Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
John MalalasChro 193 · pg-scrape-grcMore by John Malalas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
193.1.1
λεσε τὸ Στρατήγιον· ἐκεῖ γὰρ στρατηγήσας τὰ τοῦ πολέμου μετὰ τοῦ ἰδίου στρατοῦ καὶ τῶν συμμάχων αὐτοῦ ἐπέρασεν ἐκεῖθεν σὺν τῷ ἰδίῳ πλήθει ἄντικρυς εἰς ἐμπόριον τῆς Βιθυνίας λεγόμενον Δίσκοι. Βουλόμενος δὲ προτρέψασθαι τὸ ἴδιον στράτευμα ἐῤῥόγευσεν αὐτοῖς ἐκεῖ πολὺν χρυσόν, καὶ μετεκάλεσε τὸ αὐτὸ ἐμπόριον Χρυσόπολιν· ὅπερ οὕτως καλεῖται ἕως τῆς νῦν. καὶ ἐξορμήσας ἐκεῖθεν ἐν τῇ Τροίᾳ ἦλθε· καὶ ποιήσας θυσίαν εἰς τὸν τύμβον τοῦ Ἀχιλλέως ὡς ἐκ γένους αὐτοῦ καταγόμενος, ᾔτησε τὸ πνεῦμα αὐτοῦ συμμαχεῖν αὐτῷ ἐν τῷ πολέμῳ. ἐκ τοῦ γὰρ Μολοσσοῦ τοῦ υἱοῦ Πύῤῥου καὶ τῆς Ἀνδρομάχης κατήχθη ἡ Ὀλυμπιὰς ἡ μήτηρ τοῦ αὐτοῦ Ἀλεξάνδρου τοῦ Μακεδόνος. καὶ εὐθέως ὡς πάρδαλις ἐκεῖθεν ὁρμήσας ὁ Ἀλέξανδρος, ἅμα τοῖς σὺν αὐτῷ στρατηγοῖς παρέλαβε πάσας τὰς χώρας. καὶ νικήσας τὸν Δαρεῖον, βασιλέα Περσῶν, τὸν Ἀσσαλάμου, παρέλαβεν αὐτὸν καὶ πᾶσαν τὴν βασιλείαν αὐτοῦ καὶ πᾶσαν τὴν χώραν Ἀσσυρίων καὶ Μήδων καὶ Πάρθων καὶ Βαβυλωνίων καὶ Περσῶν καὶ πάσας τὰς βασιλείας τῆς γῆς, καθὼς Βόττιος ὁ σοφώτατος συνεγράψατο, ἐλευθερώσας ὁ αὐτὸς Ἀλέξανδρος καὶ τὰς πόλεις καὶ τὰς χώρας καὶ πᾶσαν τὴν γῆν τῶν Ῥωμαίων καὶ Ἑλλήνων καὶ Αἰγυπτίων ἐκ τῆς Ἀσσυρίων καὶ Περσῶν καὶ Πάρθων καὶ Μήδων ὑποταγῆς καὶ δουλείας, ἀποδοὺς Ῥωμαίοις πάντα ἃ ἀπώλεσαν. Γίνεται οὖν ἀπὸ Ἀδὰμ ἕως τῆς Ἀλεξάνδρου τοῦ Μακεδό 194 νος νίκης ἔτη
193.2.1
ἦν δὲ τότε ἀρχιερεὺς τῶν Ἰουδαίων ὁ Ἀδδούς. Ἐλύθη δὲ τότε τὰ Περσικὰ μέρη καὶ τὰ βασίλεια αὐτῆς, καὶ κατεδυνάστευσαν οἱ Μακεδόνες καὶ Ἀλέξανδρος μετὰ τῶν ἅμα αὐτῷ συμμάχων τῆς γῆς Χαλδαίων καὶ Μήδων καὶ Περσῶν καὶ Πάρθων· καὶ νικήσαντες καὶ φονεύσαντες τὸν Δαρεῖον, εἰσῆλθον εἰς τὰ βασίλεια τοῦ αὐτοῦ Δαρείου. καὶ ἐνομοθέτησεν ὁ αὐτὸς Ἀλέξανδρος τὴν χώραν αὐτῶν καὶ ἐβασίλευσεν αὐτῶν· καὶ ἤγειραν αὐτῷ οἱ Πέρσαι στήλην ἔφιππον χαλκῆν εἰς Βαβυλῶνα, ἥτις ἵσταται ἕως τῆς νῦν. Ὁ δὲ αὐτὸς Ἀλέξανδρος τὴν θυγατέρα Δαρείου τοῦ βασιλέως Περσῶν Ῥωξάνην λαβὼν αἰχμάλωτον, παρθένον οὖσαν, ἠγάγετο εἰς γυναῖκα. παρέλαβε δὲ καὶ πάντα τὰ Ἰνδικὰ μέρη καὶ τὰ βασίλεια αὐτῶν ὁ αὐτὸς Ἀλέξανδρος, λαβὼν καὶ Πῶρον τὸν βασιλέα Ἰνδῶν αἰχμάλωτον· καὶ τὰ ἄλλα πάντα τὰ τῶν ἐθνῶν βασίλεια δίχα τῆς βασιλείας τῆς Κανδάκης τῆς χήρας τῆς βασιλευούσης τῶν ἐνδοτέρων Ἰνδῶν· ἥτις συνελάβετο τὸν αὐτὸν Ἀλέξανδρον τῷ τρόπῳ τούτῳ. Ἔθος εἶχεν ὁ αὐτὸς Ἀλέξανδρος μετὰ τῶν πεμπομένων παρ' αὐτοῦ πρεσβευτῶν πρὸς τοὺς ἐναντίους βασιλεῖς εἰσέρχεσθαι ἐν σχήματι στρατιώτου καὶ ὁρᾶν ὁποῖός ἐστιν ὁ βασιλεὺς ἐκεῖνος. ἡ δὲ Κανδάκη βασίλισσα μαθοῦσα τοῦτο, περιειργάσατο ὁποίας ἐστὶ θέας καὶ τί ἔχει σύσσημον. καὶ ἐῤῥέθη αὐτῇ ὅτι ἐστὶ χθα 195 μαλός, ὀδόντας ἔχων μεγάλους καὶ φαινομένους, ἔχων δὲ ὀφθαλμὸν γλαυκὸν ἕνα καὶ ἕνα μέλανα. καὶ ἐσημειώσατο καθ' ἑαυτὴν ταῦτα· καὶ εἰσελθόντα πρὸς αὐτὴν ἅμα τοῖς πεμφθεῖσι παρ' αὐτοῦ πρεσβευταῖς γνωρίσασα οὖν αὐτὸν ἐκ τῶν συσσημάτων, συνέσχεν αὐτὸν καὶ εἶπεν αὐτῷ, Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον ὅλον παρέλαβες· καὶ γυνή σε μία παρέλαβεν. ὁ δὲ Ἀλέξανδρος εἶπεν αὐτῇ, Διὰ τὸ σπουδαῖον καὶ περίγοργον τῆς φρονήσεώς σου ἀβλαβῆ σε φυλάξω καὶ τὴν σὴν γῆν καὶ τοὺς σοὺς υἱεῖς, ἄγομαι δέ σε εἰς γυναῖκα. ἥτις Κανδάκη ἀκούσασα δέδωκεν ἑαυτήν· ὁ δὲ Ἀλέξανδρος εὐθέως ἔλαβεν αὐτὴν μεθ' ἑαυτοῦ καὶ εἰσῆλθεν ἐπὶ τὴν Αἰθιοπίαν καὶ εἰς ἄλλας χώρας. Μέλλων δὲ τελευτᾶν ὁ αὐτὸς Ἀλέξανδρος διετάξατο ὥστε πάντας τοὺς σὺν αὐτῷ ὑπερασπιστὰς καὶ συμμάχους βασιλεύειν τῆς αὐτῆς χώρας ὅπου ἦν αὐτοὺς ἐάσας καὶ κρατεῖν τῶν ἐκεῖσε τόπων. ἔζησε δὲ ὁ αὐτὸς Ἀλέξανδρος ἔτη λςʹ, ἐβασίλευσε δὲ ὑποτάξας τὰ πάντα ἔτη ιζʹ, ὁ δὲ πόλεμος αὐτοῦ ἐκράτησεν ἔτη θʹ, ὑπέταξε δὲ βαρβάρων ἔθνη κβʹ, Ἑλλήνων φυλὰς ιγʹ, καὶ ἔκτισε πόλεις αὐτὸς καὶ οἱ μετ' αὐτοῦ πολλάς. Ἔστιν οὖν ἀπὸ Ἀδὰμ ἕως τῆς τελευτῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος ἔτη εφςγʹ, καθὼς συνεγράψατο Θεόφιλος ὁ χρονογράφος. Μετὰ οὖν τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐμερίσθησαν εἰς τέσσαρας τοπαρχίας, ἤτοι βασιλείας, αἱ χῶραι ἃς ὑπέταξεν ὁ αὐτὸς Ἀλέξανδρος ἅμα τοῖς συμμάχοις αὐτοῦ· καὶ ἐβα 196 σίλευσαν αὐτῶν οἱ Μακεδόνες οἱ συνασπισταὶ τοῦ αὐτοῦ Ἀλεξάνδρου καθὼς διετάξατο οὕτως. τῆς Μακεδονίας καὶ τῆς Εὐρώπης πάσης κρατεῖν καὶ βασιλεύειν Φίλιππον τὸν ἀδελφὸν αὐτοῦ τὸν ἴδιον τὸν μείζονα. καὶ ἐβασίλευσεν ὁ Φίλιππος, καὶ μετὰ Φίλιππον ἐβασίλευσε Κάσσανδρος, καὶ μετὰ Κάσσανδρον ἐβασίλευσαν οἱ παῖδες τοῦ αὐτοῦ Κασσάνδρου, καὶ μετ' αὐτοὺς ἐβασίλευσε Δημήτριος, καὶ μετὰ Δημήτριον ἐβασίλευσεν ὁ Ἠπειρώτης Πύῤῥος, καὶ μετὰ Πύῤῥον τὸν Ἠπειρώτην ἐβασίλευσε Μελέαγρος καὶ ἄλλοι βασιλεῖς ἓξ ἐβασίλευσαν ἕως τῆς βασιλείας Περσέως τοῦ Ἠπειρώτου. καὶ ἐκράτησεν ἡ βασιλεία αὐτῶν μετὰ τὴν τελευτὴν Ἀλεξάνδρου ἔτη ρνζʹ. Τῆς δὲ Αἰγύπτου πάσης καὶ τῆς Λιβύης ἦν διαταξάμενος ὁ αὐτὸς Ἀλέξανδρος κρατεῖν καὶ βασιλεύειν Πτολεμαῖον τὸν Λάγου τὸν ἀστρονόμον· ὃς ἐβασίλευσεν Αἰγυπτίων ἐν τῷ τῶν Μακεδόνων κράτει ἔτη
193.3.1
δεύτερος δὲ βασιλεὺς Πτολεμαῖος ὁ υἱὸς αὐτοῦ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας τοῦ αὐτοῦ Πτολεμαίου τοῦ υἱοῦ Λάγου ἡρμηνεύθησαν αἱ βίβλοι τῶν Ἰουδαίων ἑλληνιστὶ παρὰ τῶν οβʹ διδασκάλων δι' ἡμερῶν οβʹ· ἦσαν γὰρ γεγραμμέναι ἑβραϊστί· οἷα τοῦ αὐτοῦ Πτολεμαίου βουληθέντος ἀναγνῶναι δι' Ἑλληνικῆς φράσεως τὴν δύναμιν τῶν Ἰουδαϊκῶν βιβλίων. Μετὰ δὲ τὴν βασιλείαν αὐτοῦ ἐβασίλευσε τρίτος Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη λζʹ, καὶ μετ' αὐτὸν ἐβασίλευσε τέταρτος Πτο 197 λεμαῖος ὁ Εὐεργέτης ἔτη κεʹ, καὶ μετ' αὐτὸν ἐβασίλευσε εʹ Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη ιζʹ, καὶ μετ' αὐτὸν ἐβασίλευσεν ςʹ Πτολεμαῖος ὁ Ἐπιφανής, καὶ μετ' αὐτὸν ἐβασίλευσεν ζʹ Πτολεμαῖος ὁ Φιλομήτωρ ἔτη
193.4.1
καὶ ἕτεροι Πτολεμαῖοι βασιλεῖς πέντε ἐβασίλευσαν ἔτη ςβʹ, δωδέκατος δὲ Πτολεμαῖος ἐβασίλευσεν ὀνόματι Διόνυσος ἔτη κθʹ, ὃς ἔσχε θυγατέρα ὀνόματι Κλεοπάτραν καὶ υἱὸν ὀνόματι Πτολεμαῖον. καὶ λοιπὸν τρισκαιδεκάτη βασίλισσα τῶν Πτολεμαίων Κλεοπάτρα· ἐβασίλευσε δὲ ἡ αὐτὴ Κλεοπάτρα ἡ θυγάτηρ τοῦ αὐτοῦ Διονύσου ἔτη κβʹ. ἐβασίλευσαν οὖν οἱ ιγʹ Πτολεμαῖοι οἱ Μακεδόνες τῆς Αἰγυπτιακῆς χώρας ἁπάσης ἀπὸ τοῦ Πτολεμαίου τοῦ Λάγου ἕως Κλεοπάτρας τῆς Διονύσου θυγατρὸς ἔτη τʹ ἕως τοῦ ιεʹ ἔτους τῆς βασιλείας Αὐγούστου Καίσαρος τοῦ καὶ Ὀκταβιανοῦ Σεβαστοῦ Ἰμπεράτορος, τοῦ νικήσαντος τὸν Ἀντώνιον καὶ τὴν αὐτὴν Κλεοπάτραν ἐν τῇ ἐπὶ χώρᾳ ναυμαχίᾳ εἰς τὸν Λευκάτην τόπον καὶ φονεύσαντος αὐτοὺς καὶ ὑποτάξαντος τὴν Αἴγυπτον πᾶσαν, καθὼς Εὐσέβιος ὁ Παμφίλου καὶ Παυσανίας οἱ χρονογράφοι συνεγράψαντο. Τῆς δὲ Ἀσίας διετάξατο κρατεῖν καὶ βασιλεύειν Ἀντίγονον τὸν λεγόμενον Πολιορκητὴν ἕως τῆς Κιλικίας καὶ τοῦ Δράκοντος ποταμοῦ τοῦ νυνὶ λεγομένου Ὀρόντου τοῦ διορίζοντος τὴν Κιλικίαν χώραν καὶ τὴν Συρίαν, ὅστις Τυφῶν καὶ Ὀφίτης καλεῖται. Τῆς δὲ Συρίας καὶ Βαβυλωνίας καὶ Παλαιστίνης διετάξατο 198 κρατεῖν καὶ βασιλεύειν Σέλευκον τὸν Νικάτορα· ὅστις καὶ τῆς Ἀσίας ἐβασίλευσε φονεύσας τὸν Ἀντίγονον. πόλεμον γὰρ συνέβαλε μετ' αὐτοῦ, διότι ἔκτισε πόλιν πλησίον τῆς λίμνης καὶ τοῦ ποταμοῦ τοῦ Δράκοντος, ἥντινα ἐκάλεσεν Ἀντιγονίαν. καὶ νικήσας αὐτὸν ὁ Σέλευκος ἔλαβε καὶ τὴν Ἀσίαν πᾶσαν καὶ πάντα τὰ διαφέροντα τοῦ αὐτοῦ Ἀντιγόνου. ὅστις Σέλευκος ἐπέτρεψε τῆς σατραπείας τὴν φροντίδα πάσης τῆς Ἀσίας ἔχειν Νικομήδην καὶ Νικάνορα, τοὺς συγγενεῖς αὐτοῦ, υἱοὺς δὲ Διδυμέας, ἀδελφῆς τοῦ αὐτοῦ Σελεύκου. ὁ δὲ αὐτὸς Σέλευκος ὁ Νικάτωρ ἔλαβε γυναῖκα ἐν τῷ πολέμῳ ἀπὸ Πάρθων ὀνόματι Ἀπάμαν παρθένον· ἥντινα ἐπῆρεν ἀνελὼν τὸν πατέρα αὐτῆς Πιθαμένην, ὄντα στρατηγὸν Πάρθων μέγαν. ἀφ' ἧς Ἀπάμας ἔσχεν ὁ αὐτὸς Σέλευκος θυγατέρας δύο, Ἀπάμαν καὶ Λαοδίκην. καὶ τελευτησάσης τῆς αὐτοῦ γυναικὸς Ἀπάμας τῆς ἐκ Πάρθων, ἑωρακὼς ἐφίλησεν ἄλλην Στρατονίκην ὀνόματι, κόρην εὐπρεπῆ πάνυ, θυγατέρα Δημητρίου, υἱοῦ Ἀντιγόνου τοῦ λεγομένου Πολιορκητοῦ τοῦ φονευθέντος ὑπ' αὐτοῦ, ἥντινα ηὗρεν ὁ Σέλευκος ἐν Ῥώσῳ κρυπτομένην μετὰ Δημητρίου τοῦ πατρὸς αὐτῆς· τὴν δὲ Ῥῶσον πόλιν ἔκτισε Κίλιξ ὁ υἱὸς Ἀγήνορος. ὁ δὲ Σέλευκος ἔσχε θυγατέρα ἐξ αὐτῆς τῆς Στρατονίκης ὀνόματι Φίλαν. καὶ λοιπὸν ἐβασίλευσεν ὁ αὐτὸς Σέλευκος τῆς Συρίας καὶ τῆς Ἀσίας πάσης καὶ τῆς Βαβυλῶνος καὶ Παλαιστίνης ἔτη μγʹ. Ὁ δὲ Νικάτωρ Σέλευκος εὐθέως μετὰ τὴν νίκην Ἀντιγόνου 199 τοῦ Πολιορκητοῦ, βουλόμενος κτίσαι πόλεις διαφόρους ἤρξατο κτίζειν πρῶτον εἰς τὴν πάραλον τῆς Συρίας. καὶ κατελθὼν παρὰ τὴν θάλασσαν εἶδεν ἐν τῷ ὄρει κειμένην πόλιν μικράν, ἥντινα ἔκτισε Σύρος ὁ υἱὸς Ἀγήνορος. τῇ δὲ κγʹ τοῦ ξανθικοῦ μηνὸς ἦλθε θυσιάσαι εἰς τὸ ὄρος τὸ Κάσιον Διὶ Κασίῳ· καὶ πληρώσας τὴν θυσίαν καὶ κόψας τὰ κρέα ηὔξατο ποῦ χρὴ κτίσαι πόλιν. καὶ ἐξαίφνης ἥρπασεν ἀετὸς ἀπὸ τῆς θυσίας καὶ κατήγαγεν ἐπὶ τὴν παλαιὰν πόλιν· καὶ κατεδίωξεν ὀπίσω Σέλευκος καὶ οἱ μετ' αὐτοῦ ὀρνοσκόποι, καὶ ηὗρε τὸ κρέας ῥιφὲν παρὰ θάλασσαν κάτω τῆς παλαιᾶς πόλεως ἐν τῷ ἐμπορίῳ τῆς λεγομένης Πιερίας. καὶ περιχαράξας τὰ τείχη εὐθέως ἔβαλε θεμελίους, καλέσας αὐτὴν Σελεύκειαν πόλιν εἰς ἴδιον ὄνομα. καὶ εὐχαριστῶν ἀνῆλθεν εἰς Ἰώπολιν καὶ μετὰ τρεῖς ἡμέρας ἐπετέλεσεν ἑορτὴν ἐκεῖ τῷ Κεραυνίῳ Διὶ ἐν τῷ ἱερῷ τῷ κτισθέντι ὑπὸ Περσέως τοῦ υἱοῦ Πίκου καὶ Δανάης, τῷ ὄντι εἰς τὸ Σίλπιον ὄρος, ἔνθα κεῖται ἡ Ἰώπολις, ποιήσας τὴν θυσίαν τῇ πρώτῃ τοῦ ἀρτεμισίου μηνός. καὶ ἐν τῇ πόλει ἐλθὼν Ἀντιγονίᾳ τῇ κτισθείσῃ ὑπὸ Ἀντιγόνου τοῦ Πολιορκητοῦ, ἀπὸ γὰρ τῆς λίμνης ἐξερχομένου ἄλλου ποταμοῦ Ἀρχευθᾶ τοῦ καὶ Ἰάφθα, ἐμεσάζετο ἡ πόλις Ἀντιγονία καὶ ἐν ἀσφαλείᾳ ἐκαθέζετο· καὶ ποιήσας ἐκεῖ θυσίαν τῷ Διὶ εἰς τοὺς βωμοὺς τοὺς ἀπὸ Ἀντιγόνου κτισθέντας ἔκοψε τὰ κρέα· καὶ ηὔξατο ἅμα τῷ ἱερεῖ Ἀμφίονι μαθεῖν διὰ διδομένου σημείου, εἰ τὴν αὐτὴν ὀφείλει οἰκῆσαι πόλιν Ἀντιγονίαν μετονομάζων αὐτὴν ἢ οὐκ ὀφείλει 200 αὐτὴν οἰκῆσαι ἀλλὰ κτίσαι πόλιν ἄλλην ἐν ἄλλῳ τόπῳ. καὶ ἐξαίφνης ἐκ τοῦ ἀέρος κατῆλθεν ἀετὸς μέγας, καὶ ἐπῆρεν ἐκ τοῦ βωμοῦ τοῦ πυρὸς τῆς ὁλοκαυτώσεως κρέα, καὶ ἀπῆλθε παρὰ τὸ ὄρος τὸ Σίλπιον. καὶ καταδιώξας ἅμα τοῖς αὐτοῦ εὗρε τὸ κρέας τὸ ἱερατικὸν καὶ τὸν ἀετὸν ἐπάνω ἑστῶτα. τοῦ δὲ ἱερέως καὶ τῶν ὀρνοσκόπων καὶ τοῦ αὐτοῦ Σελεύκου ἑωρακότων τὸ θαῦμα, εἶπον ὅτι Ἐνταῦθα δεῖ ἡμᾶς οἰκῆσαι, ἐν τῇ δὲ Ἀντιγονίᾳ οὐ δεῖ ἡμᾶς οἰκῆσαι οὔτε δὲ γενέσθαι αὐτὴν πόλιν, ὅτι οὐ βούλονται τὰ θεῖα. καὶ λοιπὸν ἐβουλεύετο ἅμα αὐτοῖς ἐν ποίῳ τόπῳ ἀσφαλῆ ποιήσει τὴν πόλιν. καὶ φοβηθεὶς τὰς ῥύσεις τοῦ Σιλπίου ὄρους καὶ τοὺς κατερχομένους ἐξ αὐτοῦ χειμάῤῥους, ἐν τῇ πεδιάδι τοῦ αὐλῶνος κατέναντι τοῦ ὄρους πλησίον τοῦ Δράκοντος ποταμοῦ τοῦ μεγάλου τοῦ μετακληθέντος Ὀρόντου, ὅπου ἦν ἡ κώμη ἡ καλουμένη Βωττία, ἄντικρυς τῆς Ἰωπόλεως, ἐκεῖ διεχάραξαν τὰ θεμέλια τοῦ τείχους, θυσιάσας δι' Ἀμφίονος ἀρχιερέως καὶ τελεστοῦ κόρην παρθένον ὀνόματι Αἰμάθην, κατὰ μέσου τῆς πόλεως καὶ τοῦ ποταμοῦ μηνὶ ἀρτεμισίῳ τῷ καὶ μαΐῳ κβʹ, ὥρᾳ ἡμερινῇ αʹ, τοῦ ἡλίου ἀνατέλλοντος, καλέσας αὐτὴν Ἀντιόχειαν εἰς ὄνομα τοῦ ἰδίου αὐτοῦ υἱοῦ τοῦ λεγομένου Ἀντιόχου Σωτῆρος, κτίσας εὐθέως καὶ ἱερόν, ὃ ἐκάλεσε Βωττίου Διός, ἀνεγείρας καὶ τὰ τείχη σπουδαίως φοβερὰ διὰ Ξεναίου ἀρχιτέκτονος, στή 201 σας ἀνδριάντος στήλην χαλκῆν τῆς σφαγιασθείσης κόρης τύχην τῇ πόλει ὑπεράνω τοῦ ποταμοῦ, εὐθέως ποιήσας αὐτῇ τῇ τύχῃ θυσίαν. καὶ ἀπελθὼν κατέστρεψε τὴν Ἀντιγονίαν πόλιν πᾶσαν ἕως ἐδάφους, μετενεγκὼν καὶ τὰς ὕλας ἐκεῖθεν διὰ τοῦ ποταμοῦ, καὶ ποιήσας καὶ τῇ τύχῃ Ἀντιγονίᾳ ἀνδριάντα στήλης χαλκῆς ἐχούσης Ἀμαλθείας κέρας ἔμπροσθεν αὐτῆς. καὶ ποιήσας ἐκεῖ τετρακιόνιν ἐν ὕψει ἔστησεν αὐτὴν τὴν τύχην, καταστήσας ἔμπροσθεν αὐτῆς βωμὸν ὑψηλόν· ἥντινα στήλην τῆς τύχης μετὰ τελευτὴν Σελεύκου Δημήτριος ὁ υἱὸς Ἀντιγόνου τοῦ Πολιορκητοῦ ἀπήγαγεν ἐν Ῥώσῳ ἐν τῇ πόλει τῆς Κιλικίας. ἡ δὲ αὐτὴ πόλις Ῥῶσος ἐκτίσθη ὑπὸ Κίλικος τοῦ υἱοῦ Ἀγήνορος. Ὁ δὲ Σέλευκος μετὰ τὸ καταστρέψαι τὴν Ἀντιγονίαν ἐποίησε μετοικῆσαι τοὺς Ἀθηναίους εἰς ἣν ἔκτισε πόλιν Ἀντιόχειαν τὴν μεγάλην τοὺς οἰκοῦντας τὴν Ἀντιγονίαν· οὕστινας ἦν ἐκεῖ ἐάσας Ἀντίγονος μετὰ Δημητρίου, υἱοῦ αὐτοῦ, καὶ ἄλλους δὲ ἄνδρας Μακεδόνας, τοὺς πάντας ἄνδρας ετʹ, ποιήσας ὁ αὐτὸς Σέλευκος ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀνδριάντα χαλκοῦν φοβερὸν τῆς Ἀθήνης διὰ τοὺς Ἀθηναίους, ὡς αὐτὴν σεβομένους. κατήγαγε δὲ καὶ τοὺς Κρῆτας ἀπὸ τῆς ἀκροπόλεως, οὓς εἴασεν ὁ Κάσος ὁ υἱὸς Ἰνάχου ἄνω οἰκεῖν· οἵτινες μετοικήσαντες εἰς τὴν αὐτὴν Ἀντιόχειαν μετὰ καὶ τῶν Κυπρίων, ἐπειδὴ ὁ Κάσος βασιλεὺς ἠγάγετο Ἀμυκὴν τὴν καὶ Κιτίαν, θυγατέρα Σασαλαμίνου τοῦ Κυ 202 πρίων βασιλέως· καὶ ἦλθον μετ' αὐτῆς Κύπριοι καὶ ᾤκησαν τὴν ἀκρόπολιν· καὶ τελευτᾷ ἡ Ἀμυκή, καὶ ἐτάφη ἀπὸ σταδίων τῆς πόλεως ρʹ, δι' ἣν ἐκλήθη ἡ χώρα Ἀμυκή. προετρέψατο δὲ ὁ αὐτὸς Σέλευκος καὶ τοὺς Ἀργείους Ἰωνίτας, καὶ κατήγαγε καὶ αὐτοὺς ἐκ τῆς Ἰωπόλεως ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ οἰκεῖν· οὕστινας ὡς ἱερατικοὺς καὶ εὐγενεῖς πολιτευομένους ἐποίησεν. ἔστησε δὲ ὁ αὐτὸς Σέλευκος καὶ πρὸ τῆς πόλεως ἄγαλμα λίθινον τῷ ἀετῷ. ἐκέλευσε δὲ ὁ αὐτὸς καὶ τοὺς μῆνας τῆς Συρίας κατὰ Μακεδόνας ὀνομάζεσθαι, διότι εὗρεν ἐν τῇ αὐτῇ χώρᾳ γίγαντας οἰκήσαντας· ἀπὸ γὰρ δύο μιλίων τῆς πόλεως Ἀντιοχείας ἐστὶ τόπος, ἔχων σώματα ἀνθρώπων ἀπολιθωθέντων κατὰ ἀγανάκτησιν θεοῦ, οὕστινας ἕως τῆς νῦν καλοῦσι γίγαντας· ὡσαύτως δὲ καὶ Παγράν τινα οὕτω καλούμενον γίγαντα ἐν τῇ αὐτῇ οἰκοῦντα γῇ κεραυνωθῆναι ὑπὸ πυρός, ὡς δῆλον ὅτι οἱ Ἀντιοχεῖς τῆς Συρίας ἐν τῇ γῇ οἰκοῦσι τῶν γιγάντων. ἐποίησε δὲ ὁ αὐτὸς Σέλευκος πρὸ τῆς πόλεως πέραν τοῦ ποταμοῦ ἄλλο ἄγαλμα κεφαλῆς ἵππου καὶ κασσίδα κεχρυσωμένην πλησίον, ἐπιγράψας ἐν αὐτοῖς, Ἐφ' οὗ φυγὼν ὁ Σέλευκος τὸν Ἀντίγονον διεσώθη· καὶ ὑποστρέψας ἐκεῖθεν ἀνεῖλεν αὐτόν. ἀνήγειρε δὲ ὁ αὐτὸς Σέλευκος καὶ τῷ Ἀμφίονι στήλην μαρμαρίνην ἔσω τῆς λεγομένης Ῥωμανησίας πόρτας, ὀρνεοθυσίαν ποιοῦντι ἅμα αὐτῷ. ἔκτισε δὲ ὁ αὐτὸς Σέλευκος ὁ Νικάτωρ καὶ ἄλλην παραλίαν πόλιν ἐν τῇ Συρίᾳ ὀνόματι Λαο 203 δίκειαν εἰς ὄνομα τῆς αὐτοῦ θυγατρός, πρῴην οὖσαν κώμην ὀνόματι Μαζαβδάν, ποιήσας κατὰ τὸ ἔθος θυσίαν τῷ Διί, καὶ αἰτησάμενος ποῦ κτίσει τὴν πόλιν, ἦλθεν ἀετὸς πάλιν καὶ ἥρπασεν ἀπὸ τῆς θυσίας· καὶ ἐν τῷ καταδιώκειν αὐτὸν τὸν ἀετὸν ὑπήντησεν αὐτῷ σύαγρος μέγας, ἐξελθὼν ἀπὸ καλαμῶνος, ὅντινα ἀνεῖλεν ᾧτινι κατεῖχε δόρατι· καὶ φονεύσας τὸν σύαγρον καὶ σύρας τὸ λείψανον αὐτοῦ, ἐκ τοῦ αἵματος αὐτοῦ διεχάραξε τὰ τείχη ἐάσας τὸν ἀετόν· καὶ οὕτως τὴν αὐτὴν πόλιν ἔκτισεν ἐπάνω τοῦ αἵματος τοῦ συάγρου, θυσιάσας κόρην ἀδαῆ ὀνόματι Ἀγαύην, ποιήσας αὐτῇ στήλην χαλκῆν εἰς τύχην τῆς αὐτῆς πόλεως. ἔκτισε δὲ ὁ αὐτὸς Σέλευκος ὁ Νικάτωρ καὶ ἄλλην πόλιν εἰς τὴν Συρίαν μεγάλην εἰς ὄνομα τῆς αὐτοῦ θυγατρὸς Ἀπάμας, εὑρηκὼς κώμην πρῴην λεγομένην Φαρνάκην· καὶ τειχίσας αὐτὴν ὁ αὐτὸς Σέλευκος ἐπωνόμασε πόλιν, καλέσας αὐτὴν Ἀπάμειαν, θυσίαν ποιήσας· ἣν αὐτὸς μετεκάλεσεν ὀνόματι Πέλλαν διὰ τὸ ἔχειν τὴν τύχην τῆς αὐτῆς Ἀπαμείας πόλεως τὸ ὄνομα τοῦτο· ἦν γὰρ ὁ αὐτὸς Σέλευκος ἀπὸ Πέλλης τῆς πόλεως Μακεδονίας. ἐποίησε δὲ θυσίαν ταῦρον καὶ τράγον· καὶ ἐλθὼν πάλιν ὁ ἀετὸς ἐπῆρε τὰς κεφαλὰς τοῦ ταύρου καὶ τοῦ τράγου· καὶ περιεχάραξεν ἐκ τοῦ αἵματος τὰ τείχη. ἔκτισε δὲ καὶ ἄλλας διαφόρους πόλεις εἰς ἄλλας ἐπαρχίας καὶ εἰς τὰ Περσικὰ μέρη ὁ αὐτὸς Σέλευκος πολλάς, ὧν ἀριθμός ἐστιν οεʹ, καθὼς ὁ σοφὸς Παυσανίας ὁ χρονογράφος συνεγράψατο, ὧντινων πόλεων καὶ τὰ ὀνόματα ἐξέθετο, εἰς

Intertext edge

Open linked passage

Note