Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
204.1.1
ὄνομα ἴδιον καὶ τῶν αὐτοῦ τέκνων, ὡς ἔδοξεν αὐτῷ, ὁ Σέλευκος ὁ δὲ σοφὸς Παυσανίας ἐξέθετο εἰς ὄνομα τοῦ ἑαυτοῦ πατρὸς ἔθηκε τὸ ὄνομα τῆς μεγάλης Ἀντιοχείας ὁ αὐτὸς Σέλευκος, ἐπειδὴ καὶ ὁ αὐτοῦ πατὴρ Ἀντίοχος ἐλέγετο. Οὐδεὶς δὲ κτίζων πόλιν εἰς ὄνομα τεθνηκότος αὐτὴν καλεῖ· ἔστι γὰρ λῆρος· ἀλλ' εἰς ὄνομα ζῶντος καὶ ἑστῶτος καλεῖ. ἥντινα πόλιν εἰς ὄνομα Ἀντιόχου τοῦ ἰδίου αὐτοῦ υἱοῦ, ὡς προείρηται, ἐκάλεσε. πολλὰ δὲ καὶ ἄλλα ὁ αὐτὸς σοφώτατος Παυσανίας ποιητικῶς συνεγράψατο. Ὁ δὲ αὐτὸς Σέλευκος καὶ εἰς τὴν Ἡρακλεῖδα τήν ποτε πόλιν, νυνὶ δὲ λεγομένην Δάφνην, ἐφύτευσε τὰς κυπαρίσσους πλησίον τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος, μετὰ τὰς φυτευθείσας κυπαρίσσους ὑπὸ τοῦ Ἡρακλέος τοῦ τελεστοῦ, τοῦ κτίσαντος τὴν Δάφνην εἰς ὄνομα ἑαυτοῦ καὶ καλέσαντος αὐτὴν Ἡρακλεῖδα πόλιν. αὕτη δὲ ἔξω τοῦ ἄλσους ἦν κεκτισμένη ἐπὶ τὸν ναὸν τῆς Ἀθήνης· τὸ γὰρ τοῦ Ἀπόλλωνος ἱερὸν Δαφναῖον ἐλέγετο, μέσον ὄντα τοῦ ἄλσους. ὅστις Ἡρακλῆς καὶ τὴν τῆς πάλης ἐξέθετο τέχνην πρῶτος. Καὶ λοιπὸν ἐτελεύτησεν ὁ αὐτὸς Σέλευκος ἐν τῇ Ἑλλησπόντῳ ὢν ἐνιαυτῶν οβʹ, καὶ ἐτάφη ἐν Σελευκείᾳ τῆς Συρίας. Μετὰ δὲ τὴν βασιλείαν Σελεύκου ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀντίοχος ὁ ἐπικληθεὶς Σωτὴρ ἔτη εἴκοσι· ὅστις Ἀντίοχος ἐφίλησε τὴν ἰδίαν μητρυιὰν Στρατονίκην τὴν θυγατέρα Δημητρίου, καὶ 205 ἔλαβεν αὐτὴν γυναῖκα· ἀφ' ἧς εἶχεν υἱοὺς δύο, Σέλευκον, ὅστις μικρὸς ἐτελεύτησε, καὶ Ἀντίοχον τὸν ἐπικληθέντα Θεοειδῆ. καὶ ἐτελεύτησεν Ἀντίοχος ὁ Σελεύκου καὶ ἐβασίλευσε μετ' αὐτὸν Ἀντίοχος ὁ Θεοειδὴς ἔτη ιεʹ. καὶ μετ' αὐτὸν ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ ὁ ἐκ Βερνίκης Σέλευκος ὁ Καλλίνικος ἔτη κδʹ, καὶ Ἀλέξανδρος ὁ Νικάτωρ ἔτη λςʹ, καὶ Σέλευκος ὁ Φιλοπάτωρ ἔτη δέκα, καὶ Ἀντίοχος ὁ Ἐπιφανὴς ἔτη ιβʹ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας λοιμοῦ γενομένου καὶ πολλῶν διαφθαρέντων τῆς πόλεως, Λήιός τις τελεστὴς ἐκέλευσε πέτραν ἐκ τοῦ ὄρους τοῦ ὑπεράνω τῆς πόλεως γλυφῆναι ἔχουσαν προσωπεῖον μέγα πάνυ, ἐστεμμένον, προσέχοντα ἐπὶ τὴν πόλιν καὶ τὸν αὐλῶνα· καὶ γράψας ἐν αὐτῷ τινα ἔπαυσε τὴν λοιμικὴν θνῆσιν· ὅπερ προσωπεῖον καλοῦσιν ἕως τοῦ νῦν οἱ Ἀντιοχεῖς Χαρώνιον. ὁ δὲ αὐτὸς βασιλεὺς Ἀντίοχος ὁ λεγόμενος Ἐπιφανὴς ἔκτισε πρῶτον ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἔξω τῆς πόλεως τὸ λεγόμενον βουλευτήριον εἰς τὸ ἐκεῖσε συνάγεσθαι πάντας τοὺς συγκλητικοὺς αὐτοῦ μετὰ τῶν πολιτευομένων καὶ τῆς πόλεως πάντων τῶν κτητόρων καὶ βουλεύεσθαι τί δεῖ γίνεσθαι περὶ τῶν ἀνακυπτόντων καὶ τότε ἀναφέρειν ἐπὶ αὐτὸν τὰ συμφέροντα. ἔκτισε δὲ καὶ ἄλλα τινὰ ἔξω τῆς πόλεως, καλέσας τὰ αὐτὰ μέρη εἰς τὸ ἐπώνυμον αὐτοῦ Ἐπιφανίαν πόλιν, μὴ κτίσας αὐτῇ τεῖχος, ἀλλ' οὕτως ἦν ἡ οἴκησις αὐτῆς ἐπὶ τὸ ὄρος. Ὁ δὲ αὐτὸς Ἀντίοχος ὁ Ἐπιφανὴς ἠγανάκτησε κατὰ Πτολε 206 μαίου, βασιλέως Αἰγύπτου, διότι τέλη ἀπῄτησε τοὺς ἐκ τῆς ὑπ' αὐτὸν ὄντας χώρας Ἰουδαίους. τῶν γὰρ αὐτῶν Ἰουδαίων ἐκ τῆς Παλαιστίνης ἐλθόντων ἐν Ἀντιοχείᾳ καὶ αἰτησάντων τὸν αὐτὸν Ἀντίοχον γράψαι Πτολεμαίῳ τῷ τῆς Αἰγύπτου τοπάρχῃ καὶ βασιλεῖ μὴ ἀπαιτεῖν αὐτοὺς τέλος μετακομίζοντας σῖτον εἰς ἀποτροφὰς αὑτῶν, μεγάλου λιμοῦ τότε γενομένου ἐν τῇ Παλαιστίνῃ· ἀπὸ γὰρ τῆς Αἰγυπτιακῆς χώρας μετεκόμιζον σῖτον οἱ Ἰουδαῖοι. ὅστις Πτολεμαῖος δεξάμενος τὰ γράμματα Ἀντιόχου πλέον αὐτοὺς ἐκέλευσεν ἀπαιτεῖσθαι. καὶ λοιπὸν Ἀντίοχος ὁ Ἐπιφανὴς ἐπεστράτευσε κατὰ Πτολεμαίου, διότι οὐκ ἐπείσθη τοῖς γράμμασιν αὐτοῦ· καὶ συμβολῆς γενομένης μεταξὺ αὐτῶν ἔπεσε πλῆθος τοῦ αὐτοῦ Ἀντιόχου πολύ, καὶ φυγὼν ἀπῆλθεν ἐπὶ τὸ λίμιτον. τοῦτο δὲ γνόντες οἱ τῆς Ἱερουσαλὴμ Ἰουδαῖοι, ἐξάψεις ἐποίησαν πρὸς χάριν τοῦ Πτολεμαίου, νομίσαντες τεθνάναι τὸν Ἀντίοχον, ἑαυτοὺς παρατιθέμενοι. ὁ δὲ Ἀντίοχος ὁ Ἐπιφανὴς συνάξας πλῆθος, ἐπέῤῥιψε τῷ Πτολεμαίῳ καὶ ἐφόνευσεν αὐτὸν κόψας καὶ τὰ πλήθη αὐτοῦ. καὶ γνοὺς περὶ τῶν Ἰουδαίων τῆς Ἱερουσαλὴμ τὸ τί πέπραχαν κατ' αὐτοῦ, ὡς συγχαρέντες τῇ αὐτοῦ ἥττῃ, ὡπλίσατο κατὰ τῆς Ἱερουσαλήμ· καὶ πολιορκήσας αὐτὴν ἐπολέμησε καὶ παρέλαβεν αὐτὴν καὶ κατέσφαξε πάντας· τὸν δὲ Ἐλεάζαρ τὸν ἀρχιερέα τῶν Ἰουδαίων καὶ τοὺς Μακκαβεῖς ἐν Ἀντιοχείᾳ ἀγαγὼν κολάσας ἐφόνευσε. καὶ καθεῖλε τὴν ἀρχιερωσύνην τῆς Ἰουδαίας, καὶ τὸ ἱερόν, Σολομῶντος ὄντα, τῶν Ἰουδαίων ἐποίησε Διὸς 207 Ὀλυμπίου καὶ Ἀθηνᾶς, μιάνας τὸν οἶκον χοιρείοις κρέασι, καὶ ἐκώλυσε τοὺς Ἰουδαίους τῆς πατρῴας θρησκείας καὶ ἑλληνίζειν αὐτοὺς ἐβιάζετο ἐπὶ ἔτη τρία. Καὶ τελευτᾷ ὁ αὐτὸς Ἀντίοχος, καὶ ἐβασίλευσεν ὁ αὐτοῦ υἱὸς Ἀντίοχος ὁ Γλαυκὸς ὁ λεγόμενος Ἱέραξ ἔτη δύο. Καὶ μετ' αὐτὸν ἐβασίλευσεν ὁ Δημητριανὸς ὁ Σελεύκου ἔτη ηʹ. καὶ ἐλθὼν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ Ἰούδας τις ὀνόματι, Ἰουδαῖος τῷ ἔθνει, ἐδυσώπησε Δημητριανὸν τὸν βασιλέα παρακαλέσας αὐτόν, καὶ παρέσχεν αὐτῷ τὸ ἱερὸν καὶ τὰ λείψανα τῶν Μακκαβαίων. καὶ ἔθαψαν αὐτὰ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἐν τῷ λεγομένῳ Κερατέῳ· ἦν γὰρ συναγωγὴ ἐκεῖ τῶν Ἰουδαίων· πρὸ μικροῦ γὰρ τῆς πόλεως Ἀντιοχείας ἐτιμωρήσατο αὐτοὺς Ἀντίοχος ἐν τῷ ἀεὶ κλαίοντι ὄρει κατέναντι τοῦ Κασίου Διός. τὸν δὲ ναὸν ἁγνεύσας ὁ Ἰούδας καὶ τὴν Ἱερουσαλὴμ κτίσας τὸ πάσχα ἐτέλεσε τῷ θεῷ. αὕτη βʹ ἦν τῆς Ἱερουσαλὴμ ἡ ἅλωσις, καθὼς Εὐσέβιος ὁ Παμφίλου ἐχρονογράφησε. Μετὰ δὲ Δημητριανὸν ἐγένετο βασιλεὺς Ἀντίοχος ὁ ἔκγονος τοῦ Γρύπου, υἱὸς Λαοδίκης, θυγατρὸς Ἀριαράθου, βασιλέως Καππαδόκων, ἔτη θʹ. καὶ ἔπαθε τότε ὑπὸ θεομηνίας Ἀντιόχεια ἡ μεγάλη τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπὶ τῶν αὐτῶν Μακεδόνων, μετὰ τὸ ἐξ ἀρχῆς τεθῆναι θεμέλιον τείχους ὑπὸ Σελεύκου τοῦ Νικάτορος μετὰ ἄλλα ἔτη ρνβʹ, ὥραν ἡμερινὴν ιʹ, μηνὶ 208 περιτίῳ τῷ καὶ φεβρουαρίῳ καʹ. καὶ ἀνενεώθη πᾶσα, καθὼς Δόμνος ὁ χρονογράφος συνεγράψατο· μετὰ δὲ τὸ πληρωθῆναι τὰ τείχη καὶ τὴν πόλιν πᾶσαν μετὰ ρκβʹ ἔτη ἔπαθε· καὶ βελτίων ἐγένετο. Μετὰ δὲ Ἀντίοχον ἔκγονον τοῦ Γρύπου ἐβασίλευσεν Ἀντίοχος ὁ Εὐεργέτης, ὅστις ἐτυραννήθη ὑπὸ Πάρθων καὶ ἐπεστράτευσε κατ' αὐτῶν μεγάλως. καὶ μετὰ τὸ πολλοὺς ἀπολέσθαι Πάρθους εἰς φιλίαν ἦλθον· καὶ ἔλαβε γυναῖκα Ἀντιόχῳ τῷ υἱῷ αὐτοῦ τῷ λεγομένῳ Κυζικηνῷ τὴν θυγατέρα Ἀρσάκους τοῦ Πάρθου τοῦ τυραννήσαντος αὐτὸν ὀνόματι Βριττάνην· καὶ ἐπαύθη ὁ πόλεμος. Μετὰ δὲ Ἀντίοχον τὸν Εὐεργέτην ἐβασίλευσαν ἐκ τοῦ γένους αὐτοῦ ἄλλοι θʹ βασιλεῖς ἕως τῆς βασιλείας Ἀντιόχου τοῦ Διονίκους τοῦ λεπροῦ τοῦ πατρὸς Κλεοπάτρας καὶ Ἀντιοχίδος. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τῶν πρὸ Ἀντιόχου τοῦ Διονίκους τοῦ προειρημένου ἐτυράννησε Ῥωμαίους ὁ βασιλεύς, ἤτοι τοπάρχης, Πύῤῥος ὁ Ἠπειρώτης, λαβὼν χρησμὸν ὅτι ὑπὸ γυναικὸς ἀποθνήσκει. καὶ συμβαλὼν αὐτῷ πόλεμον ὁ Κύριος ὕπατος Ῥωμαίων ἐνίκησεν αὐτόν· καὶ φυγὼν ὁ Πύῤῥος ἦλθε πλησίον πόλεως ἐχρύσης ἔξω τειχῶν οἰκήματα· καὶ ῥίψασα γυνὴ κεραμῖδα κατὰ τῆς κορυφῆς αὐτοῦ ἐφόνευσεν αὐτόν. Μετὰ ταῦτα δὲ ἐγένετο ὕπατος Μάγνος ὁ καὶ Παῦλος ὁ Μακεδών· ὅστις ἐφόνευσεν ἐν πολέμῳ τὸν βασιλέα τῆς Μακεδονίας 209 ὀνόματι Πέρσην, καὶ παραλαβὼν τὴν Μακεδονίαν χώραν ἐποίησεν αὐτὴν ὑπὸ Ῥωμαίους· περὶ οὗ Σαλλούστιος μέμνηται εἰς τὴν Κατελλιναρίαν ἔκθεσιν, μνημονεύων τῆς δημηγορίας τοῦ Καίσαρος. καὶ μετὰ ταῦτα βασιλεύει τῆς ἰδίας χώρας Περσεὺς ὁ Ἠπειρώτης ὁ νεομάχος καὶ τοπάρχης Θεσσαλίας, ὅντινα Περσέα ὠνόμασε τῇ ἰδίᾳ ἐκθέσει Εὐτρόπιος ὁ συγγραφεὺς Ῥωμαίων ἐν τῇ μεταφράσει αὐτοῦ. τούτου δὲ καὶ Παλαίφατος μέμνηται. τὸν δὲ αὐτὸν Περσέα πολέμῳ ἀνεῖλε Λούκιος Παῦλος, ὕπατος Ῥωμαίων. Ἐν οἷς χρόνοις Ἀννιβάλ τις ὀνόματι, ῥὴξ τῶν Ἄφρων, ἐτυράννησε τὴν Ῥώμην ἐπὶ ἔτη εἴκοσιν, ἀβασίλευτον οὖσαν, διοικουμένην δὲ ὑπὸ τῶν ὑπάτων. ὅστις τῆς Ἰταλίας πάσης τὸ πολὺ μέρος ἀπώλεσεν ὑποτάξας πολέμοις, καὶ σφάζει τὸν προειρημένον Παῦλον. καὶ λοιπὸν προεβάλετο ἡ σύγκλητος Ῥώμης ὕπατον δυνατὸν ἐν πᾶσι, μάλιστα δὲ ἐν πολέμοις, τὸν λεγόμενον Σκηπίονα τὸν μέγαν. ὅστις Σκηπίων ἐν ᾧ ἦν διατρίβων ὁ Ἀννιβὰλ ἐν τῇ Ἰταλίᾳ ἔλαβε πλῆθος στρατοῦ καὶ ἀπῆλθεν εἰς τὴν χώραν τοῦ Ἀννιβαάλ, εἰς τὴν Ἀφρικήν, καὶ ἀπώλεσεν αὐτήν, ἐμπρήσας τὴν πόλιν ἔνθα ἦν ῥὴξ ὁ Ἀννιβαάλ, τὴν Καρθάγεναν, καὶ αἰχμαλωτίσας αὐτὴν καὶ λαβὼν τοὺς αὐτοῦ πάντας μετὰ τῆς συγκλήτου αὐτοῦ ὑπέστη εἰς τὴν Ῥώμην. Καὶ τοῦτο γνοὺς ὁ Ἀννιβαὰλ ἀπῆλθεν εἰς τὴν Βιθυνίαν πρὸς 210 τὸν Ἀντίοχον τὸν Νικομήδους, βασιλέα τῆς Ἀσίας· καὶ παρακαλεῖ αὐτὸν συμμαχῆσαι αὐτῷ. εἶχον δὲ ἀπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος οἱ Μακεδόνες συνωμοσίας μετὰ τῶν Ῥωμαίων φιλίας, ὅτι καὶ στρατὸν ἔδωκαν τῷ Ἀλεξάνδρῳ κατὰ Δαρείου. ὁ Ἀντίοχος ὁ τῆς Ἀσίας βασιλεὺς πεισθεὶς τῷ Ἀννιβαὰλ συνέμιξε, καὶ ἀπῆλθε μετ' αὐτοῦ κατὰ Ῥωμαίων, θαῤῥῶν τῷ ἰδίῳ στρατῷ, ἐκ τῆς Βιθυνίας ἐξορμήσας. καὶ ἀκούσαντες οἱ Ῥώμης συγκλητικοὶ τοῦτο προεβάλοντο ὕπατον δυνατόν, τὸν δεύτερον Σκηπίονα, τὸν ἀδελφὸν τοῦ πρώτου Σκηπίονος· καὶ ἔπεμψαν αὐτὸν κατὰ τῶν δύο, Ἀντιόχου τοῦ βασιλέως Ἀσίας καὶ Ἀννιβαὰλ τοῦ ῥηγὸς τῆς Ἀφρικῆς. καὶ ἀπαντήσας αὐτοῖς συνέβαλε πόλεμον μέγαν μετ' αὐτῶν· καὶ σφαγέντων πολλῶν, ἰδὼν ὁ Ἀννιβαὰλ τὴν τοῦ Σκηπίονος δύναμιν καὶ ὅτι τὰς ἐπάνω φέρει, ἔφυγε· καὶ ἑαυτῷ παραχρησάμενος πιπίσας ἀπέθανε. καὶ ἑωρακὼς ὁ Ἀντίοχος τὸν Ἀννιβαὰλ φυγόντα ἔδωκε νῶτα· καὶ κατεδίωξεν αὐτὸν ο Σκηπίων ἕως τοῦ ὄρους τῆς Ἰσαυρίας τοῦ λεγομένου Ταύρου· καὶ ἀνελθὼν ἐκεῖ ὁ Ἀντίοχος ἔπεμψε πρὸς αὐτὸν πρέσβεις, παρακαλῶν αὐτόν, ὡς μηδεμίαν ἔχθραν ἔχων κατὰ Ῥωμαίων ἀλλ' ὑπὲρ ἄλλου πολεμῶν. καὶ ἐδέξατο αὐτὸν ὁ Σκηπίων, καὶ ἐποίησεν αὐτὸν ὑπὸ Ῥωμαίους κατὰ γνώμην τῆς συγκλήτου Ῥώμης πρὸς τὸ παρέχειν αὐτὸν καθ' ἕκαστον ἔτος Ῥωμαίοις χρυσοῦ τάλαντα τέσσαρα καὶ ἀργύρου καὶ ἄλλα τινὰ ἄχρι τῆς αὐτοῦ ζωῆς. καὶ ποιήσας ἄριστον ὁ Σκηπίων ἐκάλεσεν αὐτὸν καὶ παρέσχεν αὐτῷ τὸν 211 πρῶτον τόπον, τιμήσας αὐτόν, ὡς βασιλέα. καὶ μετὰ δόξης ἀνῆλθεν ὁ Σκηπίων ἐν τῇ Ῥώμῃ, καθὼς ὁ σοφώτατος Φλῶρος ὑπεμνημάτισεν ἐκ τῶν Λιβίου συγγραμμάτων. Τῷ δὲ πεντεκαιδεκάτῳ ἔτει τοῦ προειρημένου Ἀντιόχου τοῦ Διονίκους, βασιλέως τῆς Συρίας, τοῦ λεπροῦ, Τιγράνης τις βασιλεὺς Ἀρμενίων ἐλθὼν ἐπολέμησε τῷ αὐτῷ Ἀντιόχῳ πόλεμον μέγαν. καὶ νικήσας τὸν αὐτὸν Ἀντίοχον ὁ Τιγράνης βασιλεὺς Ἀρμενίων παρέλαβε τὴν Ἀντιόχειαν τὴν μεγάλην καὶ τὴν βασιλείαν αὐτοῦ, ἀφειλάμενος πάντα παρ' αὐτοῦ ἃ εἶχε, φυγόντος τοῦ αὐτοῦ Ἀντιόχου βασιλέως ἐπὶ τὰ Περσικὰ μέρη τὸν αὐτὸν Τιγράνην. κατελθόντος δὲ ἀπὸ τῆς Ῥώμης Πομπηίου τοῦ καὶ Μάγνου διὰ τὸν Καίσαρα, καὶ ἐλθόντος κατὰ Κιλίκων τυραννησάντων τὸν αὐτὸν Πομπήιον, καὶ νικήσαντος αὐτοῦ τοὺς Κίλικας, ἐπολέμησε καὶ τῷ Τιγράνῃ, βασιλεῖ τῶν Ἀρμενίων, καὶ νικήσας αὐτὸν παρέλαβε καὶ τὴν Ἀρμενίαν καὶ τὴν Κιλικίαν καὶ τὴν Συρίαν, λύσας καὶ τὰς τοπαρχίας αὐτάς. καὶ ἐξεδίκησε τοὺς Ἀντιοχεῖς, καὶ εἰσῆλθεν ἐν τῇ αὐτῇ Ἀντιοχέων πόλει, ποιήσας αὐτὴν ὑπὸ Ῥωμαίους, χαρισάμενος αὐτοῖς πολλὰ καὶ κτίσας τὸ βουλευτήριον· πεσόντα γὰρ ἦν· ἐτίμησε δὲ αὐτούς, ὡς ἐκ γένους Ἀθηναίους ὄντας. Βύβλος δέ τις στρατηγὸς δυνατός, ὃς καὶ ἐν τῇ παραλίᾳ Φοινίκῃ ηὗρε κώμην καὶ ἐποίησε πόλιν τειχίσας αὐτήν, ἣν ἐκάλε 212 σε Βύβλον εἰς ὄνομα αὑτοῦ, οὗτος γὰρ τὸ ἄγαλμα τῆς Ἀθήνης τὸ παρὰ Σελεύκου γενόμενον, φοβερὸν ὄντα, καὶ τὸ ἄγαλμα τοῦ Κεραυνίου Διός, παρὰ τοῦ αὐτοῦ Σελεύκου γενόμενον, καὶ αὐτὸ φοβερόν, αἰτησάμενος χάριν τοὺς Ἀντιοχεῖς ἐπῆρε καὶ ἐν Ῥώμῃ ἔπεμψεν εἰς τὸ Καπετώλιον, ὡς μεγάλης ὄντα θέας καὶ ὡς ὑποταγέντα Ῥωμαίοις· ἅτινα ἀγάλματα ἕως τῆς νῦν εἰσί· καὶ ἐπιγράφει Δῆμος Ἀντιοχείας τῆς μεγάλης ἐτίμησε Ῥωμαίους ἀγάλματα εὐχαριστῶν. Ἀντίοχος δὲ ὁ Διονίκους βασιλεὺς ἀκούσας τὴν τοῦ Τιγράνου, Ἀρμενίων βασιλέως, ἀπώλειαν καὶ τὴν τοῦ Πομπηίου Μάγνου κατ' αὐτοῦ νίκην, ἐλθὼν πρὸς τὸν Πομπήιον προσέπεσεν αὐτῷ, αἰτήσας αὐτὸν ἀναδοῦναι αὐτῷ τὴν βασιλείαν αὐτοῦ. ὅστις Πομπήιος παρακληθεὶς ἀνέδωκεν αὐτῷ πάλιν τὴν βασιλείαν τῆς Συρίας καὶ τὴν Κιλικίαν καὶ πάντα ὅσα κατεῖχε πρῴην ὁ αὐτὸς Ἀντίοχος. καὶ τῇ ιθʹ τοῦ δαισίου μηνὸς ἐξῆλθεν ἐπὶ τὴν Αἴγυπτον ἀπὸ Ἀντιοχείας ὁ Πομπήιος· καὶ ἐβασίλευσε πάλιν ὁ αὐτὸς Ἀντίοχος ὁ Μακεδὼν ὁ Διονίκους. Ἐν τοῖς αὐτοῖς. οὖν χρόνοις ἦν ὁ Κικέρων καὶ ὁ Σαλλούστιος, οἱ σοφώτατοι Ῥωμαίων ποιηταί. Ὁ δὲ βασιλεὺς Ἀντίοχος ὁ Διονίκους μέλλων τελευτᾶν κατέλιπε πάντα τὰ ὑπ' αὐτὸν Ῥωμαίοις μετὰ τῶν ὑπαρχόντων αὐτοῦ. μετὰ οὖν τὴν τελευτὴν Ἀντιόχου τοῦ βασιλέως γέγονεν ἡ Ἀντιόχεια ἡ μεγάλη ὑπὸ Ῥωμαίους καὶ πᾶσα ἡ χώρα τῆς Συρίας 213 καὶ Κιλικίας καὶ ὅσα κατεῖχον οἱ Μακεδόνες. ἐβασίλευσαν οὖν Ἀντιοχείας τῆς μεγάλης ἤτοι τῆς Συρίας καὶ Κιλικίας καὶ ἄλλων χωρῶν οἱ Μακεδόνες ἀπὸ Σελεύκου τοῦ Νικάτορος ἕως οὗ ἐδόθη Ῥωμαίοις ἡ βασιλεία ἔτη σξγʹ. ΛΟΓΟΣ ΕΝΑΤΟΣ ΧΡΟΝΩΝ ΥΠΑΤΩΝ ΡΩΜΗΣ. Τὰ οὖν Ῥωμαίων πράγματα πρῴην διῳκεῖτο ὑπὸ τῶν ὑπάτων ἐπὶ ἔτη υξδʹ ἕως Καίσαρος Ἰουλίου τοῦ δικτάτορος· ὃς οὐκ ἐγεννήθη ἀλλὰ τῆς αὐτοῦ μητρὸς τελευτησάσης τῷ ἐνάτῳ μηνὶ ἀνέκειραν αὐτὴν καὶ ἐξέβαλον αὐτὸν βρέφος· διὸ Καῖσαρ ἐλέγετο· Καῖσαρ γὰρ λέγεται ῥωμαϊστὶ ἡ ἀνατομή. ἀνατραφεὶς δὲ καὶ ἀνδρεῖος γενόμενος προεβλήθη τριομβυράτωρ μετὰ Πομπηίου Μάγνου καὶ Κράσσου· ὑπὸ γὰρ τῶν τριῶν τούτων ἐδιῳκεῖτο τὰ Ῥωμαίων. ὁ δὲ Καῖσαρ ὁ δικτάτωρ μετὰ τὸ φονευθῆναι τὸν Κράσσον, παραληφθέντα ὑπὸ Περσῶν πολέμῳ ἐν τοῖς Περσικοῖς μέρεσιν, ἔμεινε πολεμῶν μετὰ τοῦ πλήθους αὐτοῦ ἐν τοῖς μέρεσι τῆς δύσεως. καὶ διαδεχθεὶς τῆς ὑπατείας, ἤτοι τῆς τριομβυρατορίας, κατὰ δοκιμασίαν τινὰ τῆς συγκλήτου Ῥώμης καὶ Πομ 215 πηίου Μάγνου τοῦ αὐτοῦ πενθεροῦ ὁ αὐτὸς Καῖσαρ Ἰούλιος, λυπηθεὶς ἐτυράννησε Ῥωμαίους· καὶ προτρεψάμενος τοὺς κατὰ Ῥωμαίων πολεμίους ἐπεστράτευσε κατὰ τῆς συγκλήτου Ῥώμης καὶ Πομπηίου Μάγνου. καὶ παραγενόμενος ἐν Ῥώμῃ παραλαμβάνει αὐτήν, ἀνελὼν πάντας τοὺς συγκλητικούς. ὁ δὲ Πομπήιος ἐξελθὼν κατ' αὐτοῦ καὶ ἑωρακὼς ἑαυτὸν μὴ δύνασθαι πολεμῆσαι αὐτῷ, καταλιπὼν τὰ δυτικὰ μέρη ἐπὶ τὴν ἀνατολὴν ἐξώρμησε, βουλόμενος διακρατῆσαι τὰ αὐτὰ μέρη. ὁ οὖν Ἰούλιος Καῖσαρ ὁ δικτάτωρ κατὰ αὐθεντίαν ἐγκρατὴς γενόμενος τῆς Ῥώμης καὶ πάντων τῶν δυτικῶν μερῶν, ἐπεστράτευσε κατὰ Πομπηίου Μάγνου· καὶ καταφθάσας αὐτὸν ἀνεῖλεν αὐτὸν εἰς τὴν Αἴγυπτον χώραν, καθὼς περὶ αὐτοῦ ὁ σοφώτατος Λουκανὸς συνεγράψατο. οὗτος οὖν ὁ Καῖσαρ πρῶτος καὶ μόνος ἐκράτησε τῶν Ῥωμαίων μετὰ πολλοῦ φόβου καὶ πάντα ἐξεδίκησεν. οἱ γὰρ Μακεδόνες οἱ μετὰ Σέλευκον τὸν Νικάτορα ἀδρανεῖς ὄντες περιεφρόνησαν τῆς Βαβυλωνίας χώρας, συγχωρήσαντες τοῖς Πέρσαις ποιεῖν ἑαυτοῖς βασιλέα· ὁμοίως δὲ καὶ τοῖς Ἰουδαίοις παρεχώρησαν λαβεῖν ἀπὸ τῆς συγκλήτου Ῥώμης τετραρχίας βασιλείας. Ἐν τοῖς αὐτοῖς οὖν χρόνοις Λίβιος ὁ σοφὸς Ῥωμαίων ὑπῆρχεν ἱστορικός, ὃς ἐξέθετο πολλὰ περὶ Ῥωμαίων. Ὁ δὲ Καῖσαρ Ἰούλιος ὁ δικτάτωρ, ὅ ἐστι μονάρχης, μετὰ ταῦτα τῶν πάντων ἐκράτησεν ἐν ὑπερηφανίᾳ καὶ τυραννίδι ἐπὶ ἔτη ιηʹ. ὅστις καὶ τὸ βίσεξτον ἐφηῦρε καὶ νόμους Ῥωμαίοις ἔδω 216 κε, καὶ ὑπάτους δὲ αὐτὸς προεβάλλετο καθ' ἕκαστον ἔτος οὓς ἠβούλετο. Ἐν δὲ τῷ αὐτῷ καιρῷ Βεργίλλιος ὁ σοφὸς Ῥωμαίων ποιητὴς συνεγράψατο τὴν τοῦ Αἰνείου ἱστορίαν καὶ τῆς Διδὼ τῆς ἐκ Φοινίκης καταγομένης καὶ τὸν δούριον ἵππον καὶ τῆς Τροίης τὴν ἅλωσιν. Καὶ εὐθέως ἐμηνύθη ἡ παρουσία Ἰουλίου Καίσαρος δικτάτορος, ὅ ἐστι μονάρχου, τοῦ τυραννήσαντος καὶ παραλαβόντος τὴν Ῥώμην καὶ φονεύσαντος τὴν σύγκλητον καὶ γενομένου μονάρχου. καὶ κατέφθασε τὸ πρόθεμα ἐν Ἀντιοχείᾳ τῇ πόλει τῇ ιβʹ τοῦ ἀρτεμισίου τοῦ καὶ μαΐου μηνὸς τῆς μετὰ ταῦτα ἐπινεμήσεως. καὶ προετέθη ἐν Ἀντιοχείᾳ ἡ ἐλευθερία αὐτῆς, ὅτε ἐγένετο ὑπὸ Ῥωμαίους, τῇ εἰκάδι τοῦ ἀρτεμισίου μηνὸς πεμφθεῖσα παρὰ τοῦ αὐτοῦ Καίσαρος Ἰουλίου. τὸ οὖν ἤδικτον προετέθη περιέχον οὕτως. Ἐν Ἀντιοχείᾳ τῇ μητροπόλει ἱερᾷ καὶ ἀσύλῳ καὶ αὐτονόμῳ καὶ ἀρχούσῃ καὶ προκαθημένῃ τῆς ἀνατολῆς Ἰούλιος Γάϊος Καῖσαρ καὶ τὰ λοιπά. καὶ εἰσῆλθεν ὁ αὐτὸς Ἰούλιος Καῖσαρ ὁ δικτάτωρ ἐν Ἀντιοχείᾳ τῇ κγʹ τοῦ ἀρτεμισίου μηνός· καὶ ἔκτισε βασιλικήν, ἣν ἐκάλεσε τὸ Καισάριον, κατέναντι τοῦ ἱεροῦ τοῦ Ἄρεως τοῦ μετακληθέντος Μακέλλου, στήσας ἐκεῖ στήλην χαλκῆν τῇ τύχῃ Ῥώμης. ἔκτισε δὲ ὡσαύτως καὶ ἄνω εἰς τὴν καλουμένην ἀκρόπολιν εἰς τὸ ὄρος τῆς αὐτῆς Ἀντιοχείας τῆς μεγάλης δημόσιον λουτρὸν τοῖς αὐτοῖς ἀκροπολίταις, ἐνεγκὼν τὸ 217 ὕδωρ ἀπὸ τῶν λεγομένων ὑδάτων τῆς Λαοδικηνῆς ὁδοῦ διὰ τοῦ παρ' αὑτοῦ κτισθέντος ἀγωγοῦ. ἔκτισε δὲ ἐκεῖ ἄνω καὶ μονομάχιον καὶ θέατρον· ἀνενέωσε δὲ καὶ τὸ Πάνθεον, μέλλοντα συμπίπτειν, ἀνεγείρας τὸν βωμόν. Καὶ ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ ἀπελθὼν ἔκτισεν ἐκεῖ ὁ αὐτὸς Καῖσαρ εἰς ὄνομα τοῦ ἰδίου αὐτοῦ υἱοῦ οὗ ἔσχεν ἀπὸ Κλεοπάτρας, ἧς ἐφίλησεν ὡς εὐπρεπῆ οὖσαν· ἥντινα ηὗρεν εἰς τὴν Θηβαΐδα διωχθεῖσαν ὑπὸ τοῦ ἰδίου αὐτῆς ἀδελφοῦ Πτολεμαίου λυπηθέντος πρὸς αὐτήν. ταύτην ὁ Καῖσαρ φθείρας ἔγκυον ἐποίησε· καὶ ἐγέννησεν υἱόν, ὃν ἐπεκάλεσε Καισάριον. εἰς ὄνομα οὖν τοῦ ἰδίου υἱοῦ καὶ τὸ Καισάριον ἔκτισεν ὁ αὐτὸς Ἰούλιος ὁ Καῖσαρ ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ. καὶ ἐκβαλὼν τὸν ἀδελφὸν αὐτῆς Πτολεμαῖον ἐκ τῆς βασιλείας τῶν Αἰγυπτίων ἔδωκεν αὐτῇ τὴν βασιλείαν Αἰγυπτίων, φονεύσας καὶ τοὺς δύο εὐνούχους τοὺς εἰσάξαντας τὸν Πτολεμαῖον εἰς Θηβαΐδα ἐξορίσαι τὴν Κλεοπάτραν. ὁ δὲ υἱὸς τῆς Κλεοπάτρας καὶ τοῦ αὐτοῦ Καίσαρος ἐτελεύτα μικρός. Ἐν δὲ τῇ Ῥώμῃ ἐλθὼν ὁ αὐτὸς Καῖσαρ ἐσφάγη ὑπὸ τοῦ δευτέρου Βρούτου καὶ ἄλλων μετ' αὐτοῦ συμποιησαμένων συγκλητικῶν ἐπὶ τῆς ὑπατείας Χρυσαυρίκου καὶ Ἀντωνίου τὸ δεύτερον. χρηματίζει οὖν ἡ μεγάλη Ἀντιόχεια κατὰ τιμὴν ἔτος πρῶτον ἀπὸ τοῦ αὐτοῦ Καίσαρος Γαΐου Ἰουλίου.