Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
140.1.1
Τοῦ δὲ Ὀρέστου ἀναλαβόντος τὰς ἰδίας φρένας, ἡ Ἰφιγένεια εἶδεν ἐν ὁράματι ἔλαφον λέγουσαν αὐτῇ, Φεῦγε ἐκ τῆς χώρας ἐκείνης. καὶ ἀναστᾶσα τῷ πρωὶ ἅμα τῷ Ὀρέστῃ καὶ τῷ Πυλάδῃ ἔφυγεν ἐπὶ τὴν πάραλον τῆς Παλαιστίνης· κἀκεῖθεν ἀποπλεύσαντες ἦλθον ἐπὶ τὴν Συρίαν κατὰ τὸν χρησμόν. Ὁ δὲ βασιλεὺς τῆς Σκυθίας ὀνόματι Θόας ἀκούσας ὅτι τὸ ἄγαλμα τῆς Ἀρτέμιδος τὸ ὁλόχρυσον ἔλαβεν ἡ Ἰφιγένεια καὶ ἔφυγεν, ἐξέπεμψε Σκύθας πολλοὺς καταδιώκοντας αὐτήν, εἰρηκὼς αὐτοῖς ὅτι Μὴ ὑποστρέψητε εἰς τὴν Σκυθίαν, εἰ μὴ τὸ ἄγαλμα τὸ ὁλόχρυσον τῆς Ἀρτέμιδος ἀγάγητέ μοι μεθ' ἑαυτῶν. οἱ δὲ καταδιώκοντες καὶ ἐπιζητήσαντες πανταχῇ ἔφθασαν τὴν Παλαιστίνην χώραν καὶ τὴν πρῴην λεγομένην Τρικωμίαν πόλιν Νύσσαν. καὶ μαθόντες ὅτι κατῆλθον οἱ περὶ τὴν Ἰφιγένειαν καὶ τὸν Ὀρέστην ἐπὶ τὴν πάραλον καὶ εὐθέως ἀπέπλευσαν, τερφθέντες τῆς τοποθεσίας καὶ τῆς πόλεως Νύσσης καὶ τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος, καὶ τὸν βασιλέα δὲ αὐτῶν φοβούμενοι, ἔμειναν αὐτοὶ ἐκεῖ οἰκοῦντες, μετακαλέσαντες τὴν πόλιν εἰς ἴδιον ὄνομα Σκυθῶν πόλιν. Ὁ δὲ Ὀρέστης ἅμα τοῖς σὺν αὐτῷ κατέλαβε τὴν Συρίαν· καὶ ἀνελθὼν ἐκ τοῦ πλοίου ἐπηρώτα ποῦ ἐστι τὸ Μελάντιον ὄρος καὶ τὸ ἱερὸν τῆς Ἑστίας; καὶ εὑρηκώς, εἰσῆλθεν ἐν τῷ 141 ἱερῷ· καὶ θυσίαν ποιήσας παρέμεινεν ἐκεῖ παρακοιμώμενος. καὶ ἀπαλλαγεὶς ὁ Ὀρέστης τῆς χαλεπωτάτης νόσου ἀνεχώρησεν ἐκ τοῦ ἱεροῦ· καὶ κατελθὼν ἐν τοῖς ῥείθροις τῶν δύο ποταμῶν τῶν λεγομένων Μελάντων ὑπὸ τῶν Σύρων, διότι ἐκ τοῦ Μελαντίου ὄρους κατέρχονται, ἀπελούσατο. καὶ περάσας ὁ αὐτὸς Ὀρέστης τὸν Τυφῶνα ποταμόν, τὸν νυνὶ λεγόμενον Ὀρόντην, ἦλθεν ἐπὶ τὸ Σίλπιον ὄρος, προσκυνῆσαι τοὺς Ἰωνίτας. οἱ δὲ τὴν Συρίαν οἰκοῦντες Ἀργεῖοι Ἰωνῖται, ἀκηκοότες ὅτι τῆς νόσου ἀπηλλάγη ὁ Ὀρέστης, ἀπῆλθον πρὸς αὐτόν, ἐπειδὴ ἐκ τῆς χώρας κατήγετο καὶ ἐξ αἵματος βασιλικοῦ ὑπῆρχε. καὶ ἀπαντήσαντες αὐτῷ ἐγνώρισαν τοὺς ὄντας μετ' αὐτοῦ ἐκ τοῦ ἱεροῦ τῆς Ἑστίας· καὶ ἐπερωτήσαντες αὐτούς, Τίς ἐστιν οὗτος; εἶπον αὐτοῖς ὅτι Ὁ Ὀρέστης ἐστί, καὶ πρὸς ὑμᾶς αὐτὸν φέρομεν. οἱ δὲ Ἰωνῖταιεὐθέως ἠσπάσαντο αὐτόν, εἰρηκότες αὐτῷ, Ὀρέστα, ποῦ τὴν μανίαν ἀπέθου; ὁ δὲ Ὀρέστης, φοβούμενος ἔτι τῆς νόσου τὴν ὀργήν, οὐκ ἀπεστράφη καὶ ὑπέδειξεν αὐτοῖς τὸ ἱερὸν ἢ τὸ ὄρος ὅπου ἐῤῥύσθη τῆς νόσου, ἀλλὰ κουφίσας τὴν δεξιὰν αὐτοῦ χεῖρα ὑπεράνω τῆς αὐτοῦ κορυφῆς τῷ δακτύλῳ τῆς χειρὸς αὐτοῦ ὑπέδειξεν αὐτοῖς τὸ ὄρος καὶ τὸ ἱερόν, εἰρηκὼς αὐτοῖς ὅτι Ἐν ἐκείνῳ τῷ ὄρει εἰς τὸ ἱερὸν τῆς θείας Ἑστίας τὴν χαλεπὴν μανίαν ἀπεθέμην. καὶ εὐθέως οἱ Ἰωνῖται ποιήσαντες τῷ αὐτῷ Ὀρέστῃ στήλην χαλκῆν τῷ σχήματι αὐτῷ ᾧ ὑπέδειξεν αὐτοῖς, ὑπεράνω κίονος ἵσταται εἰς μνήμην καὶ δόξαν τῆς χώρας καὶ τοῦ ἱεροῦ καὶ τῆς Ἑστίας, σημαίνοντες τοῖς μετὰ ταῦτα ποῦ ὁ 142 Ὀρέστης τὴν λυσσώδη μανίαν ἀπέθετο, ἥτις στήλη χαλκῆ ἕως τῆς νῦν ἵσταται, μετακαλέσαντες οἱ Ἰωνῖται καὶ τοῦ Μελαντίου ὄρους τὸ ὄνομα Ἀμανόν. ὁ δὲ Ὀρέστης προσκυνήσας τοὺς Ἰωνίτας κατῆλθεν εἰς τὴν πάραλον τῆς λεγομένης πρῴην Παλαιοπόλεως, νυνὶ δὲ Σελευκείας· καὶ εὑρηκὼς νῆας ἐκεῖ, ἀπέπλευσε μετὰ τῆς Ἰφιγενείας καὶ τοῦ Πυλάδου ἐπὶ τὴν Ἑλλάδα. καὶ ζεύξας πρὸς γάμον τὴν ἑαυτοῦ ἀδελφὴν Ἠλέκτραν τῷ Πυλάδῃ, κατέσχε τῆς Μυκηναίων χώρας ἕως θανάτου. οἱ δὲ Σύροι προσεσχηκότες τὸ σχῆμα τῆς στήλης τοῦ Ὀρέστου, καὶ μαθόντες παρὰ τῶν Ἰωνιτῶν τὸν τρόπον, ὀργισθέντες ἐπεκάλεσαν αὐτὸν δραπέτην, διότι τοιούτου ἀγαθοῦ συμβάντος αὐτῷ ἐν τῇ αὐτῶν χώρᾳ, καὶ ἐκφυγόντος τὴν τοιαύτην ἀπειλήν, στραφεὶς καὶ προσεσχηκὼς καὶ ἀνυμνήσας τὰ θεῖα καὶ εὐχαριστῶν οὐχ ὑπέδειξε τοῖς Ἰωνίταις τὸ ἱερὸν τῆς Ἑστίας, ἀλλὰ δραπετεύσας τὸν λογισμόν, ἀντ' εὐχαριστίας ἀποστρεφόμενος τῷ δακτύλῳ τῆς χειρὸς αὐτοῦ ὑπέδειξε τὸ ἱερὸν καὶ τὸ ὄρος, ὅπου τῆς ἀνημέρου μανίης ἀπαλλαγεὶς ἐσώθη. ἥτις στήλη τοῦ Ὀρέστου ὁ δραπέτης καλεῖται παρὰ τοῖς Ἀντιοχεῦσιν ἕως τοῦ παρόντος· πρὸ γὰρ μικροῦ τῆς πόλεώς ἐστιν ὁ αὐτὸς ἀνδριὰς τοῦ Ὀρέστου. ταῦτα δὲ ὁ σοφὸς Δομνῖνος συνεγράψατο. Ἐν τοῖς χρόνοις δὲ τοῖς μετὰ τὴν ἅλωσιν Τροίας παρ' Ἕλλησιν ἐθαυμάζετο πρῶτος Θέμις ὀνόματι· ἐξηῦρε γὰρ οὗτος τραγικὰς μελῳδίας καὶ ἐξέθετο πρῶτος δράματα. καὶ μετὰ τοῦτο 143 Μίνως, καὶ μετὰ Μίνωα Αὐλέας τραγικοὺς χοροὺς δραμάτων συνεγράψατο. καὶ λοιπὸν τὸν μετὰ ταῦτα χρόνον ἐξ αὐτῶν Εὐριπίδης εὑρὼν πολλὰς ἱστορίας δραμάτων συνεγράψατο. Καὶ λοιπὸν ἐβασίλευσε Δαβὶδ ὁ τοῦ Ἰεσσαὶ ἐπὶ τὸν Ἰσραὴλ ἔτη τεσσαράκοντα καὶ μῆνας δύο· ὅστις ἀνενέωσε τὴν πρῴην πόλιν λεγομένην Σαλὴμ καὶ μετὰ Ἰεβοῦν, μετακαλέσας αὐτὴν Ἱερουσαλήμ. Ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως Δαβὶδ ἔτη δψνεʹ. Μετὰ δὲ Δαβὶδ ἐβασίλευσε Σολομών, υἱὸς Δαβίδ, ἔτη μʹ. ὅστις ἔκτισε τὸ ἱερὸν ἐν Ἱεροσολύμοις, πήξας τὰ Χερουβὶμ καὶ Σεραφὶμ ἐν αὐτῷ τῷ ναῷ χαλκᾶ· ὃς ἐνήρξατο πρῶτος κτίζειν Ἰουδαίοις ἱερά· οὐκ εἶχον γάρ. ἔκτισε δὲ καὶ ἐν τῷ λιμίτῳ πόλιν, ἣν ἐκάλεσε Παλμοῖραν διὰ τὸ πάλαι μοῖραν γενέσθαι τὴν κώμην τῷ Γολιὰθ τῷ παρὰ τοῦ πατρὸς αὐτοῦ φονευθέντι. Ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως Σολομῶντος ἔτη δψςεʹ. Καὶ μετὰ τὴν βασιλείαν Σολομῶντος ἐβασίλευσαν ἄλλοι· ἐν οἷς ἐβασίλευσεν Ἀχαάβ, βασιλεὺς Ἰουδαίων. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἦν ὁ προφήτης Ἠλίας ὁ Θεσβίτης, ὅστις ἀνελήφθη. Ἐβασίλευσαν δὲ καὶ ἕτεροι ἕως Ἐζεκίου· ἐν οἷς χρόνοις ἤκμαζεν ὁ σοφὸς Ὅμηρος ὁ ποιητὴς ὁ συγγραψάμενος τὸν πόλεμον τῶν Τρώων καὶ Δαναῶν. 144 Ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως Ἐζεκίου, βασιλέως Ἰουδαίων,
140.2.1
ἦν δὲ τότε ἐπὶ Ἐζεκίου προφήτης τις τῶν Ἰουδαίων Ἠσαΐας. Ἐγένετο δὲ ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Ἐζεκίου, βασιλέως Ἰουδαίων, ἀνέβη Σεναχηρείμ, βασιλεὺς Ἀσσυρίων, ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυράς, καὶ ἔλαβεν αὐτάς. καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ πρὸς βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς. καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως. καὶ ἐξῆλθε πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ Ἰωὰς ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος. καὶ εἶπεν αὐτοῖς Ῥαψάκης, Εἴπατε Ἐζεκίᾳ, τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων. Τίνι πεποιθὼς εἶ; μὴ ἐν βουλῇ ἢ ἐν λόγοις χειλέων παράταξις γίνεται; καὶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ' Αἴγυπτον; ὃς ἐὰν ἐπ' αὐτὴν ἐπιστηριχθῇ, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ. οὕτως ἐστὶ Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ. εἰ δὲ λέγετε, Ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν, νυνὶ μίχθητε τῷ κυρίῳ μου, τῷ βασιλεῖ Ἀσσυρίων· καὶ δώσει ὑμῖν δισχιλίους ἵππους, εἰ δυνήσεσθε ἀναβάτας ἐπ' αὐτοὺς δοῦναι. καὶ πῶς δυνήσεσθε ἀποβλέψαι εἰς πρόσωπον τοπάρχου ἑνός; οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ' Αἴγυπτον εἰς ἵππον καὶ ἀναβάτην. καὶ νῦν μὴ ἄνευ κυρίου 145 ὑμῶν ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν; καὶ εἶπεν πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ Ἰωάς, Λάλησον πρὸς τοὺς παῖδάς σου συριστί· καὶ ἵνα τί λαλεῖτε εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει; καὶ εἶπε Ῥαψάκης πρὸς αὐτούς, Μὴ πρὸς κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέ με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους, οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα μὴ φάγωσι κόπρον καὶ πίωσιν οὖρον μεθ' ὑμῶν ἅμα; καὶ ἔστη Ῥαψάκης καὶ ἐβόησε φωνῇ μεγάλῃ ἰουδαϊστὶ καὶ εἶπεν, Ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων. τάδε λέγει ὁ βασιλεύς. Μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις· οὐ δύνηται ῥύσασθαι ὑμᾶς. καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Ἀσσυρίων. μὴ ἀκούετε Ἐζεκίου. τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων. Βουλεύσασθε εὐλογηθῆναι· ἐκπορεύεσθε πρός με, καὶ φάγεται ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰ σῦκα αὐτοῦ, καὶ πίεσθε ὕδωρ ἐκ τοῦ λάκκου ὑμῶν, ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν, ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπέλων. μὴ οὖν ὑμᾶς ἀπατάτω Ἐζεκίας λέγων, Ὁ θεὸς ὑμᾶς ῥύσεται. μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων; ποῦ ἐστιν ὁ θεὸς Αἰθὰμ καὶ Ἀρφάδ; καὶ 146 ποῦ ἐστιν ὁ θεὸς Σεπφαρωθείμ; μὴ ἠδυνήθη Σαμάρεια ῥυσθῆναι ἐκ τῆς χειρός μου; τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐῤῥύσατο τὴν ἑαυτοῦ γῆν ἐκ τῆς χειρός μου, ὅτι λέγει, Ῥύσεταί σε κύριος ὁ θεὸς Ἰσραὴλ ἐκ χειρός μου; Καὶ ἐσιώπησαν καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι αὐτῷ. καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεὺς καὶ Ἰωὰς ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἐζεκίαν, ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψάκου. καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν, ἔσχισε τὰ ἱμάτια καὶ σάκκον περιεβάλετο, καὶ ἀνέβη εἰς τὸν ναὸν τοῦ κυρίου· καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον καὶ Σομνᾶν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων, περιβεβλημένους σάκκους, πρὸς Ἠσαΐαν, υἱὸν Ἀμώς, τὸν προφήτην, καὶ εἶπον αὐτῷ, Τάδε λέγει Ἐζεκίας. Ἡμέρα θλίψεως, δεσμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. εἰσακούσῃ κύριος ὁ θεός σου τοὺς λόγους Ῥαψάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγοις οἷς ἤκουσε κύριος ὁ θεός σου, καὶ δεηθήσῃ πρὸς κύριον τὸν θεόν σου περὶ τῶν καταλελειμμένων τούτων. καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως πρὸς Ἠσαΐαν· καὶ εἶπεν αὐτοῖς Ἠσαΐας, Οὕτως ἐρεῖτε πρὸς τὸν κύ 147 ριον ὑμῶν. Τάδε λέγει κύριος. Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων. καὶ ἰδοὺ ἐγὼ ἐμβαλῶ εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μάχαιρα ἐν τῇ γῇ αὐτοῦ. καὶ ἀπέστρεψε Ῥαψάκης, καὶ κατέλαβε τὸν βασιλέα Ἀσσυρίων πολιορκοῦντα Λομνᾶ. καὶ ἤκουσε βασιλεὺς Ἀσσυρίων ὅτι ἐξῆλθε Θάρα, βασιλεὺς Αἰθιόπων, πολιορκῆσαι αὐτόν. καὶ ἀκούσας ἀπέστειλεν εἰς ἀπάντησιν αὐτοῦ τὸν Ῥαψάκην μετὰ δυνάμεως πολλῆς· καὶ αὐτὸς μείνας ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν λέγων, Οὕτως ἐρεῖτε Ἐζεκίᾳ, βασιλεῖ τῆς Ἰουδαίας. Μή σε ἀπατάτω ὁ θεός σου, ἐφ' ᾧ πεποιθὼς εἶ ἐπ' αὐτῷ, λέγων, Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. ἢ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πάσῃ τῇ γῇ, καὶ μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν; οὐχὶ οἱ πατέρες μου ἀπώλεσαν τήν τε Γωζὰν καὶ Χαρὰν καὶ Ῥαφεῖς, αἵ εἰσιν ἐν χώρᾳ Θαιμᾶν; ποῦ εἰσιν οἱ βασιλεῖς Αἰμὰθ καὶ Ἀρφὰδ καὶ πόλεως Σεπφαρείμ; Καὶ ἔλαβεν Ἐζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἀνέγνω αὐτὸ ἐναντίον κυρίου· καὶ προσηύξατο πρὸς κύριον Ἐζεκίας λέγων, Ὁ θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ὅτι σὺ θεὸς μόνος εἶ βασιλεὺς τῆς οἰκουμένης, ὁ ποιήσας τὸν οὐρα 148 νὸν καὶ τὴν γῆν, εἰσάκουσον, κύριε, ἐπίβλεψον, κύριε, καὶ ἴδε τοὺς λόγους, οὓς ἀπέστειλε Σενναχηρείμ, ὀνειδίζων θεὸν ζῶντα. ἐπ' ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὰς χώρας αὐτῆς, καὶ ἔβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ· οὐ γὰρ θεοὶ ἦσαν, ἀλλ' ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι· καὶ ἀπώλεσαν αὐτούς. καὶ νῦν, κύριε ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτῶν, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ θεὸς μόνος. Καὶ ἀπεστάλη Ἠσαΐας, υἱὸς Ἀμώς, πρὸς Ἐζεκίαν, καὶ εἶπεν αὐτῷ, Τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. Ἤκουσα, ἃ προσηύξω πρός με περὶ Σενναχηρείμ, βασιλέως Ἀσσυρίων. οὕτως λέγει κύριος ἐπὶ βασιλέα Ἀσσυρίων. Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπ' αὐτὴν βέλος, οὐδὲ μὴ στήσῃ ἐπ' αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπ' αὐτὴν χάρακα, ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, ὅτι τάδε λέγει κύριος. Ὑπερασπιῶ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι' ἐμὲ καὶ διὰ Δαβίδ, τὸν παῖδά μου. Καὶ ἐξῆλθεν ἄγγελος κυρίου νυκτός, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ρπεʹ χιλιάδας. καὶ ἀναστάντες τὸ πρωὶ ηὗρον πάντα τὰ σώματα νεκρά· καὶ ἀποστραφεὶς ἀπῆλθεν ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησε τὴν Νινευή. καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν οἴκῳ Σαρὰχ τὸν πάτραρχον Ἀδραμέλεχ καὶ 149 Σαρσάρ, υἱοὶ αὐτοῦ, ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν. καὶ ἐβασίλευσε Ναχορδάν, ὁ υἱὸς αὐτοῦ ἄλλος, Ἀσσυρίων. Μετὰ δὲ τὴν βασιλείαν Ἐζεκίου ἐβασίλευσε τῶν Ἰουδαίων Μανασσῆς ἔτη νεʹ. Εἰσὶν οὖν τὰ πάντα ἀπὸ Ἀδὰμ ἕως Μανασσῆ ἔτη ετκαʹ. Ἐν τοῖς ἔτεσι δὲ τούτοις οἱ Ῥόδιοι, ὡς μηδενὶ ὑποταγέντες ἐν πολέμοις, ἀλλ' αὐτονομοῦντες καὶ θαλασσοκρατοῦντες, εὐχαρίστως φερόμενοι, ἀνέστησαν ἐν τῇ αὐτῇ νήσῳ στήλην χαλκῆν τῷ Ἡλίῳ μεγάλην πάνυ· ἥντινα ἐκάλεσαν κολοσσόν, ὡς φοβερὸν θέαμα, καὶ ἐχρημάτισαν ἑαυτοὺς ἔκτοτε Κολοσσαεῖς. Μετὰ δὲ Μανασσῆν ἐβασίλευσε τῆς Ἰουδαίας Ἐλιακεὶμ καὶ Ἰωακείμ, ἀδελφοὶ αὐτοῦ, ἔτη μδʹ. Γίνεται οὖν ἀπὸ Ἀδὰμ τὰ πάντα ἔτη
140.3.1
ΛΟΓΟΣ ΕΚΤΟΣ ΧΡΟΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΑΣΣΥΡΙΩΝ ΚΑΙ ΑΙΝΕΙΟΥ ΑΣΚΑΝΙΟΥ. Ἐπὶ οὖν τῆς βασιλείας Ἰωακεὶμ βασιλέως ὁπλισάμενος κατὰ Ἰουδαίων ἀνῆλθε Ναβουχοδονόσορ, βασιλεὺς Ἀσσυρίων· καὶ παρέλαβε τὴν Ἱερουσαλὴμ καὶ πᾶσαν τὴν γῆν τῆς Ἰουδαίας, καθὼς οἱ προφῆται προέλεγον τῷ Ἰσραήλ. καὶ ἀπήγαγε τὸν Ἰωακείμ, βασιλέα τῶν Ἰουδαίων, αἰχμάλωτον καὶ πάντα τὰ βασιλικὰ σκεύη καὶ πάντας δοριαλώτους ἐποίησε, καὶ οὐκέτι ἐβασίλευσε τῶν Ἰουδαίων οὔτε Ἱερουσαλήμ, πόλις τῆς Ἰουδαίας, οὔτε Σαμάρεια. καὶ λοιπὸν παρεδόθη ἡ βασιλεία τῶν Ἰουδαίων εἰς χεῖρας Ἀσσυρίων, καὶ ἐκυρίευσαν αὐτῶν. ἐν δὲ τῷ πέμπτῳ ἔτει τῆς βασιλείας Ναβουχοδονόσορ πᾶσα ἡ αἰχμαλωσία τῶν Ἰουδαίων ἐγένετο ἐν Βαβυλῶνι, καθὼς Εὐσέβιος ὁ Παμφίλου ἐχρονογράφησεν. 151 Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις οἱ Λυδοὶ ἔλαβον τὰς βασιλείας, ἤτοι τοπαρχίας, δυνάμει ἀπὸ τῶν πλησίον ὄντων ἄλλων ἐθνῶν. καὶ ἐβασίλευσε τῶν Λυδῶν πρῶτος ὁ Ἀρδεὺς ἔτη λςʹ. ὅστις καὶ ὑπέταξε τὰ πλησίον ἔθνη καὶ βασίλεια, καὶ διῆγεν ἐν ὑπερηφανίᾳ. Μετὰ δὲ τὴν βασιλείαν Ναβουχοδονόσορ, βασιλέως Ἀσσυρίων, ἐβασίλευσε Βαλτάσαρ, ὁ υἱὸς αὐτοῦ. ὅστις εἰς τὰ ἱερατικὰ σκεύη τῶν Ἰουδαίων ὑπηρετεῖτο· ἐκίρνα δὲ καὶ ταῖς παλλακαῖς αὐτοῦ εἰς αὐτὰ καὶ πᾶσι τοῖς συνεσθίουσιν αὐτῷ, ἐνυβρίζων αὐτά. καὶ ἐν τῷ ἀνακεῖσθαι αὐτὸν ἐν ἀπονοίᾳ καὶ δειπνεῖν ἑώρα ἔνθα ἀνέκειτο ἐν τῷ κατέναντι τοίχῳ τοῦ παλατίου ἐξαίφνης ἀστράγαλον χειρὸς ἀνθρώπου γράφοντα, Μανῆ, θεκέλ, φαρές. καὶ ταῦτα γράψας ὁ ἀστράγαλος τῆς χειρὸς ἀφανὴς ἐγένετο. ὁ δὲ Βαλτάσαρ ἀναγνοὺς τὰ γράμματα ἐκάλεσε πάντας τοὺς ἐπαοιδοὺς καὶ μάγους καὶ ἀστρονόμους καὶ ὀνειροκρίτας τῆς χώρας αὐτοῦ, ἐπερωτῶν αὐτούς, Τίς ἐστιν ἡ δύναμις αὕτη τοῦ ἀστραγάλου ἢ τίς ἡ ἑρμηνεία τῶν γραφέντων ὑπ' αὐτοῦ; καὶ οὐδεὶς ἠδυνήθη ἑρμηνεῦσαι αὐτῷ. καὶ ἀκούσας ὅτι ὁ αὐτοῦ πατὴρ ἐν πολλῇ τιμῇ εἶχε τὸν Δανιήλ, ὄντα ἐκ τῆς Ἑβραίων αἰχμαλωσίας, ὅστις τὰ ὁράματα αὐτοῦ ἡρμήνευε, μετεστείλατο τὸν Δανιὴλ καὶ λέγει αὐτῷ, Ἐπειδὴ χάρις ἐστὶ θεοῦ παρά σοι, ἑρμήνευσόν μοι ὅπερ εἶδον τοῖς ἐμοῖς ὀφθαλμοῖς, καὶ τὴν τῶν γραμμάτων δύναμιν σαφήνισόν μοι. ὁ δὲ Δανιὴλ ἀκούσας καὶ 152 ἑωρακὼς τὴν δύναμιν τῶν γραμμάτων, λέγει αὐτῷ, Μακροθύμησον ἐπ' ἐμοί, βασιλεῦ, καὶ μὴ ὀργισθῇς, καὶ ἑρμηνεύσω σοι τὴν τῶν γραμμάτων δύναμιν. ὁ δὲ ἐπωμόσατο μὴ ποιεῖν αὐτῷ κακὸν ἑρμηνεύοντι. καὶ λέγει αὐτῷ ὁ Δανιήλ, Ὁ θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἀγανακτήσας κατά σου ἐπλήρωσε τὴν βασιλείαν σου. καὶ τοῦτο ἀκούσας ἀπέλυσεν αὐτὸν ἰδεῖν εἰ ἀληθεύει. καὶ μεθ' ἡμέρας Δαρεῖος ὁ Μῆδος, ὢν ἐτῶν ξʹ, τυραννήσας ἐπῆλθε καὶ ἔσφαξεν αὐτόν, καὶ ἔλαβε τὴν βασιλείαν αὐτοῦ. Μετὰ δὲ τὴν βασιλείαν Δαρείου ἐβασίλευσαν ἕτεροι βασιλεῖς Ἀσσυρίων ἕως Ἀστυάγους. καὶ λοιπὸν ὁ Ἀστυάγης ἐβασίλευσε Περσῶν, ὃς ἐπεστράτευσε κατὰ τῶν Λυδῶν, ἀνελθὼν μετὰ δυνάμεως πολλῆς. ἐν ᾧ χρόνῳ ὁ ἥλιος ἐξέλειψεν ἐπὶ πολλὰς ὥρας τῆς ἡμέρας, προειπόντος Θαλοῦ τοῦ φιλοσόφου τὴν ἔκλειψιν τοῦ ἡλίου. ἐν τοῖς αὐτοῖς χρόνοις Πεισίστρατος πολεμῶν δημαγωγεῖ, τῶν Λυδῶν μὴ ἡττηθέντων τῷ πολέμῳ, ἀλλὰ τοῦ Ἀστυάγους ἀφ' ἑαυτοῦ ἀναχωρήσαντος. τότε τοῦτο γνόντες οἱ Πισαῖοι δευτέραν ἑορτὴν ἐπετέλεσαν ἀγῶνος Πυθίων, εὐχαριστοῦντες τῷ Ἡλίῳ, παρατιθέμενοι ἑαυτοὺς Λυδοῖς καὶ τῷ κράτει τῆς δυνάμεως αὐτοῦ. Καὶ λοιπὸν ἐν τοῖς μετὰ ταῦτα ἐφηῦρον ἑορτὴν ἀγῶνος τρί 153 του οἱ αὐτοὶ Πισαῖοι, τὰ Ἴσθμια τῷ Πλούτωνι. τετάρτην δὲ ἑορτὴν ἐφηῦρον ἀγῶνος οἱ αὐτοὶ Πισαῖοι, καὶ ἐπετέλεσαν τὰ Νέμεια τῷ Διονύσῳ. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Ἀρδέως ἐβασίλευσαν Λυδῶν ὀκτὼ ἕως Κροίσου τοῦ ὑπερηφάνου· ἐβασίλευσε δὲ ὁ αὐτὸς Κροῖσος ἔτη ιεʹ. κατέσχεν οὖν ἡ βασιλεία Λυδῶν τὰ πάντα ἔτη σλβʹ. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας αὐτοῦ ὁ αὐτὸς Κροῖσος ὑπέταξε πάσας τὰς ἐπαρχίας, ἤτοι βασιλείας, τὰς πλησίον αὐτοῦ καὶ τὰς πόῤῥωθεν, λαμβάνων ἀπὸ μὲν τῶν πειθομένων αὐτῷ φόρους, ἀπὸ δὲ τῶν ἀνθισταμένων αὐτῷ αὐτοὺς καὶ τὰς βασιλείας αὐτῶν. καὶ εἶχε φόβον πολύν, ὡς εὐτυχὴς καὶ νικητής· καὶ ὑπτιώθη. ἐν οἷς χρόνοις Σόλων ἐφιλοσόφει. Μετὰ δὲ τὴν βασιλείαν Ἀστυάγους, βασιλέως Περσῶν, ἐγένετο βασιλεὺς Κῦρος ὁ Πέρσης· ὅστις ἐφίλησε τὴν γυναῖκα τοῦ πρὸ αὐτοῦ βασιλέως Δαρείου Βαρδάνην, καὶ ἔλαβεν αὐτήν. τῷ δὲ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας Κύρου Κροῖσος ὁ βασιλεὺς τῶν Λυδῶν διδαχθεὶς ἀπὸ τῶν συγκλητικῶν αὐτοῦ τὴν πρῴην τοῦ Ἀστυάγους, βασιλέως Περσῶν, ἐπὶ τὴν Λυδίαν πολεμικὴν παρουσίαν, ἠγανάκτησε. καὶ δηλοῖ Κύρῳ, τῷ βασιλεῖ Περσῶν, παραχωρῆσαι αὐτῷ τὴν βασιλείαν αὐτοῦ καὶ ἀναχωρῆσαι, ἢ δέξασθαι τὴν παρουσίαν τῆς εὐτυχεστάτης αὐτοῦ βασιλείας πολεμοῦσαν. ὁ δὲ Κῦρος, βασιλεὺς Περσῶν, δεξάμενος τοὺς 154 σταλέντας πρέσβεις, καὶ ἀναγνοὺς τὰ παρ' αὐτοῦ γραφέντα, εἶπε τοῖς πρεσβευταῖς, Τί γὰρ ἠδίκηται παρ' ἐμοῦ Κροῖσος, τοσαύτην γῆν ἀφεστηκὼς ἀπ' ἐμοῦ καὶ τῶν ἐμῶν βασιλείων; ἢ πῶς τοσούτων διαδραμόντων χρόνων βλάβην χώρας διεκδικεῖ; καὶ ἀδημονῶν ἠβούλετο φυγεῖν ἐπὶ τὴν Ἰνδικὴν χώραν. ἰδοῦσα δὲ αὐτὸν ἀθυμοῦντα ἡ γυνὴ αὐτοῦ, καὶ ἐπερωτήσασα καὶ μαθοῦσα παρ' αὐτοῦ τὸ πρᾶγμα, λέγει αὐτῷ ὅτι Ἐπὶ Δαρείου, τοῦ πρώτου μου ἀνδρός, ἦν ἀνήρ τις Ἑβραῖος, προφήτης, σοφίαν ἔχων θεοῦ, ᾧ ὄνομα Δανιήλ, ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραήλ, ὅντινα ἐν πολλῇ τιμῇ εἶχεν ὁ βασιλεὺς Δαρεῖος, καὶ δίχα αὐτοῦ οὐδὲν ἔπραττεν ἐν τοῖς πολέμοις. καὶ ἐπερωτῶν αὐτὸν ἡνίκα εἶχε πόλεμον, κατεπολέμει τοὺς ἐναντίους· ὅστις μετὰ τὴν τελευτὴν ἐκείνου, πλούσιος ὢν καὶ γεγηρακώς, ἰδιάζει εἰς τὴν Μαραβίτιδα χώραν. ὁ δὲ Κῦρος ἀκούσας ταῦτα, ἔπεμψε πρὸς αὐτὸν τοὺς μεγιστᾶνας αὐτοῦ, ὅπως μετὰ τιμῆς ἀγάγωσιν αὐτόν. οἱ δὲ ἀποσταλέντες ἀπὸ Κροίσου πρὸς Κῦρον ὑποστρέψαντες εἰς τὴν Λυδῶν χώραν τὴν ἀπόκρισιν τὴν δοθεῖσαν αὐτοῖς ἀπὸ Κύρου τῷ ἰδίῳ βασιλεῖ ἀπήγαγον. Ὁ δὲ Κροῖσος, βασιλεὺς Λυδῶν, ἐπιλεξάμενός τινας ἐκ τῶν ἰδίων αὐτοῦ ἀνθρώπων πιστούς, καὶ δοὺς αὐτοῖς δῶρα εὐτελῆ καὶ ἕτερα δῶρα βασιλικά, ἀποστέλλει εἰς Δελφοὺς εἰς τὸ μαντεῖον, εἰρηκὼς αὐτοῖς ὅτι Ἀλλάξατε τὸ σχῆμα ὑμῶν καὶ φορέσατε Αἰγύπτιον σχῆμα, καὶ ἀνελθόντες εἰς τὸ μαντεῖον ἐπίδοτε 155 τὰ εὐτελῆ δῶρα τῷ ἱερεῖ, λέγοντες αὐτῷ ὅτι Αἰγύπτιοί ἐσμεν, καὶ ἤλθομεν ἐπερωτῆσαι τὴν Πυθίαν, καὶ ἐκ τοῦ μήκους τῆς ὁδοῦ ἐληθαργήσαμεν διὰ τί ἤλθομεν ἐπερωτῆσαι ἢ αἰτῆσαι· ἀλλ' εὖξαι καὶ ἐπερώτησον τὴν θεὰν διὰ τί ἤλθομεν. καὶ εἰ μὲν εἴπῃ ὑμῖν διὰ τί ἤλθετε, δότε καὶ τὰ βασιλικὰ δῶρα καὶ εἴπατε τῷ ἱερεῖ μαθεῖν εἰ νικῶ τὸν βασιλέα Περσῶν τὸν Κῦρον. οἱ δὲ λαβόντες τὰ δῶρα ἀπῆλθον εἰς Δελφοὺς εἰς τὸ ἱερόν, καὶ ἔδωκαν τὰ δῶρα τὰ εὐτελῆ, καὶ εἶπον ἑαυτοὺς Αἰγυπτίους, καὶ ὅτι Ἐληθαργήσαμεν διὸ ἤλθομεν. καὶ ἀκούσας ὁ ἱερεὺς ἐξεπλάγη, καὶ δεξάμενος τὰ δῶρα τὰ εὐτελῆ, εἰσελθὼν ηὔξατο, καὶ ἔλαβε τὴν ἀπόκρισιν ταύτην παρὰ τῆς Πυθίας. Οἶδα ψάμμου τὸν ἀριθμὸν καὶ μέτρα θαλάττης· οὐ λαλέοντος δὲ ἀκούω καὶ κωφοῦ ξυνίημι. παίζειν δέ με πειρᾶται Κροῖσος ὁ βασιλεὺς καὶ οἱ τούτου Λυδοί. καὶ ἐξελθὼν ὁ ἱερεὺς εἶπεν αὐτοῖς, Οὐκ ἐστὲ Αἰγύπτιοι, ἀλλὰ Λυδοί, καὶ οὐκ ἐληθαργήσατε, ἀλλὰ παίζοντες τὰ θεῖα εἰρήκατε ταῦτα. καὶ ἐπιδέδωκεν αὐτοῖς γράψας τὸν χρησμὸν ἐν διπτύχοις εἰς τὸ εἰδέναι Κροῖσον τὸ θαῦμα. ἐκπλαγέντες δὲ οἱ ἀπελθόντες ἐπιδεδώκασι καὶ τὰ ἄλλα βασιλικὰ δῶρα τῷ ἱερεῖ, εἰπόντες αὐτῷ ὅτι Κροῖσος ὁ βασιλεὺς ἡμᾶς ἔπεμψεν, ἐπειδὴ πόλεμον ἔχει πρὸς Κῦρον, τὸν Περσῶν βασιλέα· ἀλλὰ μάθε εἰ νικᾷ αὐτόν. καὶ εἰσελθὼν πάλιν ὁ ἱερεὺς καὶ εὐξάμενος ἔλαβε τὸν χρησμὸν τοῦτον. Κροῖσος Ἅλυν ποταμὸν διαβὰς μεγάλην 156 ἀρχὴν καταλύσει. καὶ γράψας καὶ τοῦτον τὸν χρησμὸν ἐν διπτύχοις δέδωκεν αὐτοῖς ἀπενεγκεῖν τῷ βασιλεῖ Κροίσῳ· καὶ ἀπέλυσεν αὐτούς. Ὁ δὲ προφήτης Δανιὴλ εἰσῆλθε πρὸς τὸν βασιλέα Περσῶν Κῦρον· καὶ λέγει αὐτῷ, Εἰπέ μοι εἰ νικῶ Κροῖσον τὸν βασιλέα Λυδῶν. καὶ ἀνεβάλετο τοῦ εἰπεῖν ὁ Δανιήλ· καὶ ἀγανακτήσας κατ' αὐτοῦ ὁ βασιλεὺς ἔβαλεν αὐτὸν εἰς λάκκον λεόντων. καὶ μαθὼν ὅτι οὐδὲν ἔπαθεν ὑπὸ τῶν θηρίων, ἀνήνεγκεν αὐτὸν καὶ προσέπεσεν αὐτῷ λέγων, Ἥμαρτον εἰς σε· ἀλλ' εὖξαι τῷ θεῷ σου καὶ εἰπέ μοι εἰ δύναμαι ἀντιστῆναι τῷ ἅρπαγι τούτῳ καὶ ὑπερηφάνῳ Κροίσῳ, ὅτι πᾶσαν τὴν γῆν ὑπέταξε καὶ οὐκ ἐκορέσθη. καὶ ὁ Δανιὴλ εὐξάμενος εἶπεν αὐτῷ ὅτι Νικᾷς τὸν Κροῖσον καὶ λαμβάνεις αὐτὸν αἰχμάλωτον. περὶ σοῦ γὰρ εἶπεν ὁ θεὸς ὁ ποιήσας πάντα τὰ ὁρώμενα ταῦτα διὰ τοῦ προφήτου Ἠσαΐου, Οὕτως λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ τοῦ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω· ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. ἐγὼ ἔμπροσθεν αὐτοῦ προπορεύσομαι καὶ ὄρη ὁμαλιῶ καὶ θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συγκλάσω καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεός. ἐγὼ ἐγείρω αὐτὸν μετὰ δικαιοσύνης, πᾶσαι αἱ ὁδοὶ αὐ 157 τοῦ εὐθεῖαι. αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων. εἶπε κύριος ὁ θεὸς σαβαώθ. Ὁ δὲ βασιλεὺς Κῦρος ἀκούσας ταῦτα, ἔπεσε πρὸς τοὺς πόδας τοῦ Δανιὴλ λέγων, Ζῇ κύριος ὁ θεός σου, ἐγὼ ἀπολύσω ἐκ τῆς ἐμῆς γῆς τὸν Ἰσραήλ, ἵνα λατρεύσωσι τῷ θεῷ αὐτῶν ἐν Ἱερουσαλήμ. καὶ ὁπλισάμενος παρετάξατο τῷ Κροίσῳ. Ὁ δὲ βασιλεὺς Κροῖσος ἀκούσας τὴν τοῦ χρησμοῦ ἀπόκρισιν, ἐξῆλθε κατὰ Κύρου μετὰ δυνάμεως πολλῆς· καὶ παρῆλθε τὸν Ἅλυν, ποταμὸν τῆς Καππαδοκίας. καὶ συνέκρουσε Κύρῳ χειμῶνος ὄντος μεγάλου· καὶ ἡττηθεὶς ἠθέλησε φυγεῖν αὐτὸς καὶ τὰ πλήθη αὐτοῦ· καὶ πλημμυρήσαντος τοῦ ποταμοῦ ἐκ τοῦ χειμῶνος, οὐκ ἠδυνήθη φυγεῖν οὐδὲ περᾶσαι· καὶ ἐλήφθη αἰχμάλωτος αὐτὸς καὶ τὰ πλήθη αὐτοῦ, χιλιάδες υʹ. τοὺς δὲ ζήσαντας ἐξ αὐτῶν ἔλαβεν αἰχμαλώτους ὁ Κῦρος ἅμα Κροίσῳ. καὶ στήσας αὐτὸν ἐν ξυλίνῳ τρίποδι ἐν ὕψει δεδεμένον ἐθριάμβευσεν αὐτὸν τῷ στρατῷ αὐτοῦ. καὶ ἔλαβεν αὐτὸν καὶ κατήγαγεν ἐν Περσίδι. ταῦτα δὲ ἱστόρησαν οἱ σοφώτατοι Θάλης καὶ Κάστωρ καὶ Πολύβιος συγγραψάμενοι καὶ μετ' αὐτοὺς Ἡρόδοτος ὁ ἱστοριογράφος· ἅτινα καὶ ὁ σοφὸς Θεόφιλος ἐχρονογράφησεν. Ὁ δὲ Κῦρος ὁ βασιλεὺς Περσῶν ἀπέλυσεν ἐκ τῆς αἰχμαλωσίας τοὺς υἱοὺς Ἰσραὴλ πάντας εὐθέως ἢ μόνον τὰ βασίλεια 158 αὑτοῦ κατέλαβεν ἐπὶ Ἱεροσόλυμα μετὰ Ζοροβάβελ ἐξελθεῖν· σκῆπτρα δὲ δύο ἥμισυ, ἄνδρες καὶ γυναῖκες καὶ παιδία, τὸν ἀριθμὸν μυριάδες πέντε, ἔμειναν εἰς τὰ Περσικὰ ἰδίᾳ προαιρέσει, φοβηθέντες τὰ ὄντα ἔθνη πέριξ. τὰ δὲ ἐννέα ἥμισυ ἐπανῆλθον, καθὼς Τιμόθεος ὁ χρονογράφος συνεγράψατο. ἀπέλυσε δὲ αὐτοὺς τοῦ Δανιὴλ αἰτήσαντος αὐτόν. Μετὰ δὲ τὸ ἀπολέσθαι τὴν βασιλείαν τῶν Λυδῶν οἱ Σάμιοι θαλασσοκρατήσαντες ἐβασίλευσαν τῶν μερῶν ἐκείνων. καὶ ἀκούσας μετὰ χρόνους Κῦρος ὁ βασιλεὺς Περσῶν, ἐπεστράτευσε κατ' αὐτῶν, καὶ συμβαλὼν αὐτοῖς ναυμαχίᾳ πολεμήσας ἡττήθη καὶ ἔφυγε, καὶ ἐλθὼν εἰς τὴν χώραν αὐτοῦ ἐσφάγη· περὶ οὗ πολέμου Κύρου καὶ τῶν Σαμίων ὁ σοφώτατος Πυθαγόρας ὁ Σάμιος συνεγράψατο· ὅστις καὶ εἶπεν αὐτὸν Κῦρον τεθνάναι εἰς τὸν πόλεμον. ταῦτα δὲ πάντα καὶ ὁ σοφὸς Ἀφρικανὸς ἐχρονογράφησε. Μετὰ δὲ τὴν βασιλείαν Κύρου ὁ υἱὸς αὐτοῦ Δαρεῖος ὁ καὶ Καμβύσης καὶ ἄλλοι πολλοὶ ἐβασίλευσαν Ἀσσυρίων. ἐπὶ δὲ τῶν χρόνων τῆς βασιλείας Δαρείου, τοῦ υἱοῦ Κύρου, ἐφιλοσόφει παρ' Ἕλλησιν Ἀναξίμανδρος. ὅστις εἶπε τὴν γῆν μέσην εἶναι τοῦ παντὸς κόσμου, καὶ τὸν ἥλιον οὐκ ἐλάττω τῆς γῆς ὑπάρχειν, ἀρχὴν δὲ τῶν πάντων ἀέρα· ἐξ αὐτοῦ γενέσθαι καὶ τὰ πάντα εἰς αὐτὸν ἀναλύεσθαι. καὶ τὴν τοῦ ἀνθρώπου ψυχὴν ἀερίαν καὶ τὸ πᾶν πνεῦμα ἀπεφήνατο, μάταιον λογισμὸν πλάνης παρεισάγων. 159 καὶ τὰς ἰσημερίας δὲ καὶ τὰς τροπὰς αὐτὸς ἐξέθετο. καὶ ὁ προειρημένος δὲ Πυθαγόρας ὁ Σάμιος τὴν ἀριθμητικὴν συνεγράψατο· καὶ δόγμα παρεισήγαγεν Ἕλλησιν δοξάζων ἀσωμάτους τινὰς εἶναι ἀρχάς. ταῦτα δὲ ὁ σοφὸς Τιμόθεος ἐν τοῖς συγγράμμασιν αὐτοῦ ἀπεμνημόνευσεν. Ἐν δὲ τῇ βασιλείᾳ Δαρείου, υἱοῦ Κύρου, πόλεμος ἐκινήθη ἀπὸ Αἰθιόπων κατ' αὐτοῦ· οἵτινες κακῶς αὐτὸν ἔφερον. τοῦτο δὲ γνόντες οἱ ἐν τῇ Μήδων χώρᾳ κατοικοῦντες Ἰουδαῖοι, ἀφέντες κατέλαβον τὴν Ἱερουσαλήμ· ἦν δὲ πλῆθος πολὺ Ἰουδαίων. καὶ μαθὼν τοῦτο Δαρεῖος ὁ Κύρου, ἀπέστειλε τὸν στρατηγὸν αὐτοῦ κατ' αὐτῶν ὀνόματι Ὁλοφέρνην μετὰ δυνάμεως πολλῆς εἰς τὰ Ἱεροσόλυμα. καὶ ἐπολιόρκει τὴν Ἱερουσαλήμ, καὶ συνέβη τι φοβερὸν γενέσθαι τότε. Ἰουδὶθ γάρ τις ἦν γυνὴ Ἑβραία, καὶ ἐμηχανήσατο κατὰ τοῦ ἐξάρχου Περσῶν Ὁλοφέρνου, προσποιητὴ οὖσα ὡς τὸ ἔθνος, φησί, τῶν Ἰουδαίων θέλουσα προδοῦναι. καὶ παρεγένετο πρὸς αὐτὸν κρυπτομένη· καὶ ἑωρακὼς αὐτῆς τὴν εὐμορφίαν ὁ Ὁλοφέρνης, εἰς ἔρωτα αὐτῆς ἐνέπεσε. καὶ λέγει αὐτῷ ὅτι Μηδένα ἐάσῃς ἐνταῦθα εἶναι ἐγγιστά μου δι' ἐμέ, ὅτι ἐπέρχονταί μοι πορνεῦσαί με βουλόμενοι· καὶ πεισθεὶς μόνος μετ' αὐτῆς διῆγε. τρεῖς δὲ αὕτη προσκαρτερήσασα αὐτῷ ἡμέρας, ὡς καθεύδει μετ' αὐτοῦ νυκτός, ἐγερθεῖσα τὴν κεφαλὴν αὐτοῦ ἀφείλετο· καὶ μέσης νυκτὸς ἐξελθοῦσα διὰ τοῦ παραπυλίου εἰσῆλθεν εἰς τὰ Ἱεροσόλυμα, τὴν κεφαλὴν αὐτοῦ βαστάζουσα. καὶ ἐπέ 160 τρεψε τοῦ κρεμασθῆναι αὐτήν· πλησίον γὰρ τοῦ τείχους δι' αὐτὴν τὸν παπυλεῶνα αὐτοῦ ἔστησεν ὁ Ὁλοφέρνης. λαβόντες οὖν οἱ Ἰουδαῖοι παρ' αὐτῆς τὴν κεφαλὴν εἰς κοντὸν ἐπάνω τοῦ τείχους ἔπηξαν πρὸ αὔγους, ἐπιδεικνύντες αὐτὴν τῷ στρατῷ αὐτοῦ. πρωίας δὲ γενομένης, ἑωρακότες οἱ Πέρσαι τὴν κεφαλὴν Ὁλοφέρνου κοντευθεῖσαν, ὑπενόησαν ὅτι διὰ δυνάμεώς τινος τοῦτο ἐγένετο καὶ ἔφυγον· καὶ διελύθη ὁ πόλεμος, καὶ νίκην ἔλαβον οἱ Ἰουδαῖοι κατὰ Περσῶν. ταῦτα δὲ ἐν ταῖς Ἑβραϊκαῖς ἐμφέρεται γραφαῖς. ταῦτα δὲ Εἰρηναῖος ὁ σοφὸς συνεγράψατο. Μετὰ δὲ τὴν βασιλείαν Δαρείου ἐβασίλευσεν Ἀσσυρίων Ἀρταξέρξης· καὶ Νεεμίας ὁ ἱερεὺς ὁ ὢν ἐκ τοῦ σπέρματος Δαβίδ, παῤῥησίαν ἔχων πρὸς αὐτόν, ἐδυσώπησε τὸν Ἀρταξέρξην· ἠγάπα γὰρ αὐτόν, ὅστις καὶ ἄρχειν αὐτὸν τῶν εὐνούχων ἐποίησε· καὶ λαβὼν χρήματα πολλὰ ἔπεισεν ἀπολυθῆναι αὐτὸν καὶ ἀπελθεῖν τοῦ κτίσαι τὴν Ἱερουσαλὴμ τὴν πορθηθεῖσαν· πρώτη γὰρ αὕτη τῆς Ἱερουσαλὴμ ἅλωσις καὶ τοῦ ἱεροῦ καταστροφή. ὁ δὲ Νεεμίας ἀπολυθεὶς ἀνῆλθεν εἰς Ἱερουσαλήμ, καὶ ἀνήγειρεν αὐτὴν καὶ τὸ τεῖχος τῆς πόλεως, καὶ τὰς πλατείας αὐτῆς ἐποίησεν εὐρυχώρους, καὶ βελτίω αὐτὴν κατέστησεν· ἦν γὰρ ἔρημος ἐπὶ ἔτη οʹ. αὕτη ἦν ἡ δευτέρα τοῦ ἱεροῦ ἀνοικοδομή. ἐπληρώθη δὲ τὸ ἱερὸν δι' ἐτῶν μʹ. ὁ δὲ αὐτὸς Ἀρταξέρξης παρακληθεὶς ὑπό τινων τῆς συγκλήτου αὐτοῦ, καὶ τοὺς ὑπολοίπους Ἰουδαίους ἀπέλυσε, καὶ εἴτις ἐὰν ἠβουλήθη τότε ἀνελθεῖν εἰς τὴν Ἱερουσαλήμ, ἀνῆλθε 161 μετὰ Ἔσδρα τοῦ προφήτου καὶ ἡγουμένου· ᾧτινι καὶ τὰ ἱερὰ σκεύη ἔδωκε καὶ τὰς βίβλους τὰς ἱερατικὰς τὰς εὑρεθείσας· ὁ δὲ αὐτὸς Ἔσδρας τῶν μὴ εὑρεθέντων βιβλίων ἀπὸ ὑπομνήσεως αὐτοῦ γράφεσθαι τὰ ὑπομνήματα ἐποίησεν. Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἐβασίλευσεν ἡ Μακεδονία χώρα· ἐν ᾗ πρῶτος ἐβασίλευσεν ὁ Κραναὸς ἔτη κηʹ. καὶ λοιπὸν ἐβασίλευσαν ἄλλοι κγʹ ἕως Φιλίππου. ἦσαν δὲ τότε τὰ τῶν Ἑλλήνων διδάσκοντες φιλόσοφοι καὶ ποιηταὶ Σοφοκλῆς καὶ Ἡρακλείδης καὶ Εὐριπίδης καὶ Ἡρόδοτος καὶ Σωκράτης καὶ ὁ μέγας Πυθαγόρας. ἦν δὲ Ἡρακλῆς γεννηθεὶς ἐν τοῖς προειρημένοις ἀνωτέρω χρόνοις ἐν Λατῷ τῆς Θηβαΐδος, ἐκ γένους ὑπάρχων τοῦ Ἡρακλέος τοῦ ἐκ τῆς Ἀλκμήνης καὶ τοῦ Πίκου Διός· ὅστις ἀνετράφη ἐν τῇ Ἱσπανίᾳ χώρᾳ, καὶ ἀνδρεῖος γενόμενος ἦλθε τότε ἀπὸ τῆς Ἱσπανίας ἐπὶ τὴν Ἰταλίαν, φυγὼν τὸν Εὐρυσθέα βασιλέα· καὶ ἐβασίλευσεν ἔτη ληʹ. ὅστις ἔλαβε γυναῖκα τὴν Αὔγην, τὴν Ἀλέου θυγατέρα βασιλέως, ἐβασίλευσε δέ, ὡς ἐκ τοῦ γένους καταγόμενος τοῦ Πίκου Διός· ὅθεν καὶ στήλας αὐτῷ χρυσᾶς καὶ πορφυρᾶς ἀνέστησαν οἱ Ἰταλοὶ καὶ βασιλεῖς, ἤτοι ῥῆγες, ἐκ τοῦ γένους αὐτοῦ βασιλεύσαντες ἐν τοῖς ἐσχάτοις τῆς δύσεως μέρεσιν· αἵτινες στῆλαι ἕως τοῦ παρόντος ἵστανται. 162 Εἰσὶν οὖν ἀπὸ Ἀδὰμ ἕως τῶν χρόνων τούτων ἔτη ετξβʹ. Καὶ μετὰ Ἀρταξέρξην ἐβασίλευσαν τῶν Ἀσσυρίων ἄλλοι πολλοὶ ἕως Δαρείου τοῦ νεωτέρου. Τῆς δὲ Ἰταλίας ἐβασίλευσεν ὁ υἱὸς τοῦ Ἡρακλέος ὁ ἀπὸ τῆς Αὔγης, ὁ Τήλεφος. καὶ μετ' αὐτὸν ἐβασίλευσεν ὁμοίως ὁ υἱὸς αὐτοῦ, ὅντινα Λατῖνον ἐκάλεσεν· ἐβασίλευσε δὲ ἐν τῇ χώρᾳ ἐκείνῃ αὐτὸς Λατῖνος ἔτη ιηʹ, καὶ ἐκ τοῦ ἰδίου ὀνόματος τοὺς Κιτιαίους καλουμένους ἐπωνόμασε Λατίνους. Τότε δὲ Αἰνείας ὁ Ἀγχίσου ὁ Φρὺξ φεύγων ἐκ τῆς πορθήσεως τοῦ Ἰλίου, ἤτοι τοῦ Τρωικοῦ πολέμου, ἀπῆλθεν ἐπὶ τὴν Λιβύην πρὸς τὴν Φοίνισσαν Διδὼ τὴν καὶ Ἐλισσάν. καὶ ἐνδιατρίψας ἐκεῖ, λάθρᾳ ἐάσας αὐτὴν ἔφυγεν, ὡς φοβηθεὶς τὸν Ἰάρβα, βασιλέα τῆς Ἀφρικῆς· καθὰ Βεργίλλιος ὁ σοφὸς Ῥωμαίων ποιητὴς συνεγράψατο. ὁ δὲ σοφώτατος Σέρβιος ὁ Ῥωμαῖος ἐν τοῖς αὐτοῦ συγγράμμασιν ἐξέθετο, εἰπὼν ὅτι μετὰ τὸ τελευτῆσαι τὸν Αἰνείαν ἔτη πολλὰ ἦν ἡ Διδὼ ἀπὸ πόλεως μικρᾶς λεγομένης Χαρτίμας, οὔσης τῆς παράλου Φοινίκης, μεταξὺ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος. ἥτις Διδὼ ἦν πλουσιωτάτη· ἔσχε δὲ ἄνδρα τινὰ ὀνόματι Συχαῖον, ὄντα καὶ αὐτὸν πλούσιον σφόδρα. τὸν δὲ αὐτὸν Συχαῖον ἐφόνευσεν, ὡς κυνηγοῦντα, ὁ ἀδελφὸς τῆς 163 Διδὼ ὀνόματι Πυγμαλίων, διαφθονούμενος αὐτῷ, ὡς πολὺ εὐπόρῳ καὶ κελεύοντι πάσῃ τῇ χώρᾳ ἐκείνῃ. ἦσαν γὰρ οἱ δύο ἔφιπποι καταδιώκοντες σύαγρον καὶ βαστάζοντες βήναβλα· ἐκ τῶν ὀπισθίων οὖν ἐλθὼν ὁ Πυγμαλίων δέδωκε τῷ Συχαίῳ κατὰ τοῦ νώτου αὐτοῦ τῇ λόγχῃ, καὶ ἐφόνευσεν αὐτόν· ἦν γὰρ γενναῖος· καὶ λαβὼν τὸ λείψανον αὐτοῦ ἔῤῥιψεν εἰς κρημνόν. καὶ ὑποστρέψας εἶπε τοῖς διαφέρουσιν αὐτῷ καὶ τῇ γαμετῇ αὐτοῦ ὅτι ὡς κατεδίωκε τὸν σύαγρον κατεκρημνίσθη. ἠβούλετο δὲ ὁ αὐτὸς Πυγμαλίων καὶ τὴν αὑτοῦ ἀδελφὴν φονεῦσαι καὶ λαβεῖν τὰ χρήματα πάντα. ᾗτινι Διδὼ ἐφάνη ἐν ὁράματι ὁ αὐτῆς ἀνὴρ Συχαῖος καὶ εἶπεν αὐτῇ, Φύγε, μή σε φονεύσῃ Πυγμαλίων, δείξας αὐτῇ καὶ τὸν τόπον τῆς πληγῆς. καὶ λοιπὸν ἡ αὐτὴ Διδὼ λαθοῦσα τὸν ἑαυτῆς ἀδελφὸν Πυγμαλίωνα, καὶ εὑροῦσα καιρόν, ἔλαβε πάντα τὰ χρήματα τὰ ἑαυτῆς, καὶ βαλοῦσα εἰς πλοῖα μετὰ τῶν ἰδίων ἀνθρώπων αὐτῆς φυγοῦσα ἀπέπλευσεν ἐκ τῆς Φοινίκης, καὶ ἦλθεν εἰς τὴν Λιβύην, χώραν τῆς Ἀφρικῆς. καὶ κτίζει ἐκεῖ πόλιν μεγάλην πάνυ, ἣν ἐκάλεσε Καρτάγεναν· καὶ ἐβασίλευσεν ἐν αὐτῇ, καὶ ἐκεῖ τελευτᾷ σωφρόνως ζήσασα. Ὁ δὲ Αἰνείας χρησμὸν λαβὼν ἀπέπλευσεν ἀπὸ τῆς Λιβύης, βουλόμενος ἐπὶ τὴν Ἰταλίαν ἐλθεῖν. ἀνέμου δὲ ἐναντίου γενομένου, ἐξεῤῥίφη μετὰ τῶν ἰδίων πλοίων πλησίον τῆς Σικελίας εἰς τὴν Καλαβρίαν ἐν πόλει λεγομένῃ Ἀργυρίππῃ, τῇ κτισθείσῃ ὑπὸ Διομήδους τοῦ Τυδέως. ὅστις ὑπῆρχεν Αἰτωλὸς τῷ γένει, 164 φέρων τὴν συγγένειαν ἐκ τοῦ Οἰνέως, βασιλέως τῆς Αἰτωλίας. ὅστις Οἰνεὺς ἀγαγόμενος γυναῖκα ὀνόματι Ἐρίβοιαν ἔσχεν ἐξ αὐτῆς τὸν Τυδέα. καὶ ἐτελεύτησεν ἡ Ἐρίβοια, καὶ ἠγάγετο ἑτέραν γυναῖκα ὀνόματι Ἀλθαίαν· καὶ ἔσχεν ἐξ αὐτῆς τὸν Μελέαγρον καὶ θυγατέρα ὀνόματι Δηιάνειραν. νεώτερός τις ὀνόματι Ἀχελῷος, υἱὸς Ποσειδωνίου, συγκλητικοῦ τοῦ Τυδέως, ἐμνηστεύσατο. ὁ δὲ Ἀχελῷος πρὸ τοῦ γάμου ἔφθειρε τὴν Δηιάνειραν λάθρᾳ, καὶ μετὰ ταῦτα λέγει τῷ πατρὶ αὐτῆς τῷ Οἰνεῖ, Οὐκ ἄλλως λαμβάνω τὴν θυγατέρα σου, εἰ μὴ παραχωρήσεις μοι τὸ βασίλειόν σου διοικεῖν. ὁ δὲ οὐκ ἐπείσθη αὐτῷ· καὶ λοιπὸν σὺν τῷ ἰδίῳ πατρὶ ἀντῆρεν ὁ Ἀχελῷος τῷ Οἰνεῖ καὶ ἐπολέμησεν αὐτῷ. καὶ ἠναγκάσθη ὁ Οἰνεὺς προτρέψασθαι ἐκ τῆς Φθίας χώρας στρατηγὸν γενναῖον, Ἡρακλέα τὸν λεγόμενον Πολύφημον, συνταξάμενος διδόναι αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα τὴν Δηιάνειραν. ὅστις κατελθὼν μετὰ τῆς ἐνόπλου αὐτοῦ στρατιᾶς συνέβαλε πόλεμον μετὰ Ποσειδωνίου καὶ τοῦ υἱοῦ αὐτοῦ Ἀχελῴου. καὶ εἰς τὴν συμβολὴν ξίφει ὁ Πολύφημος τὸν Ποσειδώνιον ἀνεῖλε, τὸν πατέρα Ἀχελῴου· διὰ τοῦτο δὲ ἐξέθεντο οἱ ποιηταὶ ὅτι τὸ κέρας τοῦ Ἀχελῴου ἀπέσπασεν ὁ Ἡρακλῆς, ὅπερ ἐστὶ τὴν πατρικὴν αὐτοῦ δύναμιν. καὶ ἑωρακὼς τὸν ἴδιον αὐτοῦ πατέρα πεσόντα, φεύγει ἔφιππος· διὸ καὶ γράφουσιν αὐτὸν ἱπποκένταυρον. καὶ ἐν τῷ καταδιώκειν αὐτὸν τὸν Πολύφημον Ἡρακλέα στραφεὶς τοξεύει 165 αὐτὸν κατὰ τοῦ μαστοῦ· καὶ εὐθέως ὁ Ἡρακλῆς ἀντετόξευσε τὸν Ἀχελῷον, ὡς περᾷ τὸν ποταμὸν ὀνόματι Φορβάν. καὶ φιβλωθεὶς ὁ Ἀχελῷος κατηνέχθη ἀπὸ τοῦ ἵππου εἰς τὰ ῥεῖθρα τοῦ ποταμοῦ καὶ ἀπώλετο. καὶ μετεκλήθη ἔκτοτε ὁ αὐτὸς ποταμὸς ἀπὸ τῶν τῆς Αἰτωλίας χώρας Ἀχελῷος ἕως τῆς νῦν, καθὰ Κεφαλίων ὁ σοφὸς ἐξέθετο. ὁ δὲ Πολύφημος Ἡρακλῆς ἐκ τῆς πληγῆς τοῦ μαστοῦ μεθ' ἡμέρας τινὰς τελευτᾷ. Μελέαγρος δὲ ὁ τοῦ Οἰνέως υἱός, ἀδελφὸς δὲ τοῦ Τυδέως καὶ Δηιανείρας, ἐποίησεν ἆθλον μέγαν ἐν τῇ Καλυδωνίᾳ χώρᾳ, φονεύσας κάπρον φοβερόν, τῆς Ἀταλάντης τῆς θυγατρὸς τοῦ Σχοινέως οὔσης μετ' αὐτοῦ· ἥτις προποιήσασα τοξεύει τὸν σύαγρον· ἐλυμαίνετο γὰρ οὗτος ὁ θὴρ πᾶσαν τὴν χώραν ἐκείνην. καὶ μετὰ τὴν ἀναίρεσιν τοῦ θηρὸς τὸ δέρμα αὐτοῦ ἐχαρίσατο ὁ Μελέαγρος τῇ Ἀταλάντῃ, εἰς ἔρωτα αὐτῆς βληθείς. ἀπελθὼν δὲ ὁ Μελέαγρος πρὸς τὸν ἑαυτοῦ πατέρα Οἰνέα, ἀπῃτήθη παρ' αὐτοῦ τὰ νικητήρια τοῦ θηρός· καὶ μαθὼν ὅτι τῇ Ἀταλάντῃ τὸ δέρμα ἐχαρίσατο, ὀργισθεὶς κατὰ τοῦ ἰδίου υἱοῦ, ὃν εἶχε θαλλὸν ἐλαίας, φυλαττόμενον παρὰ τῇ Ἀλθαίᾳ τῇ ἑαυτοῦ μὲν γυναικί, μητρὶ δὲ τοῦ Μελεάγρου, ὅντινα θαλλὸν τῆς ἐλαίας ἡ Ἀλθαία ἔγκυος οὖσα ἐπιθυμήσασα ἔφαγε, καὶ καταπιοῦσα τὸ φύλλον τῆς ἐλαίας εὐθέως τεκοῦσα συνεγέννησε τὸ τῆς ἐλαίας φύλλον σὺν τῷ Μελεάγρῳ· περὶ οὗ χρησμὸς ἐδόθη τῷ πατρὶ αὐτοῦ τῷ Οἰνεῖ τοσοῦτον χρόνον ζῆν τὸν Μελέαγρον 166 ὅσον χρόνον φυλάττεται τὸ φύλλον τῆς ἐλαίας τὸ μετ' αὐτοῦ γεννηθέν· ὅπερ φύλλον ὀργισθεὶς ὁ Οἰνεὺς εἰς πῦρ ἔβαλε, καὶ ἐκαύθη, ἀγανακτήσας κατὰ τοῦ ἰδίου υἱοῦ· καὶ παραχρῆμα ὁ Μελέαγρος ἐτελεύτησεν, ὡς ὁ σοφὸς Εὐριπίδης δρᾶμα περὶ τοῦ αὐτοῦ Μελεάγρου ἐξέθετο. Μετὰ δὲ τὴν βασιλείαν τοῦ Οἰνέως ἐβασίλευσε τῆς Αἰτωλίας ὁ ἄλλος υἱὸς αὐτοῦ ὁ Τυδεύς, ὁ πατὴρ τοῦ Διομήδους. ὁ δὲ Διομήδης μετὰ τὴν τελευτὴν τοῦ ἰδίου πατρὸς Τυδέως ἐβασίλευσε τῆς Ἀργείων χώρας, ἀγαγόμενος ἐκ τοῦ Ἄργους γυναῖκα ὀνόματι Αἰγιάλειαν. καὶ ἀπονοηθεὶς ὑπέταξε τὴν ἑαυτοῦ χώραν τὴν Αἰτωλίαν, πολεμήσας αὐτούς· καὶ καταλύσας τὸ βασίλειον αὐτῆς καὶ ποιήσας αὐτὴν ὑπὸ τὴν Ἀργείων βασιλείαν, τοῦτ' ἐστὶν ὑπὸ τὸ ἴδιον κράτος, καὶ εὐθέως μετὰ τῶν Ἀχαιῶν ἐξώρμησεν ἐπὶ τὸν Τρωικὸν πόλεμον. καὶ ἐπανελθὼν μετὰ τὴν νίκην τῆς Τροίας ἐπὶ τὸ ἴδιον αὐτοῦ βασίλειον οὐκ ἐδέχθη ὑπὸ τῆς ἰδίας πόλεως ἢ τῆς συγκλήτου αὐτοῦ, ἀλλ' ἀντέστησαν αὐτῷ ἐν δυνάμει πολεμοῦντες. μαθὼν δὲ ὅτι ἡ γυνὴ αὐτοῦ ἡ Αἰγιάλεια κατασκευάζει αὐτῷ θάνατον, ὡς πορνευθεῖσα ὑπό τινος συγκλητικοῦ αὐτοῦ, ὅστις καὶ ἀνθίστατο αὐτῷ κραταιῶς, ὁμοίως δὲ ἀκούσας ὅτι ἐπορνεύθη ὑπὸ τοῦ Οἴακος, υἱοῦ τοῦ Ναυπλίου, οἵτινες διὰ τὸν πρὸς αὐτὴν ἔρωτα πολλῷ σθένει ἀντεμάχοντο αὐτῷ, καθὼς ὁ σοφὸς Δίδυμος ἐξέθετο, προσεσχηκὼς δὲ ὁ Διομήδης τοὺς ἡγεμόνας καὶ πᾶσαν τὴν Ἀργείων χώραν ἀνθισταμέ 167 νην αὐτῷ, μὴ δυνάμενος δὲ ἀπελθεῖν μηδὲ ἐπὶ τὴν Αἰτωλίαν, τὴν ἰδίαν αὐτοῦ βασιλείαν, ὡς λύσας αὐτῆς τὸ βασίλειον, παραχωρήσας τὴν ἰδίαν αὐτοῦ βασιλείαν ἀνεχώρησεν, ἀποπλεύσας ἐπὶ τὴν Καλαβρίων χώραν· καὶ κτίζει πόλιν ἐκεῖ παραλίαν, ἣν ὠνόμασεν Ἀργυρίππην, ὡς προγέγραπται, τὴν μετακληθεῖσαν Βενέβεντον νῦν. καὶ δεξάμενος τὸν Αἰνείαν ἐκριφέντα ἐν τῇ αὐτῇ πόλει κατέσχεν, ἐν πολλῇ τιμῇ καὶ θεραπείᾳ ἔχων αὐτόν· καὶ συνδιῆξεν αὐτῷ ὁ Αἰνείας τὸν χειμῶνα. Καὶ λέγει τῷ Διομήδει ὁ Αἰνείας, Ἔγνων ὅτι τὸ θεῖον Παλλάδιον τὸ ἐν τῇ Τροίῃ ἀποκείμενον ἐκομίσω, ὅπως ἐπιγραφῇ δίδοται τὸ Παλλάδιον τῷ Αἰνείᾳ. ὁ δὲ Διομήδης εἶπεν αὐτῷ ὅτι Ἐξ οὗ τοῦτο μετὰ τοῦ Ὀδυσσέως ἀφειλόμην οὐκ ἔλειψάν μοι συμφοραὶ οὔτε τῷ ἐμῷ στρατῷ· ὅθεν ἠναγκάσθην αἰτῆσαι τὴν Πυθίαν περὶ αὐτοῦ· καὶ ἐδόθη μοι χρησμὸς ἀποδοῦναι αὐτῷ τοῖς Τρωσί. καὶ εἶπεν ὁ Αἰνείας, Δός μοι αὐτό. καὶ εὐθέως ποιήσας θυσίαν ὁ Διομήδης παρέσχε τὸ Παλλάδιον τῷ Αἰνείᾳ. καὶ λαβὼν αὐτὸ ὁ Αἰνείας, καταφθάσαντος τοῦ θέρους, ἐξώρμησεν ἐπὶ τὴν Ἰταλίαν πρὸς τὸν Λατῖνον· καὶ ἑαυτὸν συμμίξας αὐτῷ μεθ' ἧς εἶχε βοηθείας ἐνόπλου στρατοῦ τῶν Φρυγῶν, ἐπολέμησαν τοῖς Ῥουστούλοις· καὶ εἰς αὐτὸν τὸν πόλεμον ὁ Λατῖνος ὁ τοῦ Τηλέφου υἱὸς ἐσφάγη, καὶ ἤνεγκαν οἱ Ῥουστοῦλοι τὰς ἐπάνω.