Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
John MalalasChro 168 · pg-scrape-grcMore by John Malalas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
168.1.1
Καὶ ἀπῆλθεν ὁ Αἰνείας πρὸς τὸν Εὔανδρον καὶ τὸν υἱὸν αὐτοῦ Πάλλαντα, ἄνδρας πολεμικωτάτους· οἵτινες διῆγον εἰς τὴν Ἰταλίαν, οἰκοῦντες κώμην λεγομένην Βαλεντίαν, ἰθύνοντες ἐπαρχίαν μίαν. ἐν ᾗ κώμῃ καὶ ἔκτισεν ὁ Πάλλας οἶκον μέγαν πάνυ, οἷον οὐκ εἶχεν ἡ περίχωρος ἐκείνη, ὅστις οἶκος ἐκλήθη τὸ Παλλάντιν, καὶ ἀπὸ τότε ἐκλήθη τὰ βασιλικὰ κατοικητήρια παλλάντιον ἐκ τοῦ Πάλλαντος. καὶ ᾔτησεν αὐτοὺς λαβεῖν παρ' αὐτῶν ὁ Αἰνείας βοήθειαν στρατοῦ· ᾧτινι παρέσχεν ὁ αὐτὸς Πάλλας καὶ ὁ αὐτοῦ πατὴρ Εὔανδρος γενναίους πολεμιστὰς ἄνδρας υʹ. καὶ πάλιν ἀπελθὼν ὁ αὐτὸς Αἰνείας πρὸς ἄλλους τοπάρχας ἔλαβε πολλὴν βοήθειαν στρατοῦ, ἐπειδὴ πᾶσα ἡ χώρα ἐκείνη ἐναντιοῦτο τοῖς Ῥουστούλοις καὶ τῷ Τούρνῳ, βασιλεῖ αὐτῶν. καὶ συνέβαλεν αὐτοῖς ὁ Αἰνείας πόλεμον, καὶ ἐνικήθησαν τὸν πόλεμον οἱ Ῥουστοῦλοι ὑπὸ τοῦ Αἰνείου, σφαγέντος τοῦ Τούρνου· καὶ ἔλαβεν ὁ Αἰνείας μετὰ τὴν νίκην τὴν βασιλείαν καὶ τὴν θυγατέρα τοῦ Λατίνου Ἀλβανίαν. καὶ κτίζει ἐκεῖ πόλιν ὁ αὐτὸς Αἰνείας μεγάλην, ἥντινα ἐπωνόμασεν Ἀλβανίαν· καὶ ἀποτίθεται ὁ Αἰνείας ὃ ἔλαβε Παλλάδιον ἀπὸ τοῦ Διομήδους ἐν τῇ αὐτῇ πόλει Ἀλβανίᾳ. ἐβασίλευσε δὲ ὁ Αἰνείας μετὰ τὸν Λατῖνον ἔτη ιθʹ. Μετὰ δὲ τὸν Αἰνείαν ἐβασίλευσεν ἐκεῖ Ἀσκάνιος Ἰούλιος, ὁ υἱὸς τοῦ Αἰνείου ἀπὸ τῆς Κρεούσης τῆς Τρῳάδος, τῆς πρώτης γυναικὸς τοῦ αὐτοῦ Αἰνείου, ἔτη
168.2.1
καὶ ἔκτισε τὴν 169 Λαβινίαν πόλιν, καὶ τὸ βασίλειον τοῖς Λαβινησίοις ἐπέθηκε, μεταγαγὼν ὁ αὐτὸς Ἀσκάνιος ἐκ τῆς Ἀλβανίας πόλεως τὸ Παλλάδιον εἰς τὴν αὑτοῦ κτισθεῖσαν πόλιν Λαβινίαν. Ἐν τῷ καιρῷ δὲ τῷ αὐτῷ ἀρχιερεύς τις ἦν τῆς Ἱερουσαλὴμ μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος τῶν δύο ἡμίσεος σκήπτρων τῶν ἀνελθόντων ἐν τῇ Ἱερουσαλὴμ Ἐλιακεὶμ ὁ υἱὸς Ἰησοῦ. Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἦν Ἱππάσιος, φιλόσοφος Πυθαγορικός· ὅστις τὴν σφαῖραν τοῦ οὐρανοῦ πρῶτος ἐξήνεγκεν ἐκ τῶν δεκαδύο ζωδίων, καὶ κατὰ θάλασσαν ναυαγήσας ἐτελεύτα. ἦν δὲ καὶ Ἰσοκράτης τότε καὶ Περικλῆς καὶ Θουκυδίδης ὁ συγγραψάμενος τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων. ἐν δὲ τοῖς χρόνοις Θουκυδίδου ἦν καὶ Φειδίας ὁ ἀγαλματοποιὸς καὶ Στησίχορος καὶ Βακχυλίδης, οἳ ἦσαν ὀρχήσεως εὑρεταὶ καὶ ποιηταί, μετὰ τοὺς προειρημένους φιλοσόφους ἄνδρας· μετὰ δὲ χρόνον οἱ προῤῥηθέντες τῶν Ἑλλήνων ἦσαν παιδευταί. ἀναφαίνεται δὲ μετὰ ταῦτα καὶ Δημοσθένης καὶ Ἀριστοφάνης ὁ κωμῳδός. Μετὰ δὲ τὴν βασιλείαν Δαρείου τοῦ νεωτέρου ἐβασίλευσε Περσῶν Ἀρταξέρξης ὁ Μνήμων καλούμενος ἔτη λθʹ. Ἀλβανῶν δὲ ἐβασίλευσεν Ἄλβας ὁ υἱὸς τοῦ Ἀσκανίου ἔτη λςʹ. καὶ κτίζει τὴν Σίλπιν πόλιν· ἀπὸ τότε οἱ βασιλεῖς Σίλβιοι 170 ἐκαλοῦντο· μεταγαγὼν ἐν τῇ αὐτῇ Σίλβει πόλει καὶ τὸ Παλλάδιον ὁ αὐτὸς Ἄλβας βασιλεύς. καὶ ἐβασίλευσαν λοιπὸν οἱ ἐκ τοῦ γένους τοῦ Αἰνείου, οἱ λεγόμενοι Αἰνειάδες, ἔτη τλαʹ. ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ ΠΕΡΙ ΚΤΙΣΕΩΣ ΡΩΜΗΣ. Καὶ λοιπὸν ἐβασίλευσε Ῥῶμος ὁ κτίστης τῆς Ῥώμης καὶ Ῥημος ὁ ἀδελφὸς αὐτοῦ· ὅθεν μετεκλήθησαν Ῥωμαῖοι. οἵτινες καὶ τὰ ὅπλα τοῦ Ἡρακλέος τοῦ ἐκ τοῦ γένους τοῦ Πίκου Διὸς εὑρηκότες, ἀπέθεντο ἐν τῇ παρ' αὐτῶν κτισθείσῃ πόλει Ῥώμῃ τῇ πρῴην λεγομένῃ κώμῃ Βαλεντίᾳ ἐν τῷ Βοαρίῳ φόρῳ εἰς τὸν ναὸν τοῦ Πίκου Διός, ἀποκλείσαντες αὐτὰ ἐκεῖ ἕως ἄρτι. οἱ δὲ αὐτοὶ ἀδελφοὶ ἀνενέωσαν τὸ λεγόμενον Παλάντιον, τὸν βασιλικὸν οἶκον τὸν τοῦ Πάλλαντος, καὶ ναὸν μέγαν τῷ Διὶ κτίσαντες ἐκάλεσαν αὐτὸν Καπετώλιον ῥωμαϊστί, ὅ ἐστιν ἡ κεφαλὴ τῆς πόλεως· ἀγαγόντες δὲ τὸ Παλλάδιον τὸ ξόανον ἀπὸ πόλεως Σίλβης ἀπέθεντο αὐτὸ ἐν τῇ Ῥώμῃ. οἵτινες ἀδελφοὶ ἐν τῷ βασιλεύειν εἰς ἔχθραν ἦλθον πρὸς ἀλλήλους· καὶ ἐφονεύθη ὁ Ῥῆμος ὑπὸ τοῦ Ῥώμου, καὶ ἐβασίλευσε μόνος ὁ Ῥῶμος.

Intertext edge

Open linked passage

Note