcMore by John Malalas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
104.1.1
ἰσχυρός, εὔρινος, δασυπώγων, εὐκέφαλος, οὐλόθριξ, ἀπονενοημένος πολεμιστής. Φιλοκτήτης εὐμήκης, εὔθετος, μελάγχροος, σύνοφρυς, γενναῖος, εὐόφθαλμος, εὔρινος, μελάνθριξ, πολύθριξ, φρόνιμος, τοξότης εὔστοχος, μεγαλόψυχος. Αἴας ὁ Λοκρὸς μακρός, εὐσθενής, μελίχρους, στραβός, εὔρινος, οὐλόθριξ, μελάνθριξ, δασυπώγων, μάκροψις, τολμηρὸς πολεμιστής, μεγαλόψυχος, καταγύναιος. Πύῤῥος ὁ καὶ Νεοπτόλεμος εὐῆλιξ, εὐθώραξ, λεπτός, λευκός, εὔρινος, πυῤῥόθριξ, οὖλος, ὑπόγλαυκος, μεγαλόφθαλμος, ξάνθοφρυς, ξανθοαρχιγένειος, στρογγυλόψις, προπετής, τολμηρός, εὔσκυλτος, πικρὸς πολεμιστής. οὗτος δὲ ὑπῆρχεν υἱὸς τοῦ Ἀχιλλέως ἐκ Δηιδαμείης, θυγατρὸς Λυκομήδους, ὅστις μετὰ τὴν τελευτὴν τοῦ ἰδίου πατρὸς ἐξεπέμφθη ὑπὸ Θέτιδος καὶ Πηλέως, ὡς πάππου αὐτοῦ, αἰτηθεὶς ὑπὸ τῶν Ἀχαιῶν, ὡς τοῦ Ἀχιλλέως δόλῳ φονευθέντος, ἐκδικῆσαι τὸ πατρῷον αἷμα. καὶ ὁπλισάμενος ἐπεστράτευσεν εἰς τὸ Ἴλιον σὺν ναυσὶν κβʹ ἐκ τοῦ Πηλέως λαβὼν ἴδιον στρατὸν Μυρμιδόνων, τὸν ἀριθμὸν
104.2.1
καὶ ἀποπλεύσας κατέλαβε τὴν Τροίαν, καὶ εὗρεν εἰς τὰς σκηνὰς τοῦ ἰδίου πατρὸς Ἀχιλλέως Ἱπποδάμειαν τὴν καὶ Βρισηίδα, φύλακα τῶν τοῦ Ἀχιλλέως πάντων. ἥντινα ἀποδεξάμενος εἶχεν ἐν 105 πολλῇ τιμῇ, αἰτήσας αὐτὴν φύλακα εἶναι καὶ τῶν ἑαυτοῦ ἐν τῇ πατρῴα σκηνῇ. καὶ μετ' ὀλίγον καιρὸν τελευτᾷ ἡ Βρισηὶς νόσῳ βληθεῖσα. Κάλχας κονδοειδής, λευκός, ὁλοπόλιος καὶ τὸ γένειον, πολύθριξ, μάντις καὶ οἰωνοσκόπος ἄριστος. Τῆς δὲ Τροίης οἱ ἄριστοι ἄνδρες οὗτοι. Πρίαμος τῇ ἡλικίᾳ εὐμήκης, μέγας, καλός, πυῤῥόχροος, ὑπόγλαυκος, μακρόρινος, σύνοφρυς, εὐόφθαλμος, πολιός, κατεσταλμένος. Ἕκτωρ μελάγχροος, μακρός, πάνυ εὔογκος, δυνατὸς ἐν ἰσχύϊ, εὔρινος, οὖλος, εὐπώγων, στραβός, ψελλός, εὐγενής, φοβερὸς πολεμιστὴς καὶ βαρύφωνος. Δηίφοβος διμοιριαῖος, εὐόφθαλμος, ὑπόσιμος, μελάγχροος, πλατόψις, γενναῖος, εὐπώγων. Ἕλενος μακρός, εὔθετος, λευκός, ἰσχυρός, ξανθός, οἰνοπαεῖς τοὺς ὀφθαλμοὺς ἔχων, μακρόρινος, ἀρχιγένειος, ὑπόκυρτος, φρόνιμος, πολεμιστής. Τρωίλος μέγας, ἔρινος, ἁπλόθριξ, μελίχρους, εὐόφθαλμος, μελάνθριξ, δασυπώγων, ἰσχυρὸς πολεμιστὴς καὶ δρόμαξ. Πάρις ὁ καὶ Ἀλέξανδρος, εὐῆλιξ, εὐσθενής, λευκός, εὔρινος, εὐόφθαλμος, μελάγκορος, μελάνθριξ, ἀρχιγένειος, μα 106 κρόψις, κάτοφρυς, μεγαλόστομος, εὐχαρής, ἐλλόγιμος, εὐκίνητος, τοξότης εὔστοχος, δειλός, φιλήδονος. Αἰνείας κονδοειδής, παχύς, εὔστηθος, ἰσχυρός, πυῤῥάκης, πλατόψις, εὔρινος, λευκός, ἀναφάλας, εὐπώγων. Γλαῦκος ἰσχυρός, φρόνιμος, εὐσεβής. Ἀντήνωρ μακρός, λεπτός, λευκός, ξανθός, μικρόφθαλμος, ἀγκυλόρινος, δόλιος, δειλός, ἀσφαλής, πολυίστωρ, ἐλλόγιμος. Ἑκάβη μελίχροος, εὐόφθαλμος, τελεία, εὔρινος, ὡραία, φιλότιμος, εὐόμιλος, ἥσυχος. Ἀνδρομάχη διμοιριαία, λεπτή, εὔστολος, εὔρινος, εὔμασθος, εὐόφθαλμος, εὔοφρυς, οὔλη, ὑπόξανθος, ὀπισθόκομος, μακροχαράκτηρος, εὐτράχηλος, γελασίνας ἔχουσα ἐν ταῖς παρειαῖς, εὐχαρής, γοργή. Κασσάνδρα κονδοειδής, στρογγυλόψις, λευκή, ἀνδροειδὴς τὴν πλάσιν, εὔρινος, εὐόφθαλμος, μελάγκορος, ὑπόξανθος, οὔλη, εὐτράχηλος, ὀγκόμασθος, μικρόπους, ἥσυχος, εὐγενής, ἱερατική, μάντις ἀκριβὴς καὶ πάντα προλέγουσα, ἀσκητική, παρθένος. Πολυξένη μακρή, καθαρία, λευκὴ πάνυ, μεγαλόφθαλμος, μελάνθριξ, ὀπισθόκομος, εὔρινος, εὐπάρειος, μικρόσιμος, ἀνθηρόχειλος, μικρόπους, παρθένος, εὐχαρής, ὡραία πολύ, οὖσα 107 ἐνιαυτῶν ιηʹ ἐσφάγη, καθὼς ὁ σοφώτατος Δίκτυς ὁ ἐκ τῆς Κρήτης ὑπεμνημάτισε μετὰ ἀληθείας τὰ προγεγραμμένα καὶ τὰ λοιπὰ πάντα τῶν ἐπὶ τὸ Ἴλιον ἐπιστρατευσάντων Ἑλλήνων. ἦν γὰρ μετὰ τοῦ Ἰδομενέως τοῦ προμάχου τῶν Δαναῶν τοῦ κατελθόντος εἰς τὸν πόλεμον ἅμα τοῖς ἄλλοις Ἀχαιοῖς· συγγραφεὺς γὰρ αὐτοῦ τοῦ Ἰδομενέως ἐτύγχανεν ὁ αὐτὸς Δίκτυς καὶ ἑωρακὼς ἀκριβῶς τὰ τοῦ πολέμου καὶ συγγραψάμενος, ὡς παρὼν τότε ἐν τοῖς χρόνοις ἐκείνοις μετὰ Ἑλλήνων. ὅστις ἐξέθετο καὶ τοὺς προτραπέντας ὑπὸ Ἀγαμέμνονος καὶ Μενελάου βασιλέων καὶ τοὺς ὁπλισαμένους καὶ κατελθόντας μετὰ τοῦ στόλου ἐπὶ τὸ Ἴλιον, ἕκαστον ἔχοντα ἴδιον στρατὸν καὶ ναῦς. ὅστις πρὸ πάντων ἐξώρμησεν Ἀγαμέμνων, υἱὸς Ἀτρέως, Μυκηναίων βασιλεύς, σὺν νηυσὶν ρʹ, καὶ εἰς λόγον ἀποτροφῆς τῶν στρατοπέδων νῆας λʹ, Μενέλαος καὶ Λήιστος καὶ Ἀρκεσίλαος καὶ Προθοήνωρ καὶ Κλονίος σὺν νηυσὶν νʹ, Ἐλεφήνωρ ἐξ Εὐβοίας σὺν νηυσὶν ξʹ, Μενέλαος δὲ υἱὸς Πλεισθένους, ὁ τῆς Σπάρτου βασιλεύς, σὺν νηυσὶν ξʹ, Διομήδης ἐξ Ἄργους νηυσὶν πʹ, Ἀσκάλαφος καὶ Ἰάλμενος σὺν νηυσὶν λʹ, Σχεδίος καὶ Ἐπίστροφος σὺν νηυσὶ μʹ, Μέγης ἐκ Δολίχης τῆς Ἑλλάδος σὺν νηυσὶ μʹ, Αἴας Τελαμώνιος ἐκ τῆς Σαλαμίνου σὺν νηυσὶ μʹ, Νέστωρ σὺν νηυσὶν ςʹ, Θόας σὺν νηυσὶ μʹ, Ἀγήνωρ καὶ Τευθίδης σὺν νηυσὶν ξʹ, Πρόθωος καὶ Μαγνίτωρ σὺν νηυσὶ μʹ, Εὔμενος σὺν νηυσὶν ιαʹ, Νηρεὺς ἐκ Μυκήνης σὺν νηυσὶ γʹ, 108 Χαλίας ἐκ Τρίκκης σὺν νηυσὶ μʹ, Λεοντεὺς καὶ Πολυπήτης σὺν νηυσὶ μʹ, Ἀμφιγενείας ἐξ Ἰλίου σὺν νηυσὶ μγʹ, Μενεσθεὺς ἐξ Ἀθηνῶν νηυσὶ νʹ, Ἰδομενεὺς καὶ Μηριόνης ἐκ Κρήτης σὺν νηυσὶν πʹ, Ὀδυσσεὺς ἐκ Κεφαληνίας Ἰθάκης σὺν νηυσὶν ιβʹ, Τληπόλεμος σὺν νηυσὶν θʹ, Αἴας ὁ Λοκρὸς σὺν νηυσὶν θʹ, Ἀχιλλεὺς ἐκ τοῦ Ἄργους τῆς Ἑλλάδος σὺν Πατρόκλῳ σὺν νηυσὶ νʹ, Πρωτεσίλαος καὶ Ποδάρκης σὺν νηυσὶ μʹ, Παλαμήδης σὺν νηυσὶ ιβʹ, Φιλοκτήτης ἐκ Μοθόνης σὺν νηυσὶν κβʹ, Σώρθης, Φίλιππος, Ἄντιφος σὺν νηυσὶν οηʹ. αἱ πᾶσαι νῆες τῶν Ἑλλήνων ασνʹ. οἳ ἀπέπλευσαν κατὰ τὰ ἴδια μανδᾶτα πρῶτον εἰς τὴν Αὐλίδα χώραν, κἀκεῖθεν ἐπιστάντες τῇ χώρᾳ τῶν Φρυγῶν ἐξεπόρθησαν τὰ αὐτῶν βασίλεια, ὡς προγέγραπται, παραλαβόντες Πρίαμον βασιλέα καὶ φονεύσαντες αὐτὸν καὶ Ἑκάβην βασιλίδα, τοὺς δὲ αὐτῶν παῖδας αἰχμαλώτους εἰληφότες καὶ πάντα τὰ βασίλεια διαρπασάμενοι ὑπέστρεψαν εἰς τὰς ἰδίας χώρας. κατέσχεν οὖν ἡ βασιλεία Ἐφέσου τῆς Ἀσίας πάσης καὶ Τροίης τῆς Φρυγίας τὰ πάντα ἔτη ωιθʹ. Μετὰ οὖν τὴν ἅλωσιν τῆς Τροίης πάντες οἱ Ἀχαιοὶ μερισάμενοι τὴν πραῖδαν καὶ τὰ χρήματα, ἐξορμῆσαι βουλόμενοι ἐπὶ τὰς ἰδίας πατρίδας, τὰς ναῦς ἑαυτῶν ἑτοιμάσαντες, ἔνιοι μὲν ἀπέπλευσαν, φανεροὶ δὲ προσέμειναν, Αἴαντος τοῦ Τελαμωνίου καὶ Ὀδυσσέως καὶ Διομήδους εἰς μάχην ἐλθόντων. ὁ γὰρ Τε 109 λαμώνιος Αἴας ἐζήτει λαβεῖν τὸ βρέτας, ὅπερ ἐστὶ τὸ Παλλάδιον, ζώδιον τῆς Παλλάδος μικρὸν ξύλινον, ὃ ἔλεγον εἶναι τετελεσμένον εἰς νίκην, φυλάττοντα τὴν πόλιν ἔνθα ἀπόκειται ἀπαράληπτον. τὸ δὲ αὐτὸ Παλλάδιον ἔδωκε τῷ Τρώῳ βασιλεῖ μέλλοντι κτίζειν τὴν πόλιν Ἄσιός τις, φιλόσοφος καὶ τελεστής. καὶ ὑπὲρ εὐχαριστίας ὁ Τρῶος βασιλεὺς εἰς μνήμην αὐτοῦ τὴν ὑπ' αὐτὸν οὖσαν χώραν πᾶσαν τὴν πρῴην λεγομένην Ἐπίτροπον ἣν μετεκάλεσεν Ἀσίαν. τοῦτο δὲ τὸ βρέτας Ὀδυσσεὺς καὶ Διομήδης ἔκλεψαν κατὰ γνώμην τοῦ Ἀντήνορος, ἐξάρχου τῶν Τρώων, οὗτινος ἡ γυνή, ὀνόματι Θεανώ, ἦν ἱέρεια τῆς Παλλάδος, ὅπου τὸ αὐτὸ βρέτας ἀπέκειτο, εἰσελθόντες νυκτὸς οἱ περὶ τὸν Ὀδυσσέα καὶ Διομήδην ἐν τῇ Τροίῃ, καὶ παρακοιμηθέντες εἰς τὸ ἱερὸν τῆς Παλλάδος, ὅτε τὰς ἑορτὰς τῶν ἀναθημάτων εἶχον οἱ Φρύγες καὶ οἱ Ἕλληνες. ἐποίησαν δὲ τοῦτο οἱ Δαναοί, ἐπειδὴ ἐδόθη αὐτοῖς χρησμὸς ὅτι Οὐ δυνατὸν ὑμᾶς παραλαβεῖν τὴν Τροίην, εἰ μὴ τὸ Παλλάδιον ἀφέλησθε. καὶ ἐζήτει λαβεῖν αὐτὸ ὁ Τελαμώνιος Αἴας εἰς τὴν ἰδίαν αὐτοῦ πατρίδα, λέγων, Ἐμοὶ ἐχρεώστηται· ἔκαμον γὰρ Ἀχαιοῖς. ἀρκεῖ μοι γὰρ ἡ παρὰ Ἕκτορος εἰς ἐμὲ γεναμένη παραίτησις ἐν τῇ παρ' ἐμοῦ πρὸς αὐτὸν μονομαχίᾳ. καὶ πάλιν ἐποίησα ἔφοδον ἐπὶ τὴν πύλην τοῦ Ἰλίου, μόνος διώξας τοὺς Τρῶας, καὶ σώσας τὰς νῆας πάντων ὑμῶν Ἑλλήνων, καὶ πολλοὺς τῶν Τρώων ἥρωας ἄνδρας βαλὼν οὐκ ἐτρώθην. ἀρκεῖ 110 δέ μοι, νομίζω, καὶ τοῦτο πρὸς δόξαν, τὸ ἀγάγαι τὸ σῶμα τοῦ Ἀχιλλέως εἰς τὰς σκηνὰς ἐκ τοῦ ἱεροῦ τοῦ Θυμβρίου Ἀπόλλωνος. Ὁ δὲ Ὀδυσσεὺς ἀνθίστατο αὐτῷ λέγων ὅτι Ἐγὼ αὐτὸ λαμβάνω εἰς τὴν ἐμὴν πόλιν· οὔτε γὰρ πλέον μου κέκμηκας Ἕλλησιν. ἐξ ἀρχῆς γὰρ μετὰ τὴν τῆς Ἑλένης ὑπὸ Πάριδος κλοπὴν εἰς τὸ Ἴλιον ἐξώρμησα σὺν Παλαμήδῃ καὶ Μενελάῳ βασιλεῖ. ὁμοίως δὲ καὶ τοὺς βασιλεῖς καὶ τοὺς ἥρωας ἐγὼ πανταχόθεν προσεκαλεσάμην. ὡσαύτως δὲ καὶ τὸν θάνατον τοῦ Πάριδος ἐγὼ κατειργασάμην. συμβολῆς γάρ, ὡς ἴστε, Τρώων καὶ Ἑλλήνων γενομένης, καὶ πολλῶν πεσόντων, ἱσταμένων τῶν τὰ πρῶτα φερόντων τῆς Τροίης καὶ ὑμῶν τῶν ἡγεμόνων Ἑλλήνων καὶ πρὸς ἀλλήλους ἐπικειμένων κρῖναι τὸν πόλεμον, ἐγὼ προετρεψάμην τὸν ἥρωα Φιλοκτήτην κατὰ Πάριδος προκαλέσασθαι τοξικὴν μονομαχίαν. καὶ ἐξαίφνης διὰ μέσον τῶν βασιλέων ὁ Φιλοκτήτης ἐξελθὼν προκαλεῖται τὸν Πάριδα εἰς μονομαχίαν τοξικήν. ἀκούσας δὲ ὁ Πάρις ἐξώρμησε καὶ αὐτὸς κατέναντι αὐτοῦ τοξότης καὶ ἅμα Δηιφόβῳ, ἀδελφῷ αὐτοῦ. ἐξελθὼν δὲ διεμέτρησα αὐτοῖς διαστήματος τόπον, ποῦ ἐχρῆν αὐτοὺς ἑστάναι. καὶ λαβόντων αὐτῶν κλῆρον ἔλαχε τῷ Πάριδι πρώτῳ τοξεῦσαι· ῥίψας δὲ ὁ Πάρις ἀποτυγχάνει· θαρσεῖν δὲ Φιλοκτήτῃ κράξας, ἀντετόξευσεν ὁ Φιλοκτήτης, καὶ διαπείρει τοῦ Πάριδος τὴν ἀριστερὰν χεῖρα. καὶ εὐθὺς δευτέραν ἀκοντίσας τὸν δεξιὸν αὐτοῦ ὀφθαλμὸν ἐπήρωσεν·

Intertext edge

Open linked passage

Note