Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
John MalalasChro 218 · pg-scrape-grcMore by John Malalas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
218.1.1
Μετὰ δὲ τὸν Καίσαρα Γάϊον Ἰούλιον ἐπελέξατο ἡ σύγκλητος Ῥώμης τὸν Αὔγουστον Ὀκταβιανὸν τὸν συγγενῆ τοῦ Καίσαρος καὶ τὸν Ἀντώνιον τὸν τοῦ Αὐγούστου γαμβρὸν ἐπ' ἀδελφῇ καὶ τὸν Λέπιδον, καὶ ἐγένοντο οἱ τρεῖς τριομβυράτορες, καὶ αὐτοὶ διῴκουν τὰ Ῥωμαίων πράγματα προβαλλόμενοι κατ' ἔτος ὑπάτους. Τῷ δὲ πεντεκαιδεκάτῳ ἔτει τῆς τριομβυρίας τοῦ αὐτοῦ Αὐγούστου Ὀκταβιανοῦ, τυραννησάντων τῶν Αἰγυπτίων καὶ τῆς Κλεοπάτρας τῆς κτισάσης ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ τὴν Φάρον εἰς τὴν νῆσον τὴν λεγομένην Πρωτέως καὶ οὖσαν κατέναντι Ἀλεξανδρείας ἀπὸ μιλίων δύο καὶ προσχωσάσης γῆν καὶ λίθους εἰς τὴν θάλασσαν ἐπὶ τοσοῦτο διάστημα εἰς τὸ βαδίζεσθαι τὴν θάλασσαν ἕως τῆς νήσου αὐτῆς καὶ τῆς Φάρου ὑπὸ ἀνθρώπων καὶ ἀλόγων· ὅπερ φοβερὸν ἐποίησεν ἔργον ἡ αὐτὴ Κλεοπάτρα διὰ Δεξιφάνους Κνιδίου μηχανικοῦ, ὃς τὴν θάλασσαν ἐποίησε χθόνα. τῆς δὲ τυραννίδος τῶν Αἰγυπτίων καὶ τῆς Κλεοπάτρας βασιλίσσης αὐτῶν γνωσθείσης Ῥωμαίοις, ἐξῆλθεν ἀπὸ Ῥώμης Ἀντώνιος ὁπλισάμενος κατὰ τῆς Κλεοπάτρας καὶ τῶν Αἰγυπτίων καὶ ἐπὶ τὰ Περσικὰ μέρη, ὅτι ἐτάρασσον τὴν ἀνατολήν. καὶ κατῆλθεν ἐπὶ τὴν Αἴγυπτον μετὰ πολλῆς δυνάμεως στρατευμάτων ὁ Ἀντώνιος· καὶ φθάσας Ἀλεξάνδρειαν τὴν μεγάλην περιεκάθητο πολιορκῶν 219 αὐτήν, δηλώσας τῇ Κλεοπάτρᾳ δοῦναι τὴν πόλιν· ᾔδει γὰρ αὐτὴν πρῴην μετὰ τοῦ Καίσαρος Ἰουλίου ἐπὶ τὴν Αἴγυπτον ἐλθών. ἡ δὲ Κλεοπάτρα ἀντεδήλωσεν αὐτῷ, ὑπονοθεύσασα αὐτόν, ὡς ἐρῶσα αὐτοῦ. ὁ οὖν Ἀντώνιος ἠπατήθη καὶ ἔρωτι βληθεὶς ἐφίλησεν αὐτὴν καὶ ὑπετάγη αὐτῇ. ἦν δὲ κονδοειδὴς ἡ Κλεοπάτρα, εὐπρεπὴς δὲ πάνυ καὶ μυστική. καὶ δεξαμένη τὸν Ἀντώνιον ἐν τῇ πόλει καὶ τὰ πλήθη αὐτοῦ ἐγαμήθη αὐτῷ. καὶ λοιπὸν ὁ αὐτὸς Ἀντώνιος λαβὼν αὐτὴν γυναῖκα ἐτυράννησεν ἅμα αὐτῇ Ῥωμαίους, καὶ καταφρονήσας καὶ ἀποταξάμενος τῇ αὐτοῦ γυναικί, τῇ ἀδελφῇ τοῦ Αὐγούστου Ὀκταβιανοῦ, καὶ συναγαγὼν ἄλλο πλῆθος πολύ, προτρεψάμενος δὲ καὶ Πέρσας καὶ πολλὰ αὐτοῖς συνταξάμενος, ποιήσας πλοῖα δρομώνων πολλῶν, καταπλεύσας ἀπὸ Ἀλεξανδρείας ὥρμησε κατὰ Ῥωμαίων μετὰ τῆς Κλεοπάτρας, παραλαβεῖν τὴν αὐτὴν Ῥώμην βουλόμενος, διὰ τῆς λεγομένης Ἠπείρου χώρας, θέλων ἀνελθεῖν ἐν Ῥώμῃ. Καὶ γνωσθείσης τῆς τοιαύτης τυραννίδος Ἀντωνίου καὶ τῆς Κλεοπάτρας ἐν τῇ Ῥώμῃ, εὐθέως ὁ αὐτὸς Ὀκταβιανὸς ὡπλίσατοκατ' αὐτῶν καὶ διὰ τὴν εὐτέλειαν τῆς αὑτοῦ ἀδελφῆς, ὅτι περιεφρόνησεν αὐτὴν ὁ αὐτὸς Ἀντώνιος. καὶ ἔλαβεν ὁ αὐτὸς Αὔγουστος στρατηγὸν δυνατόν, ἐκ τῆς συγκλήτου ἐπιλεξάμενος, Μάρκον Ἀγρίππαν ὀνόματι, καὶ ἔζευξεν αὐτῷ τὴν ἑαυτοῦ ἀδελφὴν Ὀκταβίαν. καὶ ὥρμησεν ἀπὸ τῆς Ῥώμης ἅμα τῷ αὐτῷ Ἀγρίππᾳ στρατηγῷ καὶ στρατιωτικῶν δυνάμεων αὐτοῦ. καὶ φθάσας τὴν Ἤπειρον χώραν εἰς τόπον λεγόμενον Λευκάτην συνέκρουσε 220 τῷ Ἀντωνίῳ καὶ τῇ Κλεοπάτρᾳ πόλεμον ναυμαχίας μέγαν, καθὼς Βεργίλλιος ὁ σοφὸς ἐν τῇ αὐτοῦ ἀσπιδοποιίᾳ συνεγράψατο εἰς τὸν ὄγδοον αὐτοῦ λόγον. τὸ δὲ πλῆθος τῶν ἀμφοτέρων στρατευμάτων ἐσκέπασε τὴν γῆν καὶ τὴν θάλασσαν. καὶ ἐσφάγη τοῦ Ἀντωνίου καὶ τῆς Κλεοπάτρας πλῆθος ἐν τῇ ναυμαχίᾳ, ὥστε τὰ ὕδατα τῆς θαλάσσης αἵμασι μιγέντα κυμάτων καὶ μόνον φαίνεσθαι. καὶ νικήσας ὁ Αὔγουστος Ὀκταβιανὸς ἐφόνευσε τὸν Ἀντώνιον, τὴν δὲ Κλεοπάτραν παραλαβὼν καὶ δήσας ἐθριάμβευσε, κελεύσας αὐτὴν φυλαχθῆναι εἰς τὸ ἀνενεγκεῖν ἐν τῇ Ῥώμῃ αἰχμάλωτον καὶ πομπεῦσαι. ἥτις Κλεοπάτρα ἀπεχρήσατο ἑαυτῇ, ἀπὸ ἀσπίδος κρουσθεῖσα ἐτελεύτα· ἐβάσταζε γὰρ ἀσπίδας καὶ ἄλλα ἑρπετὰ εἰς τὰ πλοῖα διὰ τὸν πόλεμον· ὡς φυλάττεται οὖν ὑπὸ στρατιωτῶν, κρύφα δηχθεῖσα ὑπὸ ἀσπίδος τελευτᾷ διὰ τὸ μὴ ζῶσαν αὐτὴν ἀνενεχθῆναι ἐν τῇ Ῥώμῃ. μετὰ δὲ τὴν τελευτὴν αὐτῆς ἀπηνέχθη τὸ λείψανον αὐτῆς ἐν τῇ Ῥώμῃ σμυρνιασθέντα πρὸς θεραπείαν τῆς ἀδελφῆς τοῦ αὐτοῦ Αὐγούστου Ὀκταβιανοῦ, καθὰ Θεόφιλος ὁ σοφὸς χρονογράφος συνεγράψατο. οἱ δὲ ἐκθέμενοι τὰ πάτρια Ἀλεξανδρείας τῆς μεγάλης τὴν Κλεοπάτραν ἐν Αἰγύπτῳ εἶπαν λειφθεῖσαν, καὶ ἄλλα δέ τινα μὴ συμφωνοῦντα τοῖς Ῥωμαίων συγγραφεῦσι. Μετὰ δὲ τὴν τοιαύτην νίκην ὁ αὐτὸς Αὔγουστος Ὀκταβιανὸς ἅμα Ἀγρίππᾳ τῷ στρατηγῷ καὶ γαμβρῷ αὐτοῦ ἀπὸ τῆς κώμης 221 Ἠπείρου ἐξορμήσας καὶ ἦλθεν ὑποτάξας τὴν Αἰγύπτιον χώραν καὶ θριαμβεύσας τὴν ἑαυτοῦ νίκην. Καὶ κατιὼν μετὰ τοῦ πλήθους αὐτοῦ ὑπέταξε τὰς ἄλλας χώρας, καταλύων τὰς τοπαρχίας αὐτῶν. ἦν δὲ ἐνιαυτῶν ιηʹ, ὅτε τριομβυράτωρ ἐγένετο. ἐκράτησε δὲ ὁ τῆς Αἰγύπτου πόλεμος ἔτη πολλά. Ὁ δὲ Αὔγουστος Ὀκταβιανὸς παρελθὼν τὴν Εὐρώπην πᾶσαν ἐπέρασεν ἀπὸ τοῦ Βυζαντίου ἐπὶ τὴν Χαλκηδόνα πόλιν τῆς Ἀσίας. καὶ ἐποίησεν εὐθέως ἄρχοντα ὃν ἠβουλήθη ἐν τῇ Βιθυνίᾳ ἐκ τῶν ἰδίων αὐτοῦ ἀνθρώπων ὀνόματι Λαῦσον, διαδεξάμενος τὸν ἰθύνοντα τὴν αὐτὴν χώραν Διήναρον τὸν προβληθέντα ὑπὸ τοῦ Καίσαρος τοῦ θείου αὐτοῦ· ἦν γὰρ ἤδη ἡ Βιθυνία ἔχουσα ἄρχοντα· ἐπειδὴ πρὸ αὐτοῦ ὁ Πομπήιος Μάγνος ἦν λαβὼν τὴν αὐτὴν Βιθυνίαν, τελευτήσαντος Νικομήδους τοπαρχοῦντος αὐτήν, τοῦ ὄντος ἐκ τοῦ γένους τῶν Μακεδόνων· ὅστις τελευτῶν εἴασεν αὐτὴν Ῥωμαίοις. Τὴν δὲ Γαλατίαν ὑπέταξεν ὁ αὐτὸς Αὔγουστος ὁ καὶ Ὀκταβιανός, νικήσας Δηιόταρον, τετράρχην αὐτῆς· καὶ τειχίσας κώμην τὴν λεγομένην Ἀρσίνην ἐποίησε πόλιν, ἥντινα ἐκάλεσεν Ἄγκυραν διὰ τὸ μέσην αὐτὴν εἶναι δύο θαλασσῶν, τῆς τε Ποντικῆς καὶ τῆς Ἀσιανῆς θαλάσσης. θυσιάσας δὲ κόρην παρθένον ὀνόματι Γρηγορίαν εἰς ἀποκαθαρισμόν, ποιήσας αὐτὴν ἐπαρχίαν, ἐάσας ἐκεῖ Γάλλους στρατιώτας διὰ τὸ φυλάττειν τὴν χώραν καὶ 222 τὴν πόλιν, καλέσας εἰς ὄνομα αὐτῶν καὶ τὴν ἐπαρχίαν καὶ τὸν ποταμὸν Γάλλον. ὁμοίως δὲ καὶ τὴν Λυδίαν καὶ Παμφυλίαν τὰς ἐπαρχίας ἀπὸ τοῦ αὐτοῦ Δηιοτάρου ἐπαρχουμένας παρέλαβε καὶ ἐποίησεν ὑπὸ Ῥωμαίους, πέμψας Κουρίωνα ὀνόματι στρατηγὸν αὐτοῦ μετὰ βοηθείας πολλῆς. Φρυγίαν δὲ Πακατιανὴν ὑπὸ τὴν τετραρχίαν τοῦ αὐτοῦ οὖσαν ὑπὸ Ῥωμαίους ἐποίησε, πέμψας μετὰ βοηθείας Πακατιανὸν στρατηγὸν αὐτοῦ. καὶ τὴν Λυκαονίαν δὲ παρέλαβε τοπαρχουμένην ὑπὸ Λυκάονος, υἱοῦ τοῦ Κάπυος, ὅστις προσέπεσε τῷ αὐτῷ Αὐγούστῳ. καὶ προτρεψόμενος αὐτὸν ὁ Αὔγουστος, ὡς γενναῖον, ἔλαβεν αὐτὸν ἐπὶ τὴν Αἴγυπτον. Συρία δὲ καὶ Κιλικία πρῴην ἐπὶ τοῦ Καίσαρος Ἰουλίου ἐγένετο ὑπὸ Ῥωμαίους. Καταλαβὼν δὲ ὁ Αὔγουστος τὴν Συρίαν εἰσῆλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, θριαμβεῦσαι τὴν κατὰ Ἀντωνίου νίκην καὶ Κλεοπάτρας μετὰ τοῦ ἰδίου αὐτοῦ γαμβροῦ Ἀγρίππα. ὅστις Ἀγρίππας τερφθεὶς τῆς τοποθεσίας τῆς πόλεως Ἀντιοχείας, κτίζει ἐκεῖ δημόσιον λουτρὸν ἔξω τῆς πόλεως παρὰ τὸ ὄρος, εὑρὼν ἐκεῖ πηγήν, ὅπερ ἐκάλεσεν εἰς ὄνομα ἴδιον τὸ Ἀγριππιανόν, τὸ νυνὶ λεγόμενον Ἀμπελινὸν λουτρόν. κτίζει δὲ καὶ δίαιταν οἰκημάτων καὶ βανιάριν, καλέσας τὴν γειτνίαν Ἀγριππιτῶν. προσέθηκε δὲ κτίσας ἐν τῷ θεάτρῳ Ἀντιοχείας ἄλλην ζώνην ἐπάνω τῆς πρώτης διὰ τὸν πολὺν δῆμον ὁ Ἀγρίππας. Ἐκεῖθεν δὲ ἐξελθὼν ὁ Αὔγουστος κατέλαβε τὴν Λαοδικέων 223 πόλιν τῆς Συρίας· καὶ ἔκτισεν ἐν αὐτῇ τῇ πόλει θέατρον μέγα πάνυ, στήσας ἑαυτῷ ἐκεῖ στήλην μαρμαρίνην. ἔκτισε δὲ ἐν αὐτῇ τῇ πόλει καὶ τὸ μέγα τετράπυλον, ὄντα μικρόν· καὶ κοσμήσας αὐτὸ κίοσι καὶ μαρμάροις ἀνοικοδομήσας καὶ μουσώσας ἐθριάμβευσεν ἐν αὐτῷ τὴν ἑαυτοῦ νίκην, στήσας ἐν τῷ αὐτῷ τετραπύλῳ στήλην χαλκῆν μετὰ τεσσάρων ἵππων. Καὶ τὴν Φοινίκην δὲ ὑπέταξε· καὶ πέμψας στρατηγοὺς μετὰ βοηθείας Λούκουλλον καὶ Πόντιον, οἵτινες ἐνίκησαν Τιγράνην τοπαρχοῦντα αὐτῆς καὶ ἐποίησεν αὐτὴν ἐπαρχίαν. καὶ τὴν λεγομένην δὲ Ἀραβίαν ὑφ' ἑαυτόν, ἤτοι ὑπὸ Ῥωμαίους, ἐποίησε κρατουμένην ὑπὸ Ἄραβα, βασιλέως βαρβάρων Σαρακηνῶν, καὶ ἐτείχισε κώμην ἣν ἐκάλεσε Βόστραν εἰς ὄνομα Βόστρου τοῦ πεμφθέντος ὑπ' αὐτοῦ στρατηγοῦ, καὶ τὰς λοιπὰς δὲ τοπαρχίας δίχα τῆς Καππαδοκίας τῆς τοπαρχουμένης ὑπὸ Ἀρχελάου καὶ τῆς τετραρχίας Ἡρώδου τοῦ τετραρχοῦντος τῆς Ἰουδαίας χώρας, ἐπειδὴ προσήνεγκαν αὐτῷ ἀμφότεροι δῶρα μεγάλα. Ὁ δὲ Ἡρώδης βασιλεὺς τῆς Ἰουδαίας πρὸς τιμὴν αὐτοῦ ἐποίησε καὶ τὴν ὁδοστρωσίαν τὴν ἔξω τῆς πόλεως Ἀντιοχείας τῆς μεγάλης, ἦν γὰρ δύσβατος, στρώσας αὐτὴν λευκαῖς πλάκαις. ἐκάλεσαν δὲ ἀμφότεροι τοπάρχαι τὰς μητροπόλεις αὑτῶν πρὸς τιμὴν αὐτοῦ εἰς ὄνομα τοῦ Καίσαρος· ὁ μὲν Ἡρώδης βασιλεὺς 224 καὶ τοπάρχης ἐκάλεσε Καισάρειαν Παλαιστίνης, τὴν πρῴην λεγομένην Στράτωνος πύργον, ὁ δὲ Ἀρχέλαος βασιλεὺς καὶ τοπάρχης ἐκάλεσε Καισάρειαν Καππαδοκίας τὴν πρῴην λεγομένην Μάζακαν. ἦν γὰρ ὁ Καῖσαρ θεῖος τοῦ αὐτοῦ Αὐγούστου τοῦ παρεσχηκότος αὐτοῖς ἔχειν τῆς τετραρχίας τὴν βασιλείαν ἐπὶ τῶν τῆς ζωῆς αὐτῶν χρόνων. Καὶ ἐξορμήσας ἐκ τῆς Παλαιστίνης παρέλαβε καὶ τὴν Αἴγυπτον· καὶ ὑποτάξας αὐτὴν εἰσῆλθεν ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, καὶ ἐκεῖ ἐθριάμβευσε τὴν ἰδίαν νίκην, ποιήσας καὶ τὴν Αἴγυπτον ὑπὸ Ῥωμαίους. καὶ ἔδωκεν ἄρχειν αὐτῶν τῶν Αἰγυπτίων ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ ἐν πρώτοις ἄρχοντα ἐκ τῶν ἰδίων αὐτοῦ ἀνθρώπων ὀνόματι Κορνήλιον Γάλλον· ᾧτινι ἔδωκεν ἀξίαν αὐγουσταλίου τοῦ ἰδίου ὀνόματος σήμαντρον. Καὶ ἐκ τῆς Αἰγύπτου περάσας ὁ αὐτὸς Αὔγουστος ἀνῆλθεν ἐπὶ τὴν Ῥώμην, ὑπτιωθεὶς καὶ ἀπονενοημένος, ὡς ὑποτάξας τὸν κόσμον· καὶ τυραννήσας τὴν σύγκλητον ἐβασίλευσεν ἀφ' ἑαυτοῦ ἐν ὑπερηφανίᾳ ὤν, ἀνελὼν καὶ τὸν Βροῦτον τὸν φονεύσαντα τὸν Καίσαρα τὸν αὐτοῦ θεῖον. ὅντινα Βροῦτον φυλάττοντα τὴν Θεσσαλίαν μετὰ βοηθείας πέμψας ἀπεκεφάλισεν ἐπὶ τῆς ὑπατείας Καλβισιανοῦ καὶ Πολλίωνος, καθὼς Λουκανὸς ὁ σοφὸς Ῥωμαίων ποιητὴς συνεγράψατο. Ἦν δὲ τοῖς χρόνοις τούτοις Σωσίβιός τις Ἀντιοχεὺς συγκλητικὸς ἀνελθὼν μετὰ τοῦ Αὐγούστου ἐν τῇ Ῥώμῃ· καὶ τελευτᾷ καταλιπὼν τὴν πρόσοδον αὐτοῦ τῇ ἰδίᾳ πόλει εἰς τὸ ἐπιτελεῖσθαι ἐν αὐτῇ κατὰ πενταετηρίδα τριάκοντα ἡμέρας τοῦ ὑπερβερεταίου 225 μηνὸς ἀγῶνας ἀκροαμάτων καὶ θυμελικῶν, σκηνικῶν, πάντων καὶ ἀθλητῶν καὶ ἱππικὸν ἀγῶνα. Καὶ κατέφθασεν ἐν Ἀντιοχείᾳ ἐν τῇ δευτέρᾳ παρουσίᾳ αὐτοῦ ὁ γαμβρὸς τοῦ αὐτοῦ Αὐγούστου Ἀγρίππας, καὶ ἐξεχόϊσε τοῦ παλαιοῦ ἱππικοῦ τὰ χώματα ἅπερ εἶχεν ἐκ τῶν πρῴην φόβων· καὶ ἐθεώρησε τὴν πολύτροπον θέαν ὁ αὐτός· καὶ θαυμάσας ἐξῆλθεν ἐκεῖθεν. ἔκτισε δὲ πρῴην τὸ αὐτὸ παλαιὸν ἱππικὸν καὶ τὸ παλαιὸν παλάτιον ἐκ τῶν ἰδίων Κοΐντος δὲ Μαρκιανὸς ῥὴξ Ῥωμαίων, κατελθὼν ἐν Ἀντιοχείᾳ τῆς Συρίας πρὸς Φίλιππον τὸν βαρύπουν τὸν Μακεδόνα τὸν βασιλεύοντα ἐν Ἀντιοχείᾳ τυπῶσαι φόρους διδόναι αὐτὸν Ῥωμαίοις. Ἐγένετο βασιλεὺς Ῥωμαίων πρῶτος καὶ μόνος καὶ ὀργιοφάντης ὁ αὐτὸς θειότατος Αὔγουστος· καὶ ἐχρημάτιζεν ἑαυτὸν οὕτως, Αὔγουστος Καῖσαρ Ὀκταβιανὸς τροπαιοῦχος σεβαστὸς κραταιὸς ἰμπεράτωρ, ὅπερ ἐστὶν αὐτοκράτωρ. καὶ ἐβασίλευσεν ὁ αὐτὸς Αὔγουστος τὰ πάντα ἔτη
218.2.1
τῇ δὲ θέᾳ ὑπῆρχε κονδοειδής, λεπτός, ἁπλόθριξ, εὐόφθαλμος, εὔρινος. Ἐν δὲ αὐτοῦ βασιλείᾳ ἔκτισε τὸ ἱερὸν τοῦ Διὸς ἐν τῇ Ῥώμῃ, ἀνανεώσας καὶ τὸ Καπετώλιον, ποιήσας τὰ ἀμφότερα φοβερὰ κτίσματα. 226 Τῷ δὲ λθʹ ἔτει καὶ μηνὶ τῷ δεκάτῳ τῆς βασιλείας αὐτοῦ ἐθέσπισεν ἐκφωνήσας δόγμα ὥστε ἀπογραφῆναι πᾶσαν τὴν ὑπ' αὐτὸν γενομένην γῆν καὶ ἣν πρῴην εἶχον οἱ Ῥωμαῖοι ἐπὶ τῆς ὑπατείας Ἀγρίππου τὸ δεύτερον καὶ Δονάτου. καὶ ἀπεγράφη πᾶσα ἡ ὑπὸ Ῥωμαίους γῆ διὰ Εὐμενοῦς καὶ Ἀττάλου συγκλητικῶν Ῥωμαίων. εἶχε γὰρ πολὺν φόβον· ὀργίλος γὰρ ἦν πάνυ. Μετὰ δὲ τὸ διελθεῖν τὸ μαʹ ἔτος καὶ μῆνα τὸν ἕκτον τῆς βασιλείας αὐτοῦ ἐν τῷ δύστρῳ μηνὶ κεʹ, ὥραν ἡμερινὴν δευτέραν, ἡμέρᾳ κυριακῇ εὐηγγελίσατο ἐν Ναζαρὲτ τῇ πόλει ὁ ἀρχάγγελος Γαβριὴλ τὴν ἁγίαν παρθένον καὶ θεοτόκον Μαρίαν ἐν ὑπατείᾳ Κουϊνίου καὶ Λογγίνου, ἡγεμονεύοντος δὲ τῆς Συρίας Οὐτιλλίου τοῦ καὶ προαχθέντος νεωστὶ ὑπὸ τοῦ Αὐγούστου Καίσαρος. ΛΟΓΟΣ Ιʹ. ΧΡΟΝΩΝ ΒΑΣΙΛΕΙΑΣ ΑΥΓΟΥΣΤΟΥ ΚΑΙ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΘΕΟΥ. Ἐν δὲ τῷ μβʹ ἔτει καὶ μηνὶ τῷ δʹ τῆς βασιλείας τοῦ αὐτοῦ Αὐγούστου ἐγεννήθη ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χριστὸς τῇ πρὸ ηʹ καλανδῶν ἰανουαρίων μηνὶ δεκεμβρίῳ κεʹ, ὥραν ἡμερινὴν ἑβδόμην, ἐν πόλει τῆς Ἰουδαίας ὀνόματι Βηθλεέμ, πλησίον οὖσαν τῆς Ἱερουσαλήμ, ἔτους κατὰ Ἀντιόχειαν τὴν μεγάλην χρηματίζοντος μβʹ, ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου τοῦ ἀπὸ ὑπάτων, ὑπατεύοντος δὲ τοῦ αὐτοῦ Ὀκταβιανοῦ καὶ Σιλουανοῦ, τοπαρχοῦντος δέ, ἤτοι βασιλεύοντος, τῆς Ἰουδαίας Ἡρώδου τοῦ βασιλέως. Συνάγεται οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ Φαλέκ, υἱοῦ Ἕβερ, ἔτη βφλγʹ, καὶ ἀπὸ Φαλὲκ ἕως τοῦ μβʹ ἔτους τῆς βασιλείας Αὐγού 228 στου Καίσαρος ἔτη βϠξζʹ, ὡς συνάγεσθαι ἀπὸ Ἀδὰμ τοῦ πρωτοπλάστου ἕως τῆς κατὰ σάρκα γεννήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ μβʹ ἔτους τῆς βασιλείας τοῦ αὐτοῦ Αὐγούστου Καίσαρος ἔτη εφʹ. Καὶ λοιπὸν συνανεστράφη ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις ὁ κύριος ἡμῶν καὶ θεός, ὡς ἐν ταῖς γραφαῖς ἐμφέρεται, ἔτη λγʹ, ὡς γίνεσθαι ἀπὸ Ἀδὰμ ἕως τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως καὶ σταυρώσεως ἔτη εφλγʹ. ὁ γὰρ Φαλὲκ κατὰ τὴν προφητικὴν φωνὴν Μωσέως τὸ ἥμισυ λέγεται τοῦ χρόνου τῆς μελλούσης τοῦ Χριστοῦ παρουσίας. ὥσπερ γὰρ τὸν ἄνθρωπον τῇ ἕκτῃ ἡμέρᾳ ἔπλασεν, ὡς Μωσῆς ἐξέθετο, συντάξας ἐν τοῖς ὑπομνήμασιν αὐτοῦ καὶ τοῦτο, «καὶ ἐστὶν ἡ μία ἡμέρα κυρίου ὡσεὶ χίλια ἔτη,» τῇ δὲ ἕκτῃ ἡμέρᾳ, ὡς προεῖπεν ἡ γραφή, ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, καὶ ὑπέπεσε τῇ ἁμαρτίᾳ ὁ ἄνθρωπος· ὡς δῆλον εἶναι ὅτι οὕτω καὶ τῇ ἕκτῃ ἡμέρᾳ τῆς χιλιάδος ἐπὶ τῆς γῆς ἐφάνη ὁ δεσπότης ἡμῶν Ἰησοῦς ὁ Χριστός, καὶ ἔσωσε τὸν ἄνθρωπον διὰ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως· ἅτινα συνεγράψατο Κλήμης, Θεόφιλος, καὶ Τιμόθεος, οἱ σοφοὶ χρονογράφοι, ὁμοφωνήσαντες. ὁ δὲ θεοφιλέστατος χρονογράφος Εὐσέβιος ὁ Παμφίλου ὁ γενόμενος ἐπίσκοπος Καισαρείας Παλαιστίνης τῇ μὲν ἕκτῃ χιλιάδι τῶν ἐνιαυτῶν λέγει καὶ 229 αὐτὸς φανῆναι τὸν ὅλων σωτῆρα καὶ κύριον Ἰησοῦν Χριστόν, κατὰ τὸν ἀριθμὸν τῶν ἓξ ἡμερῶν τῆς πλάσεως τοῦ Ἀδάμ· πρὸ τοῦ δὲ πληρωθῆναι τὸ ἑξακισχιλιοστὸν ἔτος εἶπεν ὅτι ἐφάνη ἐπὶ τῆς γῆς ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς ῥύσασθαι τὸ γένος τῶν ἀνθρώπων· καὶ ἐγεννήθη καὶ ἐνηνθρώπησε, φησί, τῷ εφʹ ἔτει· ἔπαθε καὶ ἀνέστη ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ ἀνελήφθη τῷ εφλγʹ ἔτει. ἐν δὲ τῷ ἑξακισχιλιοστῷ ἔτει συμφωνοῦσιν ἅπαντες φανῆναι τὸν κύριον· κἂν οὖν πλέον κἂν ἔλασσον, εἰς τὸ ς ἔτος εἶπαν φανῆναι κατὰ τὴν προφητικὴν φωνήν, καὶ μὴ ὁμοφωνοῦσιν ἐκθέμενοι περὶ τὸν ἀριθμὸν τῶν ἐνιαυτῶν, ἐν ἐσχάτοις καιροῖς ἐφάνη, ὡς ἡ θεία γραφὴ σημαίνει. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Αὐγούστου Καίσαρος σεβαστοῦ ἔπαθεν ὑπὸ θεομηνίας πόλις τῆς Παλαιστίνης ὀνόματι Σαλαμίνη. ἥντινα πόλιν ἐγείρας ὁ αὐτὸς Αὔγουστος ἐπεκάλεσε Διὸς πόλιν. Ἡρώδης δὲ ὁ τοπάρχης, ἤτοι βασιλεύς, τῆς Ἰουδαίας ἐν αὐτῷ τῷ χρόνῳ ἐδιδάχθη ὅτι κατάσκοποι μάγοι ἀπὸ Περσίδος εἰσῆλθον εἰς τὴν Ἰουδαίαν χώραν· καὶ ἐκέλευσεν αὐτοὺς συσχεθῆναι. ἦλθον γὰρ ἀπὸ τῆς Περσίδος μάγοι, γνόντες, ὡς μυστικοί, διὰ τοῦ φανέντος ἀστέρος τοῦ μηνύσαντος εἰς τὴν ἀνατολὴν τὴν τοῦ σωτῆρος Χριστοῦ ἐνανθρώπησιν, δῶρα φέρον 230 τες αὐτῷ, ὡς βασιλεῖ μεγάλῳ καὶ νικητῇ. οἵτινες εἰς τὴν ἀνατολὴν ἐλθόντες ἐπηρώτων, Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; καὶ ἐθρυλήθησαν τοῖς Ἰουδαίοις. οἵτινες μάγοι γνωσθέντες συνεσχέθησαν καὶ εἰσηνέχθησαν τῷ Ἡρώδῃ βασιλεῖ. καὶ ἐπηρώτησεν αὐτούς, Διὰ τί ἐπὶ τὴν Ἰουδαίαν χώραν ἐγένεσθε κατάσκοποι; καὶ ἀνήγαγον αὐτῷ οἱ μάγοι τὸ τοῦ ἀστέρος θαῦμα, καὶ ὅτι μέγας βασιλεὺς ἐγεννήθη τῷ κόσμῳ, καὶ ὅτι δῶρα αὐτῷ ἐνεγκόντες παρεγενόμεθα, ὡς βασιλεῖ μεγάλῳ, προσενέγκαι αὐτῷ ἃ ἐπιφερόμεθα δῶρα, ὡς θεῷ. εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. ὁ δὲ Ἡρώδης ἀκούσας ταῦτα ἔκθαμβος ἔμεινε, λογιζόμενος ὅτι μετὰ Αὔγουστον Καίσαρα ποίας ἐστὶ δυνάμεως ὁ γεννηθεὶς βασιλεύς. ἦσαν οὖν ἐλθόντες οἱ μάγοι ἐν Ἱεροσολύμοις ἐν ὑπατείᾳ Οὐϊνδικίου καὶ Οὐαλερίου. ἠκριβώσατο οὖν παρ' αὐτῶν ὁ Ἡρώδης τὸν χρόνον τοῦ φανέντος ἀστέρος, καὶ εἶπεν αὐτοῖς τοῖς μάγοις ὅτι Ἐὰν εὕρητε αὐτόν, ἐλθόντες ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. καὶ ἀπελθόντες οἱ μάγοι, ὁδηγούμενοι ὑπὸ τοῦ ἀστέρος, οὗ ἑωράκασιν ἐν τῇ ἀνατολῇ, ηὗρον τὸν Ἰησοῦν καὶ τὴν μητέρα αὐτοῦ ἐν Βηθλεὲμ τῇ πόλει. καὶ πεσόντες εἰς τὸ ἔδαφος τῆς γῆς προσεκύνησαν τῷ σωτῆρι Χριστῷ· ἔλεγον γὰρ ἐν ἑαυτοῖς ὅτι τὸν μείζονα αὐτοῦ θεὸν ὑποδεικνύει ἡμῖν οὗτος ὁ ἀστήρ, ὃν ἡμεῖς τιμῶμεν, ὡς θεόν. καὶ προσενέγκαντες αὐτῷ δῶρα ἅπερ ἐβάσταζον, ὡς θεῷ, καὶ 231 χρηματισθέντες, δι' ἄλλης ὁδοῦ, τῆς τοῦ λιμίτου, ἀνῆλθον εἰς τὰ Περσικὰ μέρη, καταφρονήσαντες τοῦ Ἡρώδου βασιλέως. Καὶ ὡς παιχθεὶς ὁ αὐτὸς Ἡρώδης βασιλεὺς ὑπὸ τῶν μάγων ἐθυμώθη· καὶ περιεργασάμενος ἀπὸ τῶν ἀρχιερέων τῶν Ἰουδαίων ποῦ ὁ Χριστὸς γεννᾶται, ἔμαθε. καὶ πέμψας τοὺς στρατιώτας ἔσφαξε πάντα τὰ νήπια ἐν Βηθλεὲμ τῇ πόλει τῆς Ἰουδαίας, καθὼς ἡ θεία λέγει γραφή. καὶ ληφθεὶς εὐθέως ὁ Ἡρώδης πάθει ἀνιάτῳ σκωληκόβρωτος ἐγένετο καὶ ἀπέθανε, καὶ ἐγένετο βασιλεύς, ἤτοι τοπάρχης, τοῦ Ἰουδαικοῦ ἔθνους Ἀρχέλαος ὁ υἱὸς αὐτοῦ ἔτη θʹ, ἐν ὑπατείᾳ Λαμία καὶ Σερελλιανοῦ, καθὼς ὁ σοφώτατος Κλήμης ὁ χρονογράφος ἐξέθετο. Ὁ δὲ Αὔγουστος Καῖσαρ Ὀκταβιανὸς τῷ νεʹ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ ὀκτωβρίῳ τῷ καὶ ὑπερβερεταίῳ ἀπῆλθεν εἰς τὸ μαντεῖον· καὶ ποιήσας ἑκατόμβην θυσίαν ἐπηρώτησε, Τίς μετ' ἐμὲ βασιλεύσει τῆς Ῥωμαϊκῆς πολιτείας; καὶ οὐκ ἐδόθη αὐτῷ ἀπόκρισις ἐκ τῆς Πυθίας. καὶ πάλιν ἐποίησεν ἄλλην θυσίαν, καὶ ἐπηρώτησε τὴν Πυθίαν τὸ διὰ τί οὐκ ἐδόθη αὐτῷ ἀπόκρισις, ἀλλὰ σιγᾷ τὸ μαντεῖον. καὶ ἐῤῥέθη αὐτῷ ἀπὸ τῆς Πυθίας ταῦτα. Παῖς Ἑβραῖος κέλεταί με θεὸς μακάρεσσιν ἀνάσσων τόνδε δόμον προλιπεῖν καὶ ἄϊδος αὖθις ἱκέσθαι. 232 καὶ λοιπὸν ἄπιθι ἐκ πρόμων ἡμετέρων. Καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὁ Αὔγουστος Καῖσαρ, καὶ ἐλθὼν εἰς τὸ Καπετώλιον, ἔκτισεν ἐκεῖ βωμὸν μέγαν, ὑψηλόν, ἐν ᾧ ἐπέγραψε Ῥωμαϊκοῖς γράμμασιν, Ὁ βωμὸς οὗτός ἐστι τοῦ πρωτογόνου θεοῦ· ὅστις βωμός ἐστιν εἰς τὸ Καπετώλιον ἕως τῆς νῦν, καθὼς Τιμόθεος ὁ σοφὸς συνεγράψατο. Ὁ δὲ αὐτὸς Καῖσαρ Ὀκταβιανὸς νόσῳ βληθεὶς ἐν τῇ Ῥώμῃ ἐτελεύτησε, γέρων ὢν ἐτῶν οεʹ, ἄπαις καὶ σωφρονήσας ἀπὸ σωματικῆς ἁμαρτίας. ἦν γὰρ μυστικὸς ἀρχιερεὺς καὶ βασιλεύς. Μετὰ δὲ τὴν βασιλείαν Αὐγούστου Καίσαρος ἐπὶ ὑπατείας Σέξτου καὶ Σεκτικιανοῦ ἐβασίλευσε Τιβέριος Καῖσαρ ἔτη κβʹ. ἦν δὲ διμοιριαῖος, γέρων, λεπτακινός, εὐόφθαλμος, μελάγχροος, κονδόθριξ, οὖλος, ὑπόσιμος, φιλοκτίστης. ὅστις ἐπεστράτευσε κατὰ Περσῶν, καὶ μὴ πολεμήσας, ἀλλὰ παρακληθεὶς παρ' αὐτῶν πάκτα εἰρήνης ἐποίησε. Καὶ ἀνιὼν ἐπὶ τὴν Ῥώμην ἦλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, καὶ ἔκτισεν ἔξω τῆς πόλεως ἐμβόλους δύο μεγάλους πρὸς τῷ ὄρει τῷ λεγομένῳ Σιλπίῳ, ἔχοντας διαστήματα μιλίων δʹ, ὑπορόφους καὶ πανευπρεπεῖς. καὶ κατὰ ῥύμην κτίσας τετράπυλα διὰ εἰλημάτων, φιλοκαλήσας αὐτὰ μουσώσει καὶ μαρμάροις, καὶ τὴν πλατεῖαν δὲ χαλκουργήμασι καὶ ἀγάλμασι κοσμήσας καὶ τειχίσας τοὺς αὐτοὺς ἐμβόλους καὶ τὸ ὄρος ἀποκλείσας ἔσωθεν, 233 προσεκόλλησε τῷ αὐτῷ τείχει τὸ νέον τῷ παλαιῷ τείχει τῆς πόλεως τῷ ὑπὸ Σελεύκου γενομένῳ, ἀποκλείσας διὰ τοῦ ἰδίου αὐτοῦ τείχους καὶ τὴν ἀκρόπολιν καὶ τὴν Ἰώπολιν. Καὶ ἀνέστησε τῷ αὐτῷ Τιβερίῳ Καίσαρι ἡ βουλὴ καὶ ὁ δῆμος τῶν Ἀντιοχέων στήλην χαλκῆν ὑπεράνω μεγάλου κίονος Θηβαίου ἐν τῇ πλατείᾳ κατὰ τὸ μέσον τῶν ἐμβόλων τῶν ὑπ' αὐτοῦ κτισθέντων. ὅστις τόπος κέκληται ὁ ὀφθαλμὸς τῆς πόλεως, ἔχων καὶ τύπον ἐγγεγλυμμένον ἐν λίθῳ ὀμφαλοῦ. ἥτις στήλη ἵσταται ἕως τῆς νῦν. Ὁ δὲ αὐτὸς Τιβέριος Καῖσαρ μαθὼν ὅτι ὁ Σέλευκος ὁ βασιλεὺς φοβηθεὶς τὰς ῥύσεις τῶν ὑδάτων κατιόντων ἐκ τοῦ ὄρους χειμῶνος καὶ λιμναζόντων, ἀποφυγὼν τὸ ὄρος ἐν τῇ πεδιάδι τὴν πόλιν ἔκτισε, καὶ ἔθηκε τῇ αὑτοῦ στήλῃ κιβώτιον λίθινον, ἐν ᾧ ἐποίησε τέλεσμα δι' Ἀβλάκκωνος, τελεστοῦ καὶ ἱερέως, διὰ τὰς ῥύσεις τοῦ Παρμενίου χειμάῤῥου ποταμοῦ καὶ τῶν κατερχομένων ῥυάκων ἐκ τοῦ ὄρους πρὸς τὸ μὴ βλάπτεσθαι τὸ αὐτὸ μέρος τῆς πόλεως ἢ πορθεῖσθαι τοὺς ὑπ' αὐτοῦ κτισθέντας δύο ἐμβόλους μεγάλους· ὅπερ κιβώτιον λίθινον λέγουσιν εἶναι οἱ Ἀντιοχεῖς πολῖται τὰ ὠνεωκὰ τῆς πόλεως αὐτῶν, διότι ἐξηγόρακε τὸ μέρος αὐτὸ τῆς πόλεως διὰ τῆς ἀσφαλείας τοῦ κτισθέντος παρ' αὐτοῦ τείχους ἐκ τῆς τῶν βαρβάρων Σαρακηνῶν καὶ Περσῶν ἐπιδρομῆς καὶ ἁλώσεως. ᾠκεῖτο γὰρ δίχα τείχους πρῴην 234 τὸ παρὰ τὸ ὄρος μέρος τῆς πόλεως, κτισθὲν ὑπὸ Ἀντιόχου τοῦ ἐπιφανεστάτου βασιλέως· ὅτι καὶ τὸ βουλευτήριον ἔκτισε καὶ ἄλλα ἱερά. ὡσαύτως δὲ καὶ Ἀντίοχος ὁ βασιλεὺς πάλιν ὁ λεγόμενος Φιλάδελφος ἔκτισεν ἔξω τῆς πόλεως πολλά· ὅστις καὶ ἐν Δάφνῃ ἔκτισεν ἐν τῷ ἄλσει ἱερὰ δύο, Ἀπόλλωνος καὶ Ἀρτέμιδος, στήσας ἐν αὐτοῖς ἀγάλματα δύο χρυσᾶ, παρασχὼν προνόμια τοῖς καταφεύγουσιν ἐκεῖ πρὸς τὸ μὴ ἐκβάλλεσθαί τινα ἐκ τῶν αὐτῶν ἱερῶν. ταῦτα δὲ ἔκτισαν, ὅτε τὰ Μακεδονικὰ βασίλεια ὑπῆρχεν. Ὁ δὲ Τιβέριος Καῖσαρ ἔκτισεν ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ πόλει ἱερὸν μέγα Διὸς Καπετωλίου. ὁμοίως δὲ ἔκτισεν ὁ αὐτὸς βασιλεὺς καὶ δημόσιον λουτρὸν πλησίον τῆς Ὀλυμπιάδος πηγῆς τῆς κτισθείσης ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος εἰς ὄνομα τῆς αὑτοῦ μητρός· ἔπιε γὰρ ἐκ τοῦ αὐτοῦ ὕδατος Ἀλέξανδρος ἐλθὼν ἐκεῖ καὶ εἶπεν ὅτι Ἔπια γάλα τῆς ἐμῆς μητρός. κεῖται δὲ ἡ πηγὴ παρὰ τὸ ὄρος· ἥντινα ὁ αὐτὸς Τιβέριος ἔσω τοῦ τείχους ἀπέκλεισεν. ἔκτισε δὲ καὶ ἱερὸν τῷ Διονύσῳ πρὸς τῷ ὄρει ὁ αὐτὸς Τιβέριος βασιλεύς, στήσας δύο στήλας μεγάλας τῶν ἐξ Ἀντιόπης γεννηθέντων Διοσκούρων ἔξω τοῦ ναοῦ εἰς τιμὴν αὐτῶν, Ἀμφίονός τε καὶ Ζήθου. ὁ αὐτὸς Τιβέριος καὶ τὸν ποταμὸν τῆς πόλεως τὸν πρῴην λεγόμενον Δράκοντα μετεκάλεσεν Ὀρόντην τῇ Ῥωμαϊκῇ λέξει, ὅπερ ἑρμηνεύεται ἀνατολικός. ἔκτισε δὲ καὶ τὸ 235 θέατρον, προσθεὶς ἄλλην ζώνην πρὸς τῷ ὄρει καὶ θυσιάσας κόρην παρθένον Ἀντιγόνην ὀνόματι· ὅθεν θέατρον οὐκ ἐπλήρωσεν εἰς τέλειον. ἔστησε δὲ ἐπάνω τῆς ἀνατολικῆς πόρτας, ἧς αὐτὸς ἔκτισε, στήλην λιθίνην τῇ λυκαίνῃ, τρεφούσῃ τὸν Ῥῶμον καὶ τὸν Ῥῆμον, σημαίνων Ῥωμαῖον εἶναι κτίσμα τοῦ προστεθέντος τείχους τῇ αὐτῇ Ἀντιόχου πόλει. ἔκτισε δὲ καὶ ὄπισθεν τοῦ θεάτρου ἱερὸν τοῦ Πανός. ταῦτα δὲ Δομνῖνος ὁ σοφὸς χρονογράφος ἐξέθετο. Ἔκτισε δὲ ὁ αὐτὸς Τιβέριος ἐν τῇ Ἰουδαίᾳ χώρᾳ παρὰ τὴν λίμνην πόλιν, ἥντινα ἐκάλεσε Τιβεριάδα, εὑρηκὼς ἐν τῷ τόπῳ ὕδατα θερμά, κτίσας τῇ πόλει καὶ δημόσιον λουτρὸν μὴ ὑποκαιόμενον, ἀλλ' ἐξ αὐτῶν τῶν θερμῶν παρέχοντα τὴν χρῆσιν τῇ πόλει. ἐποίησε δὲ καὶ τὴν Καππαδοκίαν ὑπὸ Ῥωμαίους μετὰ τὴν τελευτὴν Ἀρχελάου τοῦ τοπάρχου αὐτῆς. Ἐν δὲ τοῖς χρόνοις τοῦ αὐτοῦ Τιβερίου ἐμπρησμὸς ἐγένετο ἐν Ἀντιοχείᾳ τῆς Συρίας τῷ οβʹ ἔτει τῆς αὐτονομίας αὐτῆς ἐν νυκτί, ἀδήλως καύσας τὸ πλέον μέρος τῆς ἀγορᾶς καὶ τὸ βουλευτήριον καὶ τὸ ἱερὸν τῶν Μουσῶν τὸ κτισθὲν ὑπὸ Ἀντιόχου τοῦ Φιλοπάτορος ἐκ τῶν ἐαθέντων χρημάτων κατὰ διαθήκας ὑπὸ Μάρωνος Ἀντιοχέως, μετοικήσαντος εἰς τὰς Ἀθήνας καὶ κελεύσαντος τότε ἐκ τῶν αὐτοῦ κτισθῆναι τὸ τῶν Μουσῶν ἱε 236 ρὸν καὶ βιβλιοθήκην. ἔκτισε δὲ καὶ ὁ Τιβέριος πόλιν ἐν τῇ Θρᾴκῃ ἄλλην, ἣν ἐκάλεσε Τιβερίαν. Τῷ δὲ ιεʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν ὑπατείᾳ Ἀλουανοῦ καὶ Νερούα ἤρξατο ὁ ἅγιος Ἰωάννης ὁ πρόδρομος κηρύσσειν βάπτισμα μετανοίας βαπτίζειν κατὰ τὴν προφητικὴν φωνήν· καὶ ἀπῆλθε πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα. καὶ λοιπὸν ἀρχὴν ἐποιήσατο τοῦ σωτηρίου ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, βαπτισθεὶς ὑπὸ τοῦ αὐτοῦ Ἰωάννου τοῦ προδρόμου, γενόμενος ἐνιαυτῶν περί που λʹ καὶ θαυματουργῶν. ἐβαπτίσθη δὲ ἐν τῷ Ἰορδάνῃ, ποταμῷ τῆς Παλαιστίνης, μηνὶ αὐδηναίῳ τῷ καὶ ἰανουαρίῳ ἕκτῃ, ὥρᾳ νυκτερινῇ ιʹ, ἐν ὑπατείᾳ Ῥούφου καὶ Ῥουβελλίωνος. ἀπὸ τότε καὶ ὁ βαπτιστὴς Ἰωάννης δῆλος ἐγένετο τοῖς ἀνθρώποις· καὶ ἀπέτεμεν αὐτὸν Ἡρώδης ὁ βασιλεὺς ὁ Φιλίππου, ὁ τοπαρχῶν, ἤτοι βασιλεύων, τῆς Τραχωνίτιδος χώρας, ἐν Σεβαστῇ πόλει τῇ πρὸ ηʹ καλανδῶν ἰουνίων ἐν ὑπατείᾳ Φλάκκωνος καὶ Ῥουφίνου διὰ Ἡρωδιάδα τὴν γυναῖκα αὐτοῦ, ὅτιἔλεγεν αὐτῷ ὁ Ἰωάννης, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου, καθὼς ἐν ταῖς θείαις ἐμφέρεται γραφαῖς ταῦτα. 237 καὶ λυπούμενος διὰ τὸν Ἰωάννην ὁ αὐτὸς βασιλεὺς Ἡρώδης ὁ δεύτερος ὁ Φιλίππου ἀνῆλθεν ἀπὸ τῆς πόλεως Σεβαστῆς ἐν Πανεάδι πόλει τῆς Ἰουδαίας. καὶ προσῆλθεν αὐτῷ γυνή τις εὐπορωτάτη, οἰκοῦσα τὴν αὐτὴν Πανεάδα πόλιν, ὀνόματι Βερονίκη, βουλομένη ὡς ἰαθεῖσα ὑπὸ τοῦ Ἰησοῦ στήλην αὐτῷ ἀναστῆσαι. καὶ μὴ τολμῶσα δίχα βασιλικῆς κελεύσεως τοῦτο ποιῆσαι δέησιν ἐπέδωκε τῷ αὐτῷ Ἡρώδῃ βασιλεῖ, αἰτοῦσα ἀναστῆσαι στήλην τῷ σωτῆρι Χριστῷ ἐν τῇ αὐτῇ πόλει. ἥτις δέησις ἔχει οὕτως. Σεβαστῷ Ἡρώδῃ τοπάρχῃ καὶ θεσμοδότῃ Ἰουδαίων τε καὶ Ἑλλήνων, βασιλεῖ τῆς Τραχωνίτιδος χώρας, ἱκεσίας δεήσεις παρὰ Βερονίκης, ἀξιωματικῆς πόλεως Πανεάδος. δικαιοσύνη καὶ φιλανθρωπία καὶ αἱ λοιπαὶ τῶν ἀρετῶν πασῶν περιστέφουσι τὴν ὑμετέραν θείαν κορυφήν. ὅθεν κἀγὼ ταῦτα εἰδυῖα ἧκον σὺν ἀγαθαῖς ταῖς ἐλπίσι πάντως τῶν αἰτουμένων τευξομένη. τίς δὲ ἡ τοῦ παρόντος προοιμίου κρηπὶς προϊὼν ὁ λόγος σε διδάξει. ἐκ παιδόθεν ληφθεῖσα πάθει αἱμοῤῥοίας ὀχετῶν εἰς ἰατροὺς κατανάλωσά μου τὸν βίον καὶ τὸν πλοῦτον, καὶ ἴασιν οὐχ ηὗρον. 238 ἀκηκουῗα δὲ τοῦ θαυμαζομένου Χριστοῦ τὰ ἰάματα, ὃς νεκροὺς ἐξανίστησι καὶ τυφλοὺς πάλιν εἰς φάος ἕλκων καὶ δαίμονας ἐκ βροτῶν ἀπελαύνων καὶ πάντας τοὺς ἐν νόσοις μαραινομένους λόγῳ θεραπεύει, πρὸς αὐτὸν οὖν κἀγὼ ὡς πρὸς θεὸν ἔδραμον. καὶ προσεσχηκυῖα τὸ περιέχον αὐτὸν πλῆθος, δειλιάσασα δὲ ἐξειπεῖν αὐτῷ καὶ τὴν ἀήττητόν μου νόσον, μή πως τὸν μολυσμὸν τοῦ πάθους ἀποστρεφόμενος ὀργισθῇ κατ' ἐμοῦ καὶ πλέον μοι ἐπέλθῃ ἡ πληγὴ τῆς νόσου, κατ' ἐμαυτὴν ἐλογισάμην ὅτι εἰ δυνηθείην ἅψασθαι τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, πάντως ἰαθήσομαι· καὶ λάθρᾳ εἰς τὸ περὶ αὐτὸν εἰσδύνασα πλῆθος ἐσύλησα τὴν ἴασιν, τοῦ κρασπέδου αὐτοῦ ἁψαμένη· καὶ σταλείσης μου τῆς πηγῆς τοῦ αἵματος γέγονα παραχρῆμα ὑγιής. αὐτὸς δὲ μᾶλλον, ὡς προγνοὺς τῆς ἐμῆς καρδίας τὸ βούλευμα, ἀνέκραξε, Τίς μου ἥψατο; δύναμις γὰρ ἐξῆλθεν ἀπ' ἐμοῦ. ἐγὼ δὲ ὠχριῶσα καὶ στένουσα, τὴν νόσον θρασυτέραν ὑποστρέφειν ἐπ' ἐμὲ λογιζομένη, προσπεσοῦσα αὐτῷ τὴν γῆν ἐπλήρωσα δακρύων, τὴν τόλμαν ἐξειποῦσα. ὁ δὲ ὡς ἀγαθὸς σπλαγχνισθεὶς ἐπ' ἐμοὶ ἐπεσφράγισέ μοι τὴν ἴασιν, εἰρηκώς, Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πο

Intertext edge

Open linked passage

Note