Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
239.1.1
ρεύου εἰς εἰρήνην. οὕτως καὶ ὑμεῖς, σεβαστοί, τὴν δέησιν ὀξεῖαν τῇ δεομένῃ παράσχετε. Ὁ δὲ βασιλεὺς Ἡρώδης ἀκηκοὼς ταῦτα διὰ τῆς δεήσεως ἐξεπλάγη διὰ τὸ θαῦμα· καὶ φοβηθεὶς τὸ μυστήριον τῆς ἰάσεως εἶπεν, Αὕτη ἡ εἰς σὲ γενομένη ἴασις, ὦ γύναι, μείζονος στήλης ἐστὶν ἀξία. πορευθεῖσα τοίνυν οἵαν βούλει ἀνάστησον αὐτῷ στήλην, προθέσει δοξάζουσα τὸν ἰασάμενον. Καὶ εὐθέως ἡ αὐτὴ Βερονίκη, ἡ πρῴην αἱμόῤῥους, ἐν μέσῳ τῆς ἰδίας αὐτῆς πόλεως Πανεάδος ἀνέστησε τῷ κυρίῳ ἡμῶν καὶ θεῷ Ἰησοῦ Χριστῷ στήλην χαλκῆν ἐκ χαλκοῦ θερμηλάτου, συμμίξασα βραχύ τι μέρος χρυσοῦ καὶ ἀργύρου. ἥτις στήλη μένει ἐν Πανεάδι πόλει ἕως τῆς νῦν, πρὸ πολλοῦ χρόνου μετενεχθεῖσα ἀφ' οὗ ἵστατο ἐν μέσῳ τῆς πόλεως τόπου εἰς ἅγιον εὐκτήριον οἶκον. ὅπερ ὑπόμνημα ηὗρον ἐν τῇ αὐτῇ Πανεάδι πόλει παρὰ Βάσσῳ τινί, γενομένῳ ἀπὸ Ἰουδαίων χριστιανῷ. ἐν οἷς ὑπῆρχεν ὁ βίος πάντων τῶν βασιλέων τῶν βασιλευσάντων πρῴην τῆς Ἰουδαϊκῆς χώρας. Ὁ δὲ αὐτὸς βασιλεὺς Ἡρώδης ὁ Φιλίππου γενόμενος ἐμπληθὴς ἐκρίνετο ἐπὶ μῆνας ηʹ. καὶ ἐσφάγη ἐν τῷ κουβικλείῳ 240 αὐτοῦ μετὰ τοὺς ηʹ μῆνας συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ, καθὼς ὁ σοφώτατος Κλήμης συνεγράψατο. Τῷ δὲ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Τιβερίου Καίσαρος καὶ μηνὶ τῷ ζʹ, γενόμενος ἐνιαυτῶν περί που λγʹ ὁ Ἰησοῦς Χριστός, ὁ θεὸς ἡμῶν, παρεδόθη ὑπὸ Ἰούδα Ἰσκαριώτου, μαθητοῦ αὐτοῦ, ὁ αὐτὸς κύριος καὶ σωτὴρ ἡμῶν, μηνὶ δύστρῳ τῷ καὶ μαρτίῳ κγʹ, τῆς σελήνης ἐχούσης ἡμέραν ιγʹ· ἦν δὲ ἡμέρα πέμπτη, ὥρα νυκτερινὴ πέμπτη. καὶ ἀπηνέχθη πρὸς τὸν Καϊάφαν ἀρχιερέα, κἀκεῖθεν ἐξεδόθη Ποντίῳ Πιλάτῳ ἡγεμόνι· καὶ εὐθέως ἡ γυνὴ τοῦ αὐτοῦ Πιλάτου Πρόκλα ἐδήλωσεν αὐτῷ, Μηδὲν σοὶ καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπαθον σήμερον κατ' ὄναρ δι' αὐτόν. καὶ γνόντες τοῦτο οἱ Ἰουδαῖοι, ἐστασίαζον κράζοντες, Ἄρον, ἄρον, σταύρωσον αὐτόν. καὶ ἐσταυρώθη κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῇ πρὸ ηʹ καλανδῶν ἀπριλλίων, μηνὶ μαρτίῳ κδʹ, τῆς σελήνης ἐχούσης ἡμέραν ιδʹ· ἦν δὲ ἡμερινὴ ὥρα ἕκτη, τῆς ἡμέρας οὔσης παρασκευῆς. καὶ ἐσκοτίσθη ὁ ἥλιος, καὶ ἦν εἰς τὸν κόσμον σκότος· περὶ οὗ σκότους συνεγράψατο ὁ σοφώτατος Φλέγων ὁ Ἀθηναῖος εἰς τὴν ἰδίαν αὐτοῦ συγγραφὴν ταῦτα. Τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Τιβερίου Καίσαρος ἐγένετο ἔκλειψις ἡλίου μεγίστη πλέον τῶν ἐγνωσμένων πρότερον· καὶ νὺξ ὑπῆρχεν ὥρᾳ ἕκτῃ τῆς ἡμέρας, ὥστε καὶ τοὺς ἀστέρας φαίνεσθαι. 241 Ὁ δὲ κύριος Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἔδωκε τὸ πνεῦμα τῇ αὐτῇ παρασκευῇ, ὥρα ἦν ὡς θʹ. καὶ εὐθέως ἐγένετο εἰς πάντα τὸν κόσμον σεισμὸς μέγας καὶ τάφοι ἀνεῴχθησαν καὶ πέτραι ἐσχίσθησαν καὶ νεκροὶ ἀνέστησαν, καθὰ ἐν ταῖς θείαις γραφαῖς ἐμφέρεται πάντα μετὰ ἀληθείας· ὥστε λέγειν τοὺς Ἰουδαίους, Ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος, ὃν ἐσταυρώσαμεν. Καὶ ἐτάφη ὁ Ἰησοῦς Χριστὸς ὥραν δεκάτην τῆς αὐτῆς παρασκευῆς ἡμέρας, ἐν ὑπατείᾳ Σουλπικίου καὶ Σῶλα, τοῦ ἑβδομηκοστοῦ ἐνάτου ἔτους χρηματίζοντος κατὰ Ἀντιόχειαν τὴν μεγάλην, ἡγεμονεύοντος δὲ τότε τῆς Συρίας Κασσίου, τοῦ καὶ προαχθέντος ὑπὸ τοῦ αὐτοῦ Τιβερίου Καίσαρος. Ἀνέστη δὲ ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς μηνὶ δύστρῳ τῷ καὶ μαρτίῳ κεʹ, ὥρᾳ νυκτερινῇ δεκάτῃ, ἐπιφωσκούσης ἡμέρας κυριακῆς, τοῦ αὐτοῦ μαρτίου μηνὸς ἕκτης εἰκάδος, ἐχούσης τῆς σελήνης ἡμέραν ἑξκαιδεκάτην, καὶ ἐφάνη τοῖς ἀποστόλοις καὶ ἄλλοις ἁγίοις πολλοῖς καὶ συνανεστράφη αὐτοῖς ἐπὶ τῆς γῆς μετὰ τὴν ἀνάστασιν ἡμέρας μʹ. καὶ ἀνελήφθη εἰς τοὺς οὐρανοὺς ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς μηνὶ ἀρτεμισίῳ τῷ καὶ μαΐῳ δʹ, ὥρᾳ ἡμερινῇ βʹ, ἡμέρᾳ εʹ, τῶν ἁγίων ἀποστόλων ὁρώντων καὶ πολλοῦ πλήθους ἄλλου πῶς ὑπὸ νεφελῶν ἀνελήφθη, καὶ τῶν ἁγίων ἀγγέλων λεγόντων, Τί ἀτενίζετε εἰς τοὺς οὐρανούς, Γαλιλαῖοι ἄνδρες; οὗτός ἐστιν ὁ Ἰησοῦς.