Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
242.1.1
Καὶ κατῆλθε τὸ ἅγιον καὶ ζωοποιὸν πνεῦμα εἰς τοὺς ἁγίους αὐτοῦ ἀποστόλους μηνὶ ἀρτεμισίῳ τῷ καὶ μαΐῳ ιδʹ, ἡμέρᾳ κυριακῇ, ὥραν γʹ ἡμερινήν, ἡγεμονεύοντος τῆς Ἰουδαίας τοῦ αὐτοῦ Ποντίου Πιλάτου· ὅστις προεβλήθη ἄρχειν τοῦ ἔθνους ὑπὸ τοῦ αὐτοῦ Τιβερίου Καίσαρος, τοῦ καταλύσαντος τὴν βασιλείαν τῶν Ἰουδαίων καὶ προχειρισαμένου αὐτοῖς ἄρχοντα ὃν ἠβουλήθη αὐτός, ἀρχιερευόντων δὲ τοῦ Ἰουδαϊκοῦ ἔθνους Ἄννα καὶ Καϊάφα. Μετὰ δὲ ἔτη τέσσαρα τῆς ἀναστάσεως καὶ ἀναλήψεως τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπὶ τῆς βασιλείας τοῦ αὐτοῦ Τιβερίου Καίσαρος, μετὰ τὸ ἐξελθεῖν τὸν ἅγιον Παῦλον ἀπὸ Ἀντιοχείας τῆς μεγάλης, κηρύξαντα ἐκεῖ πρῶτον τὸν λόγον ἐν τῇ ῥύμῃ τῇ πλησίον τοῦ Πανθέου τῇ καλουμένῃ τῶν Σίγγωνος ἅμα Βαρνάβᾳ, καὶ ἐπὶ τὴν Κιλικίαν ἐξελθεῖν, ὁ Πέτρος ἀπὸ Ἱερουσολύμων ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ παρεγένετο καὶ τὸν λόγον ἐδίδασκε. καὶ ἐκεῖ αὑτὸν ἐνθρονίσας, πεισθεὶς τοῖς ἀπὸ Ἰουδαίων γενομένοις χριστιανοῖς, τοὺς ἐξ ἐθνῶν πιστοὺς οὐκ ἐδέξατο οὔτε ἠγάπα, ἀλλ' οὕτως ἐάσας αὐτοὺς ἐξῆλθεν ἐκεῖθεν. ὁ δὲ ἅγιος Παῦλος μετὰ ταῦτα ἐλθὼν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, καὶ μαθὼν ταῦτα περὶ τοῦ ἁγίου Πέτρου, πανταχοῦ τὸ σκάνδαλον περιεῖλε καὶ πάντας ἴσως ἐδέξατο καὶ ἠγάπα, προτρεπόμενος ἅπαντας, καθὼς συνεγράψαντο ταῦτα οἱ σοφώτατοι Κλήμης καὶ Τατιανὸς οἱ χρονογράφοι. 243 Ὁ δὲ Τιβέριος βασιλεὺς τελευτᾷ ἰδίῳ θανάτῳ ἐν τῷ παλατίῳ, ὢν ἐνιαυτῶν οηʹ. Μετὰ δὲ τὴν βασιλείαν Τιβερίου Καίσαρος ἐβασίλευσεν Ἤλιος Γάϊος ὁ καὶ Καλιγουλᾶς, ὃς ἔσχε φόβον πολὺν πρὸς ἅπαντα τὰ τῶν βαρβάρων ἔθνη πρὸ τοῦ βασιλεῦσαι· καὶ διὰ τοῦτο ἡ σύγκλητος βασιλέα ἀνηγόρευσεν αὐτόν. ἐβασίλευσε δὲ ἐπὶ τῆς ὑπατείας Γάλλου καὶ Νοννιανοῦ, καὶ ἐκράτησεν ἡ βασιλεία αὐτοῦ ἔτη δʹ καὶ μῆνας ἑπτά. ἦν δὲ εὐμήκης, εὔθετος, λεπτοχαράκτηρος, εὔχρους, ἀρχιγένειος, ἁπλόθριξ, μικρόφθαλμος, περίγοργος, ὀργίλος, μεγαλόψυχος. ἐν δὲ τῷ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἔπαθεν ὑπὸ θεομηνίας Ἀντιόχεια ἡ μεγάλη μηνὶ δύστρῳ τῷ καὶ μαρτίῳ κγʹ περὶ τὸ αὖγος τὸ δεύτερον αὐτῆς πάθος τοῦτο τὸ μετὰ τοὺς Μακεδόνας, ἔτους χρηματίζοντος πεʹ κατὰ τοὺς Ἀντιοχεῖς. ἔπαθε δὲ καὶ μέρος Δάφνης· καὶ πολλὰ χρήματα παρέσχεν ὁ βασιλεὺς Γάϊος τῇ αὐτῇ πόλει καὶ τοῖς ζήσασι πολίταις. καὶ ἔκτισεν ἐκεῖ δημόσιον λουτρόν, πλησίον τοῦ ὄρους Γαΐου Καίσαρος, πέμψας ἀπὸ Ῥώμης ἐν αὐτῇ Ἀντιοχείᾳ, ἵνα κτίσῃ τὸ δημόσιον λουτρόν, Σαλιανὸν ἔπαρχον· ὅστις καὶ ἀγωγὸν ἐποίησε μέγαν ἀπὸ Δάφνης γλύψας τὸ ὄρος καὶ ἀγαγὼν τὰ ὕδατα ἐν τῷ κτισθέντι παρ' αὐτοῦ δημοσίῳ λουτρῷ. ἔκτισε δὲ καὶ ἱερά. Ἀπέστειλε δὲ ὁ αὐτὸς Γάϊος Καῖσαρ καὶ δύο συγκλητικοὺς ἄλλους πάλιν ἀπὸ Ῥώμης πλουσιωτάτους, ὧντινων τὰ ὀνόματα 244 ταῦτα, Πόντοος καὶ Οὐάριος, ἐπὶ τὸ καὶ φυλάττειν τὴν πόλιν καὶ κτίσαι αὐτὴν ἐκ τῶν φιλοτιμηθέντων ὑπὸ τοῦ αὐτοῦ βασιλέως, ὡσαύτως δὲ καὶ ἐκ τῶν ἰδίων αὐτῶν παρασχεῖν τῇ αὐτῇ πόλει καὶ οἰκεῖν ἐν αὐτῇ. οἵτινες πολλὰ πάνυ οἰκήματα ἐκ τῶν ἰδίων ἔκτισαν· πρὸς δὲ τοῖς οἰκήμασι καὶ ἄλλα πάλιν ἔκτισαν οἱ αὐτοὶ συγκλητικοὶ ἐν τῇ αὐτῇ Ἀντιόχου πόλει ἐκ τῶν ἰδίων αὐτῶν χρημάτων, δημόσιον λουτρὸν μέγα τὸ λεγόμενον Οὐάριον κάτω παρὰ τὸ τεῖχος πλησίον τοῦ ποταμοῦ, ἔνθα καὶ τὰ οἰκήματα αὐτῶν ἔκτισαν πλησίον τοῦ δημοσίου, καὶ Τρίνυμφον εὐπρεπέστατον πάνυ, κοσμήσαντες αὐτὸ ἀγάλμασιν εἰς τὸ γαμοστολεῖσθαι τὰς πολίτιδας παρθένους πάσας. καὶ ἐκ τῶν δὲ φιλοτιμηθέντων ἀνήγειραν πολλὰ κτίσματα ἐν αὐτῇ τῶν Ἀντιοχέων πόλει· καὶ ἔμειναν οἰκοῦντες ἐν αὐτῇ τῇ πόλει οἱ αὐτοὶ συγκλητικοί. καὶ τοὺς ὑπολειφθέντας δὲ κτήτορας ἀξίαις ἐτίμησεν ὁ αὐτὸς Γάϊος Καῖσαρ. Ἀπὸ δὲ τοῦ πρώτου ἔτους Γαΐου Καίσαρος παῤῥησίαν λαβὸν παρ' αὐτοῦ τὸ Πράσινον μέρος ἐδημοκράτησεν ἐν τῇ Ῥώμῃ καὶ κατὰ πόλιν ἐπὶ ἔτη γʹ ἄχρι τῆς βασιλείας αὐτοῦ· ἔχαιρε γὰρ αὐτοῖς. τῷ δὲ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἔκραξαν ἐν Ἀντιοχείᾳ τῆς Συρίας οἱ ἐκ Βενέτου μέρους τῆς αὐτῆς πόλεως τοῖς αὐτόθι Πρασίνοις ἐν τῷ θεάτρῳ, Καιρὸς ἀνάγει καὶ κατάγει, Πράσινοι μάχοι, θεωροῦντος τότε τοῦ Προνοΐου, ἄρχοντος ὑπατικοῦ. καὶ ἐγένετο δημοτικὴ ἀταξία μεγάλη καὶ συμφορὰ τῇ πόλει συνέβη· οἱ γὰρ Ἀντιοχεῖς Ἕλληνες μετὰ τῶν αὐτόθι Ἰουδαίων συμβαλόντες δημοτικὴν μάχην ἐφόνευσαν πολλοὺς Ἰου 245 δαίους καὶ τὰς συναγωγὰς αὐτῶν ἔκαυσαν. καὶ ἀκούσας ἐν Παλαιστίνῃ ὁ ἱερεὺς τῶν αὐτῶν Ἰουδαίων ὀνόματι Φινεές, συναθροίσας πλῆθος Ἰουδαίων καὶ Γαλιλαίων, πολιτῶν ὄντων, ὡς λʹ χιλιάδας ἔχων μεθ' ἑαυτοῦ ἦλθεν ἐξαίφνης ἐν τῇ αὐτῇ Ἀντιόχου πόλει ἀπὸ Τιβεριάδος πόλεως· καὶ ἐφόνευσεν πολλούς, ὡς ἅπαξ αἰφνίδιον εἰσελθὼν μετὰ ὡπλισμένων ἀνδρῶν· καὶ ἐάσας πάλιν ἀπῆλθεν ἐν Τιβεριάδι ὁ αὐτὸς Φινεές. καὶ ταῦτα μαθὼν ὁ βασιλεὺς Γάϊος ἠγανάκτησε κατὰ τῶν συγκλητικῶν τῶν ὄντων ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ πόλει Ποντόου καὶ Οὐαρίου, καὶ πέμψας ἐδήμευσεν αὐτοὺς ἐπαίρων πᾶσαν τὴν περιουσίαν αὐτῶν καὶ τοὺς διαφέροντας αὐτοῖς ἐν Ἀντιοχείᾳ οἴκους ἐτίτλωσεν, ἅτινα οἰκήματα ἐκλήθη τὰ βασιλικὰ ἐξ ἐκείνου ἐν τῇ αὐτῇ Ἀντιοχείᾳ τῆς Συρίας, ἀγαγὼν καὶ αὐτοὺς σιδηροδεσμίους, διότι οὔτε τὴν ταραχὴν τῆς πόλεως ἔπαυσαν οὔτε τῷ ἱερεῖ Φινεὲς πορθοῦντι τὴν πόλιν ἀντέστησαν. Ἔπεμψε δὲ καὶ ἐν Τιβεριάδι πόλει τῆς Παλαιστίνης, καὶ παρέλαβε τὸν αὐτὸν Φινεές, ἱερέα τῶν Ἰουδαίων, καὶ ἀπεκεφάλισεν αὐτὸν ὡς τύραννον, καὶ πολλοὺς Ἰουδαίους καὶ Γαλιλαίους ἀπώλεσε. καὶ τὴν κεφαλὴν δὲ τοῦ ἱερέως Φινεὲς ἐκόντευσεν ἔξω τῆς πόλεως Ἀντιοχείας πέραν τοῦ Ὀρέντου ποταμοῦ, καὶ τὰ καυθέντα ἐν τῇ πόλει ἀνενέωσε πέμψας χρήματα. Καὶ ἐν αὐτῷ τῷ ἔτει ἐσφάγη ὁ αὐτὸς Γάϊος βασιλεὺς ἔσω ἐν 246 τῷ παλατίῳ ὑπὸ τῶν ἰδίων σπαθαρίων τῶν κουβικουλαρίων εὐνούχων κατὰ γνώμην τῆς συγκλήτου, ὢν ἐτῶν λθʹ. Μετὰ δὲ τὴν βασιλείαν Γαΐου Καίσαρος ἐβασίλευσε Κλαύδιος Καῖσαρ ὁ Γερμανικὸς ἐπὶ τῆς ὑπατείας Κασίου καὶ Σόλωνος. ἐβασίλευσε δὲ ὁ αὐτὸς Κλαύδιος Καῖσαρ ἔτη ιδʹ καὶ μῆνας θʹ. ἦν δὲ κονδοειδής, εὔογκος, γλαυκόφθαλμος, μιξοπόλιος, λευκός, μάκροψις, γαληνότατος. ἔκτισε δὲ πόλιν, ἣν ἐκάλεσεν εἰς ἴδιον ὄνομα Κλαυδιούπολιν. ἔκτισε δὲ καὶ Βρεττανίαν πόλιν πλησίον τοῦ Ὠκεανοῦ. Ὁ δὲ αὐτὸς Κλαύδιος βασιλεὺς καὶ τῇ δημοκρατίᾳ τῶν Πρασίνων κατάστασιν ἔδωκεν. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας ἡ Ἔφεσος καὶ ἡ Σμύρνα καὶ πολλαὶ ἄλλαι πόλεις τῆς Ἀσίας, αἷστισιν ἐχαρίσατο πολλὰ εἰς ἀνανέωσιν. ἐσείσθη δὲ τότε καὶ ἡ μεγάλη Ἀντιόχεια πόλις, καὶ διεῤῥάγη ὁ ναὸς τῆς Ἀρτέμιδος καὶ τοῦ Ἄρεως καὶ τοῦ Ἡρακλέος καὶ οἶκοι φανεροὶἔπεσαν. ὁ δὲ αὐτὸς βασιλεὺς Κλαύδιος ἐκούφισεν ἀπὸ τῶν συνεργιῶν, ἤτοι συστημάτων, τῆς Ἀντιοχέων πόλεως τῆς Συρίας τὴν λειτουργίαν ἣν παρεῖχον ὑπὲρ καπνοῦ, εἰς ἀνανέωσιν τῶν ὑπορόφων ἐμβόλων αὐτῆς τῶν κτισθέντων ὑπὸ Τιβερίου Καίσαρος. Ἐν δὲ ταῖς ἀρχαῖς τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου Καίσαρος μετὰ τὸ ἀναληφθῆναι τὸν κύριον ἡμῶν καὶ θεὸν Ἰησοῦν Χριστὸν μετὰ ἔτη δέκα πρῶτος μετὰ τὸν ἅγιον Πέτρον τὸν ἀπόστολον τὴν χειροτονίαν τῆς ἐπισκοπῆς τῆς Ἀντιοχέων μεγάλης 247 πόλεως τῆς Συρίας ἔλαβεν Εὔοδος γενόμενος πατριάρχης. καὶ ἐπὶ αὐτοῦ χριστιανοὶ ὠνομάσθησαν τοῦ αὐτοῦ ἐπισκόπου Εὐόδου προσομιλήσαντος αὐτοῖς καὶ ἐπιθήσαντος αὐτοῖς τὸ ὄνομα τοῦτο. πρῴην γὰρ Ναζωραῖοι ἐκαλοῦντο καὶ Γαλιλαῖοι ἐκαλοῦντο οἱ χριστιανοί. Τῷ δὲ ὀγδόῳ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου Καίσαρος διωγμὸν μέγαν ἐποίησαν οἱ Ἰουδαῖοι κατὰ τῶν ἀποστόλων καὶ τῶν μαθητῶν αὐτῶν καὶ τυραννίδα κατὰ Ῥωμαίων ἐμελέτουν. ὅθεν πρῶτος ἐπέμφθη κατ' αὐτῶν χιλίαρχος ὀνόματι Φῆστος· καὶ ἐξ ἐκείνου ὄλεθρος αὐτοῖς ἐγένετο. καὶ ἄρχοντα γὰρ προεχειρίσατο αὐτοῖς ὁ αὐτὸς Κλαύδιος βασιλεὺς Φήλικα ὀνόματι, ταράσσοντα αὐτούς. Μετὰ δὲ ιηʹ ἔτη τοῦ ἀναληφθῆναι ἐν τοῖς οὐρανοῖς τὸν κύριον ἡμῶν καὶ θεὸν Ἰησοῦν Χριστόν, ἐν τῇ ἑορτῇ τῆς πεντηκοστῆς τῶν αὐτῶν Ἰουδαίων, οἱ ἱερεῖς ἐν τῇ αὐτῇ ἡμέρᾳ ἤκουσαν φωνῆς ἀνθρωπίνης λεγούσης ἀπὸ τοῦ ἐσωτέρου ἱεροῦ τοῦ λεγομένου ἅγιον τῶν ἁγίων, Μεθιστάμεθα ἐντεῦθεν. τὴν δὲ φωνὴν ταύτην τρίτον ῥηθεῖσαν ἤκουσαν, ὡς θυσιάζουσιν, οἱ αὐτοὶ ἱερεῖς, καὶ ἐγνώσθη τοῦτο παντὶ τῷ ἔθνει. καὶ ἐξ ἐκείνου ὄλεθρος ἤρξατο τοῖς Ἰουδαίοις, καθὼς Ἰώσηπος ὁ Ἑβραίων φιλόσοφος ταῦτασυνεγράψατο, εἰρηκὼς καὶ τοῦτο, ὅτι ἐξότε Ἰουδαῖοι ἐσταύρωσαν 248 Ἰησοῦν, ὃς ἦν ἄνθρωπος ἀγαθὸς καὶ δίκαιος, εἴπερ ἄρα τὸν τοιοῦτον ἄνθρωπον δεῖ λέγειν καὶ μὴ θεόν, οὐκ ἐξέλειψεν ὀδύνη ἐκ τῆς Ἰουδαίας χώρας. ταῦτα ἐν τοῖς Ἰουδαϊκοῖς συγγράμμασιν αὐτοῦ ἐξέθετο ὁ αὐτὸς Ἰώσηπος Ἰουδαίοις. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου οἱ αὐτοὶ Ἀντιοχεῖς κτήτορες καὶ πολῖται ἀναφορὰν ἔπεμψαν, δεόμενοι ὥστε παρασχεθῆναι αὐτοῖς ἀπὸ θείας αὐτοῦ κελεύσεως ἀγορασθῆναι τὰ Ὀλύμπια ἀπὸ τῶν Πισαίων τῆς Ἑλλάδος χώρας ἀπὸ τῶν ἐτησίων προσόδων τῶν ἐαθέντων χρημάτων παρὰ Σωσιβίου τινὸς συγκλητικοῦ, συμπολίτου αὐτῶν. καὶ παρέσχεν αὐτοῖς ἀγοράσαι τὰ Ὀλύμπια ὁ αὐτὸς Κλαύδιος βασιλεύς, ἔτους χρηματίζοντος κατὰ τοὺς Ἀντιοχεῖς Σύρους ςβʹ. τοῦτο δὲ ἐποίησαν οἱ αὐτοὶ Ἀντιοχεῖς λυπηθέντες πρὸς τοὺς πολιτευομένους τῆς αὐτῆς πόλεως διὰ τὰς προσόδους τὰς προειρημένας, παρὰ Σωσιβίου ἐαθείσας τῇ πόλει αὐτῶν· περὶ οὗ Σωσιβίου ὁ σοφὸς χρονογράφος Παυσανίας ἐξέθετο ὅτι εἴασε τελευτῶν κατὰ διαθήκας τῇ τῶν Ἀντιοχέων μεγάλῃ πόλει Σωσίβιός τις ἐτησίαν πρόσοδον χρυσίου τάλαντα δεκαπέντε· ἅτινα ἐν τοῖς ἀνωτέρω χρόνοις τοῦ Αὐγούστου Ὀκταβιανοῦ προγέγραπται. τὰ δὲ τῆς προσόδου εἰάθη εἰς τὸ ἐπιτελεῖσθαι τοῖς αὐτοῖς συμπολίταις κατὰ πενταετῆ χρόνον πολύτροπον θέαν ἐπὶ ἡμέρας λʹ μηνὶ ὑπερβερεταίῳ τῷ καὶ ὀκτωβρίῳ σκηνικῶν, θυμελικῶν καὶ τραγικῶν καὶ ἀθλητῶν ἀγῶνα καὶ ἱπ 249 πικῶν καὶ μονομάχων. καὶ τὰς μὲν ἀρχὰς ἐπετέλεσαν οἱ αὐτοὶ πολιτευόμενοι, μετὰ δὲ ταῦτα ὑπερετίθεντο τὰς προσόδους ἀποκερδαίνοντες, ἀπὸ θείας κελεύσεως οἱ αὐτοὶ πολιτευόμενοι Ἀντιοχείας μετὰ καὶ τῶν κτητόρων ἠγόρασαν τὰ Ὀλύμπια ἀπὸ τῶν Πισαίων. καὶ ᾔτησαν οἱ αὐτοὶ βουλευταὶ τοὺς τῆς πόλεως πάντας, ὡς ἂν ἕτοιμοι ὄντες ἐνδοῦναι αὐτοῖς ἐν τῷ τέως τὴν τῶν Ὀλυμπίων ἑορτὴν ἐπιτελεῖσθαι αὐτοῖς. καὶ πεισθέντων τῶν κτητόρων καὶ τοῦ δήμου παντὸς καὶ τῶν ἱερέων, ἐνεδόθη αὐτοῖς· καὶ ἐπετέλεσαν οἱ αὐτοὶ πολιτευόμενοι κατὰ τὸ πρῴην ἔθος πάλιν τὸν τῶν σκηνικῶν καὶ ἀθλητῶν, θυμελικῶν καὶ τραγικῶν καὶ ἱππικῶν ἀγῶνα, καὶ λοιπὸν τὰς λʹ ἡμέρας ἀπὸ τῆς νεομηνίας τοῦ ὑπερβερεταίου μηνὸς κατὰ πέντε ἔτη ἕως τοῦ καιροῦ τοῦ πενταετοῦς φθάσαντος. Καὶ πάλιν εὑρίσκοντες ἀφορμὴν εὔλογον οἱ αὐτοὶ πολιτευόμενοι, διαφόρων πολέμων κινηθέντων ἐν τῇ ἀνατολῇ, οὐ μὴν ἀλλὰ καὶ τῆς αὐτῆς πόλεως Ἀντιοχείας ληφθείσης ὑπὸ ἐναντίων, ὡσαύτως δὲ καὶ θεομηνίας γενομένης καὶ διαφόρων σεισμῶν καὶ ἐμπρησμῶν, ἀνεβάλοντο καὶ τὴν κατὰ πενταετῆ χρόνον πάλιν ἐπιτελεῖν αὐτοῖς πολύτροπον ἀγῶνος θέαν, ἀλλ' ἐπετέλεσαν ἄλλας διαφόρους περιόδους ἓξ τὴν αὐτὴν προειρημένην πανήγυριν δι' ἐνιαυτῶν ιεʹ ἢ καὶ κʹ, ὡς ἐὰν αὐτοῖς ἔδοξε μετὰ τὸ τὴν πόλιν τῶν Ἀντιοχέων τῶν κακῶν ἀπαλλαγῆναι καὶ ἐν εἰρήνῃ διάγειν. 250 Τῷ δὲ ιγʹ ἔτει τῆς βασιλείας τοῦ αὐτοῦ Κλαυδίου Καίσαρος ἔπαθεν ὑπὸ θεομηνίας ἡ Κρήτη νῆσος πᾶσα· ἐν οἷς χρόνοις ηὑρέθη ἐν τῷ μνήματι τοῦ Δίκτυος ἐν κασσιτερίνῳ κιβωτίῳ ἡ ἔκθεσις τοῦ Τρωικοῦ πολέμου μετὰ ἀληθείας παρ' αὐτοῦ συγγραφεῖσα πᾶσα. ἔκειτο δὲ προσκέφαλα τοῦ λειψάνου τοῦ Δίκτυος· καὶ νομίσαντες τὸ αὐτὸ κιβώτιον θησαυρὸν εἶναι προσήνεγκαν αὐτὸ τῷ βασιλεῖ Κλαυδίῳ· καὶ ἐκέλευσε μετὰ τὸ ἀνοῖξαι καὶ γνῶναι τί ἐστι μεταγραφῆναι αὐτὰ καὶ ἐν τῇ δημοσίᾳ βιβλιοθήκῃ ἀποτεθῆναι αὐτά. Καὶ ἐτελεύτα ὁ Κλαύδιος πολλὰ ἐν τῇ Κρήτῃ χαρισάμενος εἰς ἐπανόρθωσιν. ἐτελεύτησεν οὖν ὁ αὐτὸς Κλαύδιος ἰδίῳ θανάτῳ ἐν τῷ παλατίῳ, ἀῤῥωστήσας ἡμέρας δύο, ὢν ἐνιαυτῶν ξεʹ. Μετὰ δὲ τὴν βασιλείαν Κλαυδίου Καίσαρος ἐβασίλευσε Νέρων ὁ υἱὸς αὐτοῦ ἐπὶ τῆς ὑπατείας Σιλουανοῦ καὶ Ἀντωνίνου· ὅστις ἐβασίλευσεν ἔτη ιγʹ καὶ μῆνας δύο. ἦν δὲ μακρός, λεπτός, εὔμορφος, εὔρινος, ἀνθηροπρόσωπος, μεγαλόφθαλμος, ἁπλόθριξ, ὁλοπόλιος, δασυπώγων, εὔτακτος. ἢ μόνον δὲ ἐβασίλευσε ἐξεζήτησε τὰ περὶ τοῦ Ἰησοῦ· καὶ ἀγνοήσας ὅτι ἐσταυρώθη ἐζήτησεν αὐτὸν ἀνενέγκαι ἐν Ῥώμῃ, ὡς φιλόσοφον μέγαν καὶ θαύματα ποιοῦντα· ἤκουσε γὰρ πρὸ τοῦ βασιλεῦσαι περὶ αὐτοῦ τοιαῦτα. θέλων δὲ ἐπερωτῆσαι αὐτόν τινα ἐζήτει ἀναγάγαι αὐτόν. ἦν γὰρ ὁ αὐτὸς Νέρων βασιλεὺς τοῦ δόγματος τῶν λεγομέ 251 νων Ἐπικουρείων, ὅ ἐστι τῶν αὐτοματιστῶν τῶν λεγόντων ἀπρονόητα εἶναι τὰ πάντα. καὶ μαθὼν ὁ αὐτὸς βασιλεὺς Νέρων ὅτι πρὸ πολλοῦ χρόνου ἐσταύρωσαν αὐτὸν οἱ Ἰουδαῖοι ζήλῳ φερόμενοι καὶ μόνον ἐν μηδενὶ μεμφθέντα, ἠγανάκτησε· καὶ ἐκέλευσε, καὶ ἀνηνέχθησαν ἐν τῇ Ῥώμῃ διὰ Μαξίμου ὅ τε Ἄννας καὶ Καϊάφας. καὶ Πιλᾶτον δὲ οἰκοῦντα τὴν Παλαιστίνην μετὰ διαδοχὰς τῆς ἀρχῆς αὐτοῦ ἀνήγαγε διὰ Μάξιμον. πολλὰ δὲ εἰπόντες περὶ τοῦ Πιλάτου κακὰ οἱ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἐδίδασκον καὶ τοῦτο, ὅτι Ἡμεῖς τοῖς νόμοις αὐτὸν παρεδώκαμεν. καὶ πολλοῖς παρασχόντες χρήματα οἱ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν κατορθώσαντες ἀπελύθησαν. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ αὐτοῦ Νέρωνος ὁ ἅγιος Παῦλος ἀπῆλθεν ἐν Ἀθήναις τῇ πόλει τῆς Ἑλλάδος· καὶ ηὗρενἐκεῖ φιλόσοφον ὀνόματι Διονύσιον τὸν Ἀρεοπαγίτην τὸν Ἀθηναῖον τὸν περιβόητον, βρύοντα φιλοσοφίας διδάγματα· ὃς ἐξέθετο περὶ τοῦ ἡλίου ὅτι ἀπὸ τῆς ἀποῤῥοίας τοῦ φωτὸς τοῦ θεοῦ ἐστι, καὶ ἄλλα τινὰ εἰπὼν περὶ τοῦ δημιουργήματος. ὅντινα ἑωρακὼς ὁ ἅγιος Παῦλος προσηγόρευσε, καὶ ἐπηρώτα τὸν ἅγιον Παῦλον ὁ Διονύσιος, Τίνα κηρύσσεις θεόν, σπερμολόγε; καὶ ἀκούσας τοῦ ἁγίου Παύλου ὁ αὐτὸς Διονύσιος διδάσκοντος αὐτὸν προσέπεσεν αὐτῷ, αἰτῶν αὐτὸν φωτισθῆναι καὶ γενέσθαι χριστιανόν. καὶ βαπτίσας αὐτὸν ὁ ἅγιος Παῦλος ἐποίησε χριστιανόν. καὶ ἑωρα 252 κὼς ὁ ἅγιος Παῦλος τὸ θερμὸν τῆς πίστεως τοῦ αὐτοῦ Διονυσίου ἐποίησεν αὐτὸν ἐπίσκοπον ἐν τῇ χώρᾳ ἐκείνῃ· ὅστις Διονύσιος ὁ ἀπὸ φιλοσόφων καὶ βίβλους καθ' Ἑλλήνων ἐξέθετο. ὁ δὲ ἅγιος Παῦλος ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Νέρωνος ἀνῆλθεν ἐν Ῥώμῃ Σίμων τις ὀνόματι Αἰγύπτιος μάγος, ποιῶν διὰ γοητείας φαντασίας τινὰς καὶ λέγων ἑαυτὸν Χριστόν. ἀκούσας δὲ ὁ ἅγιος Πέτρος ὁ ἀπόστολος περὶ αὐτοῦ ἀνήρχετο ἐν τῇ Ῥώμῃ. ἐν τῷ δὲ ἀνιέναι αὐτὸν ἐν τῇ Ῥώμῃ διερχομένου αὐτοῦ δι' Ἀντιοχείας τῆς μεγάλης συνέβη τελευτῆσαι Εὔοδον τὸν ἐπίσκοπον καὶ πατριάρχην Ἀντιοχείας· καὶ ἔλαβε τὸ σχῆμα τῆς ἐπισκοπῆς Ἀντιοχείας τῆς μεγάλης Ἰγνάτιος, τοῦ ἁγίου Πέτρου τοῦ ἀποστόλου χειροτονήσαντος. συνέβη δὲ ἐν τοῖς αὐτοῖς χρόνοις τελευτῆσαι καὶ Μάρκον τὸν ἀπόστολον ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, ἐπίσκοπον ὄντα ἐκεῖ καὶ πατριάρχην. καὶ παρέλαβε τὴν ἐπισκοπὴν παρ' αὐτοῦ Ἀνιανός, μαθητὴς αὐτοῦ, καθὼς ὁ σοφὸς Θεόφιλος ὁ χρονογράφος συνεγράψατο. Καταφθάσαντος δὲ τοῦ ἁγίου Πέτρου τοῦ ἀποστόλου τὴν Ῥώμην καὶ μαθόντος ποῦ μένει Σίμων ὁ μάγος, ἀπῆλθε πρὸς αὐτὸν ἔνθα κατέμεινε· καὶ ηὗρεν ἐκεῖ κύνα μέγαν ἐν τῷ πυλεῶνι ποιμενικόν, ὅπου κατέμεινε Σίμων ὁ μάγος, ἁλύσεσι δεδεμένον, ὅντινα ὁ Σίμων διὰ τὸν Πέτρον καὶ τοὺς θέλοντας ἀνιέναι πρὸς αὐτὸν ἐδέσμησεν εἰς τὸ μηδένα ὡς ἔτυχεν δίχα τοῦ τὸν Σίμωνα κελεύειν τῷ κυνὶ καὶ συγχωρεῖν τὸν κύνα παριέναι, οὓς ἠβούλετο ὁ Σίμων· καὶ τοῦτο ἦν πρῴην θαῦμα τῷ μέλλοντι ἀνιέναι πρὸς 253 τὸν αὐτὸν Σίμωνα. ὁ δὲ Πέτρος ἑωρακὼς τὸν κύνα οὕτω μέγαν καὶ φοβερόν, καὶ μαθὼν παρὰ τῶν ἑστηκότων ἔξω τοῦ αὐτοῦ πυλῶνος ὅτι εἰ μὴ κελεύσει ὁ Σίμων τῷ κυνί, οὐ συγχωρεῖ ὁ αὐτὸς κύων τινὰ ἀνελθεῖν, ἀλλ' ἐπερχόμενος φονεύει τὸν πλησιάζοντα αὐτῷ· κρατήσας οὖν ὁ Πέτρος τὴν ἅλυσιν τοῦ κυνὸς ἔλυσεν αὐτὸν καὶ εἶπεν αὐτῷ, Ἄνελθε πρὸς Σίμωνα καὶ εἰπὲ αὐτῷ ἀνθρωπίνῃ φωνῇ, Πέτρος ὁ δοῦλος τοῦ θεοῦ τοῦ ὑψίστου ἀνελθεῖν θέλει. ὁ δὲ αὐτὸς κύων ἀνῆλθεν εὐθέως δρομαίως· καὶ ἐν τῷ ἐκεῖνον διδάσκειν τινὰ μαγικὰ πλανήματα ἔστη ἐν μέσῳ ὁ κύων καὶ ἀνθρωπίνῃ φωνῇ λέγει τῷ Σίμωνι, Πέτρος ὁ δοῦλος τοῦ θεοῦ τοῦ ὑψίστου ἀνελθεῖν θέλει πρός σε. οἱ δὲ ἀκούσαντες τοῦ κυνὸς λαλοῦντος ἀνθρωπίνῃ φωνῇ, ἐθαύμασαν λέγοντες, Τίς ἐστι Πέτρος ἢ ἡ δύναμις αὐτοῦ Πέτρου οὗ εἶπεν ὁ κύων, ὅτι ἐποίησε τὸν κύνα ἀνθρωπιστὶ λαλῆσαι καὶ ποιῆσαι αὐτῷ τὴν ἀπόκρισιν. καὶ λέγει ὁ Σίμων τοῖς ἑστῶσι καὶ θαυμάζουσι τὸν Πέτρον τοῖς ἀνθρώποις, Τοῦτο ὑμᾶς μὴ ξενίσῃ· ἰδοὺ γὰρ κἀγὼ λέγω αὐτῷ τῷ κυνὶ τῇ αὐτῇ ἀνθρωπίνῃ φωνῇ ἀπόκρισιν αὐτῷ κατενέγκαι. καὶ λέγει ὁ Σίμων τῷ κυνί, Κελεύω σοι ἀπελθεῖν καὶ εἰπεῖν τῷ Πέτρῳ ἀνθρωπίνῃ φωνῇ ὅτι εἶπεν ὁ Σίμων, Ἄνελθε. καὶ ἀνῆλθε πρὸς τὸν Σίμωνα ὁ Πέτρος καὶ συνέβαλε μετὰ Σίμωνος τοῦ Αἰγυπτίου, ποιῶν καὶ αὐτὸς θαυμάσια· καὶ ἐνίκησε τὸν Σίμωνα τὸν μάγον ποιῶν ἰάσεις. καὶ ἐπίστευσαν τῷ Πέτρῳ πολλοὶ καὶ ἐφωτίσθησαν.