Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
177.1.1
κει ἀντέχεσθαι τοῦ ἄλλου μέρους, καὶ εἶχεν αὐτοὺς εὐμενεῖς καὶ ἐναντιουμένους τῷ σκοπῷ τῶν ἐναντίων αὐτοῦ. ἐξ ἐκείνου καὶ οἱ μετ' αὐτὸν βασιλεῖς τῆς Ῥώμης τῷ αὐτῷ κανόνι ἐχρήσαντο. Ἐν δὲ τῇ βασιλείᾳ τοῦ αὐτοῦ Ῥώμου ὁ στρατὸς αὐτοῦ ἐγένετο πολὺς ἐπείσακτος, καὶ πλῆθος ἦν ἐν τῇ Ῥώμῃ τῶν ἀγρίων ἀνθρώπων, καὶ οὐκ ἦσαν πρὸς τὰ πλήθη τῶν ἀνδρῶν γυναῖκες. καὶ ἐπεθύμουν τῆς τοῦ βίου ἡδονῆς τὰ τῶν νεανιῶν στρατεύματα· καὶ ἐπήρχοντο κατὰ τὴν ἀγορὰν ταῖς γυναιξί, καὶ ἐγένετο ταραχὴ καὶ ἐμφύλιος πόλεμος. καὶ ἠθύμει ὁ Ῥῶμος, ἀμηχανῶν τί πράξει· οὐδεμία γὰρ ἠνείχετο τῶν γυναικῶν καταμῖξαι τοῖς στρατιώταις, ὡς ἀγρίοις καὶ βαρβάροις. καὶ ἐξεφώνησε νόμον ὥστε λαμβάνειν τοὺς στρατιώτας πρὸς γάμον παρθένους, ἃς ἐκάλεσε Βρυτίδας· καὶ οὐδεὶς εἵλετο δοῦναι αὐτοῖς τὴν ἰδίαν θυγατέρα, ἀλλ' ἔλεγον ὅτι οὐκ ἔστιν αὐτοῖς καθ' ἑκάστην ἐλπὶς ζωῆς διὰ τοὺς πολέμους, ἀλλὰ πάντες τοῖς τῆς πόλεως ἐζεύγνυον τὰς ἑαυτῶν θυγατέρας. καὶ ἀθυμῶν ὁ Ῥῶμος ἀπῆλθεν εἰς τὸ μαντεῖον· καὶ ἐδόθη αὐτῷ χρησμὸς ὥστε ἐπιτελέσαι ταῖς γυναιξὶ θέαν ἱππικοῦ, ἵνα ἀγάγηται ἑαυτῷ ὁ στρατὸς γυναῖκας. καὶ συνάξας τὸ πλῆθος τοῦ στρατοῦ ἐν τῷ παλατίῳ ἐπετέλεσεν ἱππικόν, κελεύσας μόνον γυναῖκας θεωρῆσαι τὸ ἱπποδρόμιον. καὶ ὡς παραξένου τινὸς θέας μελλούσης γίνεσθαι, ἀπὸ πάσης τῆς περιχώρου καὶ τῶν πόῤῥωθεν πόλεων καὶ κωμῶν ἦλθον ἐν τῇ πό 178 λει Ῥώμῃ πλήθη γυναικῶν, καὶ ἀνεπλήρωσαν τὸ ἱππικὸν γυναῖκες ὕπανδροι καὶ νεώτεραι παρθένοι· ἦλθον δὲ καὶ αἱ θυγατέρες τῶν λεγομένων Σαβίνων, χώρας πλησίον τῆς Ῥώμης οὔσης, γυναῖκες εὐπρεπεῖς. καὶ δοὺς ὁ Ῥῶμος μανδᾶτα λάθρᾳ γυναῖκα ὕπανδρον οὖσαν Ῥωμαίαν πολίτιδα μὴ θεωρῆσαι, κελεύσας καὶ ἰδίῳ στρατῷ ὥστε ὑπάνδρου γυναικὸς μὴ τολμῆσαι ἅψασθαι, ἀλλὰ τὰς παρθένους ἁρπάσαι καὶ τὰς μὴ ἐχούσας ἄνδρας καὶ μόνας, ἀνελθὼν ἐν τῷ ἱππικῷ ὁ Ῥῶμος ἐθεώρει. καὶ ἐν τῷ ἐπιτελεῖσθαι τὸ ἱπποδρόμιον ἀπολυθεὶς ὁ στρατὸς ἐκ τοῦ παλατίου ὥρμησαν ἐν τῷ ἱππικῷ, καὶ ἐκ τῶν βάθρων ἀνέσπασαν τὰς παρθένους γυναῖκας καὶ τὰς μὴ ἐχούσας ἄνδρας· καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας. τοῦτο δὲ πρὸς ἅπαξ ἐποίησεν ὁ Ῥῶμος γενέσθαι· καθὼς ὁ σοφώτατος Βεργίλλως ἐξέθετο· ὡσαύτως δὲ καὶ Πλίνιος ὁ Ῥωμαίων ἱστοριογράφος συνεγράψατο, ὁμοίως δὲ καὶ Λίβιος. ἕτεροι δὲ ἱστορικοὶ συνεγράψαντο πρῶτον ἱπποδρόμιον ἐπιτελέσαι αὐτοῖς τὸν Ῥῶμον εἰς βούρδωνας. Τὸν δὲ Ῥῶμον καὶ τὸν Ῥῆμον τοὺς ἀδελφοὺς ἱστοροῦσιν ὑπὸ Λυκαίνης γαλακτοτροφέντας, ὅτι βασιλεὺς ὁ Ἀμούλιος, ὁ αὐτῶν πάππος, ἐκέλευσεν αὐτοὺς ῥιφῆναι εἰς τὰς ὕλας, ὡς πορνογεννήτους, ἐπειδὴ ἡ Ἰλία ἡ μήτηρ αὐτῶν, ἱέρεια οὖσα τοῦ Ἄρεως, ἐφθάρη, πορνευθεῖσα ὑπό τινος στρατιώτου, περὶ οὗ λέγουσι μυθολογοῦντες τὸν Ἄρεα ἐγγαστρῶσαι αὐτήν, καὶ 179 ἐγέννησεν αὐτοὺς διδύμους, καὶ διὰ τοῦτο ὁ πάππος αὐτῶν ἔῤῥιψεν αὐτοὺς εἰς τὰς ὕλας. καὶ εὗρε τοὺς αὐτοὺς παῖδας χωρική τις, βόσκουσα πρόβατα· καὶ σπλαγχνισθεῖσα, ὅτι ἦσαν εὔμορφα, λαβοῦσα ἔθρεψεν αὐτοὺς τῷ ἰδίῳ γάλακτι. εἰς δὲ τὴν χώραν ἐκείνην λυκαίνας καλοῦσιν ἕως ἄρτι τὰς χωρικὰς τὰς βοσκούσας πρόβατα, ὡς ἀεὶ τὸν βίον καὶ τὴν διαγωγὴν ἐχούσας μετὰ λύκων. τούτου οὖν ἕνεκεν ὁ Ῥῶμος ἐπενόησε τὰ λεγόμενα Βρουμάλια, εἰρηκώς, φησίν, ἀναγκαῖον εἶναι τὸ τρέφειν τὸν κατὰ καιρὸν βασιλέα τὴν ἑαυτοῦ σύγκλητον πᾶσαν καὶ τοὺς ἐν ἀξίᾳ καὶ πάσας τὰς ἔνδον τοῦ παλατίου οὔσας στρατιάς, ὡς ἐντίμους, ἐν τῷ καιρῷ τοῦ χειμῶνος, ὅτε τὰ πολεμικὰ ἔνδοσιν ἔχει. καὶ ἤρξατο πρώτους καλεῖν καὶ τρέφειν τοὺς ἀπὸ τοῦ ἄλφα ἔχοντας τὸ ὄνομα, καὶ λοιπὸν ἀκολούθως ἕως τοῦ τελευταίου γράμματος, κελεύσας καὶ τὴν ἑαυτοῦ σύγκλητον θρέψαι τῷ αὐτῷ σχήματι. καὶ ἔθρεψαν καὶ αὐτοὶ τὸν στρατὸν ἅπαντα καὶ οὓς ἐβούλοντο. οἱ οὖν ἑκάστου ἀριθμοῦ πανδοῦροι ἀπὸ ἑσπέρας ἀπιόντες εἰς τοὺς οἴκους τῶν καλεσάντων αὐτοὺς ἐπ' ἀρίστῳ εἰς τὴν ἑξῆς ηὔλουν πρὸς τὸ γνῶναι ἐκεῖνον ὅτι παρ' αὐτῷ τρέφονται αὔριον. καὶ κατέσχε τὸ ἔθος τῶν Βρουμαλίων ἐν τῇ Ῥωμαίων πολιτείᾳ ἕως τῆς νῦν. τοῦτο δὲ ἐποίησεν ὁ αὐτὸς Ῥῶμος, θέλων ἐξαλεῖψαι τὴν ἑαυτοῦ ὕβριν, ὅτι οἱ Ῥωμαῖοι ἐχθροὶ αὐτοῦ ὄντες καὶ μισοῦντες αὐτὸν καὶ λοιδοροῦντες ἔλεγον ὅτι οὐκ ἐχρῆν αὐτὸν βασιλεῦσαι ἐνυβρισμένον ὄντα, διότι ἐξ ἀλλοτρίων ἐτράφησαν οἱ 180 δύο ἀδελφοί, ἕως οὗ τελείας ἡλικίας ἐγένοντο καὶ ἐβασίλευσαν, σημαίνοντες ὅτι ὑπὸ τοῦ Φαύστου τοῦ γεωργοῦ καὶ τῆς γυναικὸς αὐτοῦ Λυκαίνης ἐτράφησαν ἐκ τῶν ἀλλοτρίων ἐσθίοντες, ὡς προγέγραπται. ὄνειδος γὰρ ὑπῆρχε παρὰ Ῥωμαίοις καὶ πᾶσι τοῖς ἀρχαίοις ποτὲ τὸ ἐκ τῶν ἀλλοτρίων τρέφεσθαί τινα· ὅθεν καὶ ἐν τοῖς συμποσίοις τοῖς λεγομένοις φιλικοῖς ἕκαστος τῶν συνερχομένων εἰς τὸ συμπόσιον τὸ ἴδιον αὐτοῦ βρῶμα καὶ πόμα μεθ' ἑαυτοῦ κομίζει, καὶ εἰς τὸ κοινὸν πάντα παρατίθεται, καὶ ἐσθίουσι κρατήσαντες τὸ ἀρχαῖον ἔθος ἕως τῆς νῦν, τὸ μὴ ἀκούειν ἀλλοτριοφάγοι. τούτου χάριν ἐπενόησε τοῦτο ὁ αὐτὸς Ῥῶμος, πρὸς τὸ ἐξιλεώσασθαι τὴν ὕβριν ἑαυτοῦ, καλέσας καὶ τὸ ὄνομα τοῦ ἀρίστου ῥωμαϊστὶ βρουμάλιουμ, καθὼς ὁ σοφώτατος Λικίννιος ὁ Ῥωμαίων χρονογράφος ἐξέθετο. Μετὰ δὲ Ῥῶμον καὶ Ῥῆμον τοὺς ἀδελφοὺς ἐβασίλευσαν ἄλλοι ἓξ τῆς Ῥώμης ἕως τοῦ Ταρκυνίου Σουπέρβου τοῦ ἀδίκου. ἕβδομος γὰρ βασιλεὺς τῆς Ῥώμης μετὰ τὸ κτισθῆναι αὐτὴν ἐγένετο· καὶ ἐπήρθη τὸ βασίλειον παρ' αὐτοῦ. Ἐπὶ δὲ τῶν χρόνων τῆς βασιλείας αὐτοῦ ἦν Σίβυλλα ἡ Κυμαία μάντις. Ἔσχε δὲ ὁ αὐτὸς Ταρκύνιος υἱὸν ὀνόματι Ἄῤῥουνς, δι' ὃν ἐξεβλήθη τῆς βασιλείας, ὅτι βιασάμενος τὴν Λουκρητίαν συγκλητικὴν ἐμοίχευσεν ὁ υἱὸς τοῦ Ταρκυνίου ὁ Ἄῤῥουνς· κἀκείνη ἔσφαξεν ἑαυτήν, ὡς σώφρων. καὶ ἐγένετο ἐμφύλιος πόλε 181 μος μέγας ἐν τῇ Ῥώμῃ ἐπὶ χρόνων, καὶ πολλοὶ ἐσφάγησαν. ταῦτα δὲ συνεγράψατο ὁ σοφὸς Σέρβιος ὁ Ῥωμαίων συγγραφεύς. Ὁ δὲ Ταρκύνιος ἐξεβλήθη τῆς βασιλείας τῷ τρόπῳ τούτῳ. πολέμου κινηθέντος ἐν τῇ Ῥώμῃ ἐκ τοῦ ἔθνους τῶν λεγομένων Ἀρδηνῶν, λαβὼν βοήθειαν ὁ Ταρκύνιος βασιλεὺς ἦλθε πολεμῶν τὴν Ἀρδηνῶν χώραν. καὶ εὑρόντες καιρὸν οἱ ἐχθροὶ αὐτοῦ οἱ συγκλητικοὶ Βροῦτος ὁ θεῖος τῆς Λουκρητίας καὶ Κολλατῖνος ὁ ἀνὴρ αὐτῆς, κατεσκεύασαν αὐτῷ, συμποιησαμένων αὐτοῖς καὶ τῶν ἄλλων συγκλητικῶν καὶ τῶν τῆς πόλεως πάντων εἰς τὸ αὐτὸν ἐκβληθῆναι τῆς βασιλείας, πείσαντες συμμαχεῖν αὐτοῖς εἰς τὸ μὴ δέξασθαι τοῦ λοιποῦ τὸν Ταρκύνιον βασιλέα εἰς τὴν Ῥώμην ὑποστρέφοντα τὸν στρατὸν τὸν φυλάττοντα τὸ παλάτιον καὶ τὴν πόλιν Ῥώμην τῶν λεγομένων Κελεριανῶν, ἀνδρῶν μαχιμωτάτων ἐν πολέμοις. καὶ γνόντος τοῦ Ταρκυνίου τὸ τρακτευθὲν κατ' αὐτοῦ παρὰ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ καὶ τοῦ δήμου, πέμψας αὐτὸς ὑπενόθευσε καὶ αὐτὸν τὸν υἱὸν τοῦ Βρούτου, τὸν φίλον ὄντα καὶ συννεώτερον τοῦ υἱοῦ αὐτοῦ Ἄῤῥουνς. καὶ πεισθεὶς συνετάξατο ἐρχομένου τοῦ αὐτοῦ Ταρκυνίου κατὰ τῆς Ῥώμης προδοῦναι τὴν πόλιν καὶ τὸν ἴδιον πατέρα φονεύειν τὸν Βροῦτον. τοῦτο δὲ γνοὺς ὁ δοῦλος τοῦ Βρούτου Βινδίκιος, ὁ συνδιάγων τῷ υἱῷ αὐτοῦ, ἀνήγγειλε λάθρᾳ τῷ ἰδίῳ δεσπότῃ Βρούτῳ τὴν μέλλουσαν γίνεσθαι κατ' αὐτοῦ ἐπιβουλὴν παρὰ τοῦ υἱοῦ αὐτοῦ. καὶ εὐθέως ἀκούσας ὁ Βροῦτος συνέσχε τὸν ἴδιον 182 αὐτοῦ υἱόν, καὶ ἐν τῷ φόρῳ Ῥώμης ἐπὶ πάντων ἐξετάσας αὐτόν, ἠνάγκαζεν αὐτὸν ἐξειπεῖν τὰ αὐτῷ καὶ τῷ Ταρκυνίῳ βεβουλευμένα. ὁ δὲ ὡμολόγησε τῷ ἰδίῳ πατρὶ τὴν γενομένην παρ' αὐτοῦ σύνταξιν τῆς προδοσίας πρὸς τὸν Ταρκύνιον· καὶ εὐθέως ἐφόνευσε τὸν ἴδιον υἱόν. καὶ λοιπὸν συναθροισθεῖσα ἡ σύγκλητος Ῥώμης πᾶσα ἀπεκήρυξε τὸν Ταρκύνιον τῆς βασιλείας, ἐγγράφως τὴν καθαίρεσιν αὐτοῦ ποιήσαντες, ψηφισάμενοι ἐν πρώτοις καὶ δισιγνατεύσαντες ὑπάτους δύο, τὸν Βροῦτον τὸν μέγαν καὶ τὸν Κολλατῖνον τὸν ἄνδρα τῆς Λουκρητίας, διοικεῖν τὴν πολιτείαν Ῥωμαίων προβαλλομένους κατὰ ἰδίαν δοκιμασίαν ἄρχοντας, καὶ μὴ εἶναι τοῦ λοιποῦ βασιλέα ἐν τῇ Ῥώμῃ, γράψαντες καὶ τῷ στρατῷ τῷ ὄντι μετ' αὐτοῦ Ταρκυνίου ἀπολιπεῖν αὐτόν· καὶ ἀπέστησαν εὐθέως. ἢ μόνον δὲ προῆλθεν ὕπατος ὁ Βροῦτος, εὐθέως ἐπὶ τῆς συγκλήτου καὶ τοῦ δήμου ἀγαγὼν τὸν ἴδιον δοῦλον τὸν Βινδίκιον ὑπὲρ εὐχαριστίας, ὅτι πιστὰ ἐφύλαξε τῷ ἰδίῳ δεσπότῃ, καὶ ἐπιτελέσας ἑορτὴν πανηγυρικὴν τῇ Δίκῃ καὶ καθίσας ἐν τῷ ὑψηλῷ βήματι ἀνήγαγε τὸν Βινδίκιον ἐν ὕψει ἄντικρυς αὑτοῦ, καὶ ἐκτείνας τὴν δεξιὰν αὐτοῦ χεῖρα, καὶ τῇ παλάμῃ αὐτοῦ πληγὰς τρεῖς ἐπὶ τὴν αὐτοῦ παρειὰν ἐπαγαγὼν μετὰ κραυγῆς ἔφη ταῦτα, Ἀποτιναξάμενος τὴν τῆς σῆς δουλείας τύχην, ὦ Βινδίκιε, καὶ τὴν ταύτης ἐκδυσάμενος ζυγὸν ἔνδυσαι Ῥωμαϊκῆς ἐλευθερίας θώρακα τὸν ἅπαντα τῆς ζωῆς σου χρόνον. καὶ ἀφελόμενος ἐκ τῆς ἰδίας χειρὸς δακτύλιον χρυσοῦν ἐπέβαλεν εἰς τὴν δεξιὰν αὐτοῦ χεῖρα, δεδωκὼς αὐτῷ καὶ ἀξίαν κόμητος καὶ μέρος τῆς αὑτοῦ 183 περιουσίας, καλέσας τὴν αὐτὴν ἡμέραν τῆς ἑορτῆς Κονσίλια, ἅπερ ἑρμηνεύεται παροχῆς ἡμέρα, προστάξας καὶ τοῖς παρ' αὐτοῦ προβληθεῖσιν ὑπατικοῖς ἄρχουσι τῶν ἐπαρχιῶν τῇ αὐτῇ ἡμέρᾳ κατ' ἔτος ἱερὰν παννυχίδα καὶ ἑορτὴν τῇ Δίκῃ ἐπιτελεῖν εἰς μνημόσυνον τῆς κατὰ τοῦ Ταρκυνίου νίκης καὶ τῆς κατ' ἀξίαν ἐλευθερίας τοῦ Βινδικίου εἰς τὸ προτρέψασθαι τοὺς λοιποὺς τοὺς πανταχοῦ οἰκέτας εὐγνωμονεῖν τοῖς ἰδίοις δεσπόταις καὶ τοιαύτης ἐλευθερίας ἀξιοῦσθαι καὶ τιμῆς. ἅτινα Κονσίλια οἱ ὑπατικοὶ ἄρχοντες τῶν ἐπαρχιῶν ἕως τῆς νῦν ἐπιτελοῦσι πανηγυρίζοντες. περὶ ὧν καὶ Λίβιος ὁ σοφὸς καὶ ἕτεροι πολλοὶ συνεγράψαντο. Μετὰ δὲ χρόνους πολλοὺς τυραννήσαντες οἱ Γάλλοι ἐκίνησαν πόλεμον Ῥωμαίοις· καὶ τοῦτο γνοῦσα ἡ σύγκλητος Ῥώμης προεχειρίσατο κατ' αὐτῶν στρατηγὸν δυνατὸν ὀνόματι Μαλλίωνα Καπιτωλῖνον. ὅστις ὁπλισάμενος καὶ λαβὼν στρατὸν πολεμικώτατον, ὥρμησεν εἰς τοὺς Γάλλους· καὶ συμβαλὼν πόλεμον ἐνίκησε κατὰ κράτος. καὶ ὑποστρέψας ἐθριάμβευσε τὴν νίκην ἐν τῇ Ῥώμῃ, καὶ εἰσῆλθεν ἀπονενοημένος κατὰ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ καὶ τοῦ δήμου· καὶ διὰ τοῦτο ἐλυπήθη ἡ σύγκλητος καὶ πάντες. φθονηθεὶς δὲ ὑπό τινος ἐχθροῦ αὐτοῦ συγκλητικοῦ, ὄντος ἐν δυνάμει, ὀνόματι Φεβρουαρίου, καταγομένου ἐκ γένους τῶν Γάλλων, κατεσκευάσθη. ἐν κομβεντίῳ γὰρ 184 εἰσελθόντος τοῦ Μαλλίωνος Καπιτωλίνου, καὶ τοῦ κοινοῦ τῆς 184 συγκλήτου καθεζομένου, ἐξαναστὰς ὁ Φεβρουάριος συγκλητικὸς λέγει τῷ Μαλλίωνι, Τοῦ στρατοῦ Ῥωμαίων νικήσαντος τοὺς Γάλλους σὺ τί ὑπεραίρῃ, ὡς μονομαχήσας; ἡ τύχη Ῥωμαίων ἀεὶ νικᾷ τοὺς πολεμίους· οὐ διέλαθε δὲ ἡμᾶς καὶ τοῦτο, ὅτι διὰ τοῦτο ἐν ἀπονοίᾳ τοσαύτῃ ὑπάρχεις, ὡς βουλόμενος καὶ σὺ τυραννῆσαι τοὺς Ῥωμαίους· ὅπερ οὐκ ἐγγίνεταί σοι. καὶ ἀκούσασα ταῦτα ἡ σύγκλητος καὶ ὁ στρατὸς καὶ ὁ δῆμος, ἐπῆλθε τῷ Μαλλίωνι Καπιτωλίνῳ. ὁ δὲ δῆμος ἐπαναστὰς κατὰ γνώμην τῆς συγκλήτου ἐβόησαν ἐκβληθῆναι ἀπὸ τῆς πόλεως Ῥώμης τὸν αὐτὸν Μαλλίωνα Καπιτωλῖνον· ὅστις εὐλαβηθεὶς τὸν στρατὸν καὶ τὸν δῆμον ἐξῆλθεν ἐν τοῖς ἰδίοις κτήμασι, πλησίον τῆς λεγομένης Ἀπουληίας χώρας, κἀκεῖ διῆγεν ἡσυχάζων. ἐκείνου δὲ φυγόντος ἐπῆλθεν ὁ δῆμος Ῥωμαίων τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα τὰ διαφέροντα αὐτῷ διήρπασαν. Οἱ δὲ Γάλλοι προχειρισάμενοι αὑτοῖς ῥῆγα δυνατὸν ἐν πολέμοις ὀνόματι Βρῆνον, ἐπεστράτευσαν εὐθέως ἐπὶ τῆς Ῥώμης, ἀκούσαντες καὶ διὰ τὸν Μαλλίωνα ὅτι ἐξεβλήθη ἀπὸ τῆς Ῥώμης. καὶ ὁρμήσας ὁ Βρῆνος ῥὴξ ἐξαίφνης εἰσῆλθεν ἐν τῇ Ῥώμῃ, καὶ παρέλαβεν αὐτὴν νυκτὸς ἐν χειμῶνι, τῇ πεντεκαιδεκάτῃ τοῦ ἑξτιλλίου μηνός, προπέμψας λάθρᾳ τοὺς ὀφείλοντας φονεῦσαι τοὺς πορταρίους καὶ ἀνοῖξαι αὐτῷ τὴν πόρταν. καὶ τούτων φονευομένων ἐγένετο πτῦρμα· καὶ γνόντες οἱ συγκλητικοὶ τὴν παράληψιν τῆς πόλεως, ἔφυγον πάντες, καὶ φανεροὶ τῶν τῆς πόλεως λαμπροὶ σὺν γυναιξὶ καὶ τέκνοις εἰσῆλθον ἐν τῷ 185 Καπετωλίῳ εἰς τὸ ἱερὸν τοῦ Διὸς μετὰ τῶν ἰδίων χρημάτων. παραλαβὼν δὲ ὁ Βρῆνος ῥὴξ τὴν πόλιν Ῥώμην, κατασφάζει πολλοὺς πολίτας καί τινας τῶν στρατιωτῶν καὶ αἰχμαλωτίζει· καὶ ἔμενε πολιορκῶν τὸ Καπετώλιον διὰ τοὺς ὄντας ἐν αὐτῷ συγκλητικοὺς καὶ διὰ τὰ χρήματα αὐτῶν. δυνηθέντες δὲ οἱ συγκλητικοὶ ἔγραψαν, δεόμενοι τοῦ Μαλλίωνος Καπιτωλίνου συνάξαι τὸν κατὰ πόλιν καὶ χώραν Ῥωμαίων ὄντα ἐγκάθετον στρατόν, καὶ ἐλθεῖν εἰς ἐκδίκησιν τῆς Ῥώμης καὶ εἰς βοήθειαν αὐτῶν. καὶ δεξάμενος τὰ τῆς συγκλήτου γράμματα ὁ Μαλλίων Καπιτωλῖνος, γνοὺς ὅτι ἐλήφθη ἡ Ῥώμη καὶ τὸ Καπετώλιον φρουρεῖται ὑπὸ τοῦ Βρήνου, ῥηγὸς τῶν Γάλλων, ἐταράχθη· καὶ συναγαγὼν εὐθέως πάντοθεν πλῆθος στρατοῦ, καὶ ὁρμήσας, ἦλθε κατὰ τοῦ Βρήνου ῥηγὸς ἐξαίφνης ἀπροσδοκήτως εἰς τὴν Ῥώμην· καὶ αὐτὸς νυκτὸς κατάξας τὸν ἴδιον στρατὸν ἐν ταῖς ῥύμαις τῆς πόλεως, καὶ μεσάσας τὸν Βρῆνον ῥῆγα καὶ τοὺς αὐτοῦ πάντας, ὡς ξένους, ἀνεῖλε. καὶ περιγενόμενος συνελάβετο τὸν αὐτὸν Βρῆνον ῥῆγα· καὶ εὐθέως ἀπεκεφάλισεν αὐτόν, καὶ ἔπηξεν ἐν κοντῷ τὴν κεφαλὴν αὐτοῦ. καὶ τὰ πλήθη δὲ αὐτοῦ καὶ τοὺς κόμητας αὐτοῦ κατακόψας, ἐῤῥύσατο πάντας οὓς συνελάβετο Ῥωμαίους αἰχμαλώτους, ἀφελόμενος καὶ πάντα τὰ παρ' αὐτῶν πραιδευθέντα καὶ ἐξελθοῦσα ἡ σύγκλητος Ῥωμαίων ἐκ τοῦ Καπετωλίου μετὰ τὴν νίκην τοῦ Μαλλίωνος Καπιτωλίνου εὐθέως ἐψηφίσατο αὐτὸν ἅμα τῷ στρατῷ καὶ τῷ δήμῳ τῷ περιλειφθέντι αὐτῷ αὐτὸν μόνον διοικεῖν τὰ Ῥωμαίων πράγματα. 186 καὶ κρατήσας πάλιν τῆς Ῥώμης ὁ Μαλλίων Καπιτωλῖνος εὐθέως ἐλυπήθη διὰ τὴν παράληψιν τῆς πόλεως Ῥώμης καὶ τὴν ὕβριν καὶ τὴν ἧτταν Ῥωμαίων. ἐν δὲ τῷ λεγομένῳ μηνὶ ἑξτιλλίῳ τοῦ αὐτοῦ μηνὸς τὰς ἡμέρας ἐκολόβωσεν, ὡς δυσοιωνίστου γενομένου τῇ πόλει Ῥώμῃ, ἀποχαράξας καὶ τὸ ὄνομα αὐτοῦ, μηκέτι καλεῖσθαι οὕτως. συσχὼν δὲ καὶ τὸν συγκλητικὸν τὸν ἐχθρὸν αὐτοῦ, τὸν κατασκευάσαντα αὐτῷ, ὀνόματι Φεβρουάριον, τὸν καὶ ποιήσαντα αὐτὸν ἐκβληθῆναι ἔξω τῆς πόλεως Ῥώμης, καὶ πάντα τὰ αὐτοῦ ἀφελόμενος, εὐθέως ἐπ' ὄψεσιν αὐτοῦ ἐῤῥόγευσε τῷ ἐλθόντι στρατῷ μετ' αὐτοῦ εἰς ἐκδίκησιν τῆς πόλεως Ῥώμης, προσφωνήσας τῇ συγκλήτῳ καὶ τῷ στρατῷ ὅτι οὗτος ἐκ γένους ἐστὶ τῶν Γάλλων, ὡς καὶ ὑμεῖς ἐπίστασθε, κἀκείνους ἐκδικῶν κατεσκεύασέ μοι. ἔχει δὲ καὶ ἐνυβρισμένον βίον· ἔστι γὰρ κίναιδος, καὶ οὐκ ἐχρῆν αὐτὸν οἰκεῖν ἐν τῇ Ῥώμῃ, ἀλλὰ χρὴ ἐκβληθῆναι αὐτὸν ἀτίμως καὶ ἐν τῇ αὐτοῦ ζωῇ ἀφαιρεθῆναι τὸ ὄνομα αὐτοῦ καὶ δοθῆναι αὐτὸν εἰς θυσίαν τοῖς καταχθονίοις θεοῖς. καὶ συνῄνεσεν ἡ σύγκλητος καὶ ὁ στρατός· καὶ εὐθέως ἀφελόμενος αὐτοῦ ἀξίαν ἀπέδυσεν αὐτὸν γυμνόν, καὶ περιειλήσας αὐτὸν ψίαθον καὶ περιζώσας αὐτὸν σχοῖνον μάσσινον, ἐπιθεὶς τὸ ὄνομα τοῦ αὐτοῦ συγκλητικοῦ δι' ἐγγράφου προστάξεως αὐτοῦ τῷ μηνὶ τῷ ἑξτιλλίῳ, ποιήσας λέγεσθαι τὸν αὐτὸν μῆνα ἐξ ἐκείνου Φεβρουάριον, ὡς ἀξίου ὄντος τοῦ ὀνόματος τοῦ μηνὸς δυσοιωνίστου καὶ ἀτίμου, κελεύσας τοῖς βερνάκλοις, τοῦτ' ἐστὶ περιπόλοις, βαλισσήνοις βάκλοις τύπτειν 187 αὐτὸν καὶ κράζειν, Ἔξιθι, φεβρουᾶρι, ὅπερ ἐστὶ τῇ Ἑλληνίδι γλώσσῃ Ἔκβα, περίτιε. καὶ οὕτως ἐκβληθεὶς ἀπὸ τῆς πόλεως Ῥώμης ὁ αὐτὸς συγκλητικὸς ἐτελεύτα, θυσιασθεὶς τοῖς καταχθονίοις θεοῖς. καὶ ἐπιτρέψας τοῖς ἱερεῦσιν ὁ αὐτὸς Μαλλίων ποιεῖν θυσίαν ἐν τῷ αὐτῷ μηνὶ φεβρουαρίῳ, κελεύσας ἐν ἑκάστῃ πόλει Ῥωμαίων τὸ αὐτὸ σχῆμα τοῦ φορέματος τοῦ ψιαθίου γίνεσθαι καὶ τὰ λοιπὰ κατ' ἔτος, καὶ διώκεσθαι τὸν φεβρουάριον τὸν καὶ περίτιον μῆνα πρὸ τῆς πόλεως τυπτόμενον, τὴν κατὰ τοῦ Βρήνου καὶ τῶν Γάλλων σημαίνων νίκην καὶ τὴν τοῦ ἐχθροῦ τοῦ Μαλλίωνος ἐκδίκησιν, ὅπερ γίνεται ἕως τῆς νῦν εἰς ἑκάστην πόλιν Ῥωμαίων. ἥντινα ἔκθεσιν ηὗρον ἐν Θεσσαλονίκῃ πόλει· καὶ ἀναγνοὺς ηὗρον ἐπιγεγραμμένην τὴν βίβλον Ἔκθεσις Βρουνιχίου Ῥωμαίου χρονογράφου. Μετὰ δὲ τοῦ διοικῆσαι τοὺς ὑπάτους ἔτη πολλὰ πάλιν ἐβασίλευσε πρῶτος Ὀκταβιανὸς Αὔγουστος. ὃς ἐπεμέμφετο τῷ Μαλλίωνι Καπιτωλίνῳ, ὡς τάξαντι τὸν κακοιώνιστον φεβρουάριον μῆνα μέσον, καὶ μεταγαγὼν εὐθέως ὁ αὐτὸς Αὔγουστος διὰ θείας αὐτοῦ κελεύσεως τὸ ὄνομα τοῦ φεβρουαρίου μηνὸς ὕστερον πάντων τῶν μηνῶν ἔταξε, καὶ ἀντ' αὐτοῦ τὸ ἴδιον ἑαυτοῦ ὄνομα αὔγουστον τὸν ἕκτον ἀπὸ τοῦ πρίμου καὶ τὸν πρὸ τοῦ αὐγούστου μηνὸς ἐκάλεσεν εἰς τὸ ὄνομα τοῦ θείου αὐτοῦ Ἰουλίου Καίσαρος. 188 Μετὰ δὲ τὸ ἐκβληθῆναι τὸν Ταρκύνιον τῆς βασιλείας διῴκουν τὴν πόλιν οἱ προειρημένοι ὕπατοι δύο, Βροῦτος ὁ μέγας καὶ ὁ Κολλατῖνος ὁ ἀνὴρ τῆς Λουκρητίας, καὶ ἄλλοι ὕπατοι πολλοὶ ἕως Καίσαρος Ἰουλίου ἐπὶ ἔτη υξδʹ. Ἐν δὲ τοῖς προειρημένοις χρόνοις μετὰ Ἰωακεὶμ Ἀδδοῦς, ὅστις ἱερεὺς ἦν τῶν Ἰουδαίων, τῶν δὲ Ἑλλήνων φιλόσοφος παιδευτὴς Πλάτων· ὅστις γράφων πρὸς Τίμαιον περὶ θεοῦ εἶπεν ὅτι τὸ θεῖον ἐν τρισὶν ὀνόμασι, μία δὲ δύναμις καὶ θεότης, εἰπὼν εἶναι πρῶτον αἴτιον τὸ ἀγαθὸν τὸ οἰκτεῖρον τὰ πάντα, δεύτερον αἴτιον νοῦς ὁ δημιουργήσας τὰ πάντα, τρίτον αἴτιον ἡ ζωοποιὸς ψυχή, ἥτις ἐζωογόνησε τὰ πάντα. τὰς οὖν τρεῖς δυνάμεις μίαν ὑπάρχειν θεότητα ὡμολόγησε. ταῦτα Κύριλλος ὁ ὁσιώτατος ἐπίσκοπος Ἀλεξανδρείας ἐν τοῖς συγγράμμασιν αὐτοῦ ἐνέταξε τοῖς κατὰ Ἰουλιανοῦ τοῦ βασιλέως τοῦ παραβάτου, λέγων ὅτι τὴν ἁγίαν τριάδα εἰς μονάδα θεότητος πάντας προειπεῖν ἀγνοοῦντας τὸ μέλλον. Ἐν δὲ τοῖς χρόνοις τοῦ αὐτοῦ Πλάτωνος ἦσαν καὶ ἄλλοι φιλόσοφοι Ἑλλήνων παιδευταί, Ξενοφῶν καὶ Αἰσχίνης καὶ Ἀριστοτέλης. οἵτινες πλάνην μετεμψυχώσεως παρεισήγαγον τοῖς ἀνθρώποις· καὶ τὴν μὲν Καλλίστην, θυγατέρα τοῦ Λυκάονος, με 189 τεμψυχωθεῖσαν εἰς ἄρκον, τὴν δὲ Ἱππομένην, θυγατέρα τοῦ 189 Μεγαρέως, εἰς λέοντα, τὴν δὲ Ἰώ, θυγατέρα τοῦ Ἰνάχου, εἰς δάμαλιν, καὶ τὴν Ἀταλάντην, θυγατέρα τοῦ Σχοινέως, εἰς ταῶνα, καὶ τὴν Φιλομήλαν, θυγατέρα Πανδίονος, εἰς χελιδόνα, καὶ τὴν Πρόκνην, τὴν ἀδελφὴν αὐτῆς, εἰς ἀηδόνα, καὶ τὴν Νιόβην, θυγατέρα τοῦ Ταντάλου, εἰς λίθον μετεμψυχωθῆναι. καὶ ἄλλα τοιαῦτά τινα ἐμυθολόγησαν αὐτοὶ καὶ οἱ μετ' αὐτούς. Μετὰ δὲ τὸ τὸν εἰρημένον Ἀρταξέρξην, βασιλέα Περσῶν, ἀποθανεῖν ἐβασίλευσεν Ὦχος, υἱὸς αὐτοῦ· ὅστις ἐπολέμησεν Αἰγυπτίοις καὶ παρέλαβε πᾶσαν τὴν γῆν Αἰγύπτου καὶ ἀπώλεσεν αὐτήν, βασιλεύοντος τῶν Αἰγυπτίων τότε τοῦ Νεκταναβώ, τοῦ ποιήσαντος λεκανομαντείαν καὶ γνόντος ὅτι δεῖ τὸν Ὦχον, βασιλέα Περσῶν, παραλαβεῖν τὴν Αἴγυπτον. ὃς καὶ κουρευσάμενος τὴν ἰδίαν κόμην τῆς κεφαλῆς αὐτοῦ καὶ ἀλλάξας αὐτοῦ τὰ βασιλικὰ ἱμάτια, ἔφυγε διὰ τοῦ Πηλουσίου ὁ αὐτὸς Νεκταναβώ, καὶ εἰς Πέλλην, πόλιν τῆς Μακεδονίας, διέτριβεν. Ἐν τῷ χρόνῳ οὖν τῷ αὐτῷ ἦν τὰ κατὰ τὴν Ὀλυμπιάδα καὶ τὸν αὐτὸν Νεκταναβὼ θρυλούμενα, ὡς διὰ χλεύης τινὸς ἐπορνεύθη ὑπ' αὐτοῦ καὶ συνέλαβε τὸν Ἀλέξανδρον, ὃν λέγουσιν ἀπὸ Διὸς Ἄμμωνος συλληφθῆναι. κατέσχεν οὖν ἡ βασιλεία 190 τῶν Αἰγυπτίων καὶ Θηβαίων ἡ πρώτη ἔτη αυςγʹ. ταῦτα δὲ Εἰρηναῖος ὁ σοφὸς χρονογράφος ἐξέθετο. Ἐν τῷ αὐτῷ δὲ καιρῷ ἀρχιερεὺς ἦν τῶν Ἰουδαίων Ἰαδδοῦς· κατέσχεν οὖν ἡ Ἑβραϊκὴ ἀρχιερωσύνη ἔτη ασβʹ. Ἐν δὲ τοῖς αὐτοῖς χρόνοις ἡ Ῥόδος ἡ νῆσος ὑπὸ θεομηνίας σεισμοῦ κατηνέχθη πᾶσα ἐν μηνὶ ὀκτωβρίῳ νυκτός· καὶ ἔπεσεν ἡ στήλη τοῦ κολοσσοῦ καὶ ἔκειτο χαμαί. τότε δὲ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων καὶ τὸ ἔθνος ὅλον φόρους ἐδίδουν Ἀσσυρίοις. ὑπτιώθησαν δὲ τότε οἱ Ἀσσύριοι καὶ ὁ Ὦχος, βασιλεὺς αὐτῶν· καὶ ἐτυράννησαν πᾶσαν τὴν γῆν, καὶ παρεδόθη ἡ βασιλεία εἰς χεῖρας Ἀσσυρίων καὶ Περσῶν καὶ Μήδων καὶ Πάρθων. Τῆς δὲ Μακεδονίας ἐβασίλευσε Φίλιππος ἔτη κʹ. ὅστις νικήσας ὑπέταξε τὴν Θεσσαλίαν, καὶ κτίζει πόλιν εἰς τὴν Μακεδονίαν, ἣν ἐκάλεσε Θεσσαλονίκην, τὴν πρῴην λεγομένην κώμην Θέρμας. Διονύσιος δὲ ἐξέθετο ὅτι εἰς ὄνομα βασιλίσσης μιᾶς τοῦ γένους Φιλίππου μετὰ ταῦτα ἐκλήθη Θεσσαλονίκη. κατέσχεν οὖν ἡ βασιλεία, ἤτοι τοπαρχία, Μακεδόνων ἔτη χβʹ ἕως τῆς βασιλείας τοῦ αὐτοῦ Φιλίππου, καθὼς ὁ σοφώτατος Εὐσέβιος ὁ Παμφίλου χρονογραφεῖ. Καὶ μετὰ Φίλιππον ἐβασίλευσε τῆς Μακεδονίας Ἀλέξανδρος 191 ὁ Φιλίππου. τῶν δὲ Βαβυλωνίων μετὰ τὸν Ὦχον ἐβασίλευσε Δαρεῖος ὁ Μῆδος ὁ Ἀσσαλάμου· καὶ κατεκυρίευσε πάντων. Οἱ δὲ Ῥωμαῖοι ἐπὶ τῆς αὐτοῦ βασιλείας περιγενόμενοι προσελάβοντο τὴν περιοχὴν τῆς αὐτῶν γῆς· καὶ προβαλλόμενοι δυνατοὺς ὑπάτους χώρας ἀπέσπων. ΛΟΓΟΣ ΟΓΔΟΟΣ ΧΡΟΝΩΝ ΜΑΚΕΔΟΝΩΝ. Τῷ δὲ τετάρτῳ ἔτει τῆς βασιλείας Δαρείου τοῦ Μήδου τοῦ Ἀσσαλάμου ἐξανέστησεν ὁ θεὸς τοῖς Ἀσσυρίοις καὶ Πέρσαις καὶ Πάρθοις καὶ Μήδοις Ἀλέξανδρον τὸν τῆς Μακεδονίας τοπάρχην, ἤτοι βασιλέα, τὸν Φιλίππου. ὅστις καὶ τὴν μεγάλην Ἀλεξάνδρειαν ἔκτισε, τὴν πρῴην λεγομένην κώμην Ῥακοῦστιν· ἣν αὐτὸς ἐκάλεσεν εἰς ἴδιον ὄνομα Ἀλεξάνδρειαν, θυσιάσας κόρην παρθένον, Μακεδονίαν παρ' αὐτοῦ κληθεῖσαν. ἔκτισε δὲ καὶ ἱερὸν τῷ Σεράπι Ἡλίῳ, καὶ δημόσιον, ὃ καλεῖται ὁ Ἵππος, καὶ ἀλλὰ ἱερά. ὅστις βασιλεὺς Ἀλέξανδρος προτρεψάμενος ὁμόφρονας γενναίους στρατηγούς, κατὰ τῆς ἀπονοίας Ἀσσυρίων ὀργισθείς, πρῶτος παρετάξατο Δαρείῳ τῷ βασιλεῖ Περσῶν. καὶ ἐλθὼν εἰς Βυζούπολιν τῆς Εὐρώπης ἔκτισεν ἐκεῖ τόπον, ὅνπερ ἐκά