Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
254.1.1
Καὶ ἦν ἐν τῇ Ῥώμῃ ταραχὴ μεγάλη καὶ θρύλος ἕνεκεν τοῦ Σίμωνος καὶ τοῦ Πέτρου, ὅτι κατέναντι ἀλλήλων ἐποίουν θαύματα. καὶ ἀκούσας τὴν ταραχὴν Ἀγρίππας ὁ ἔπαρχος, ἀνήγαγε τῷ βασιλεῖ Νέρωνι ὅτι εἰσί τινες ἐν ταύτῃ τῇ βασιλευούσῃ πόλει θαύματα ποιοῦντες κατέναντι ἀλλήλων, καὶ ὁ μὲν εἷς λέγει αὑτὸν Χριστόν, ὁ δὲ ἕτερος λέγει, Οὐκ ἔστιν αὐτός, ἀλλὰ μάγος ἐστίν· ἐγὼ γὰρ τοῦ Χριστοῦ μαθητής εἰμι. καὶ ἐκέλευσεν ὁ βασιλεὺς Νέρων εἰσαχθῆναι πρὸς αὐτὸν τὸν Σίμωνα καὶ τὸν Πέτρον, καὶ τὸν Πιλᾶτον δὲ ἀχθῆναι ἀπὸ τοῦ δεσμωτηρίου. καὶ εἰσηνέχθησαν πρὸς τὸν βασιλέα· καὶ ἐπηρώτησε τὸν Σίμωνα ὁ Νέρων, λέγων, Σὺ εἶ ὃν λέγουσιν οἱ ἄνθρωποι εἶναι Χριστόν; ὁ δὲ εἶπε, Ναί. καὶ ἐπηρώτησε καὶ τὸν Πέτρον ὁ Νέρων λέγων, Ἀκριβῶς οὗτός ἐστιν ὁ Χριστός; ὁ δὲ Πέτρος ἔφη, Οὐκ ἔστιν αὐτός· ἐγὼ γὰρ ἐκείνου μαθητής εἰμι, καὶ ἐπ' ἐμοῦ εἰς τοὺς οὐρανοὺς ἀνελήφθη. καὶ καλέσας τὸν Πιλᾶτον εἶπεν αὐτῷ περὶ τοῦ Σίμωνος ὅτι Οὗτός ἐστιν ὃν ἐξέδωκας εἰς τὸ σταυρωθῆναι; καὶ προσεσχηκὼς αὐτῷ ὁ Πιλᾶτος εἶπεν, Οὐκ ἔστιν αὐτός· οὗτος γὰρ καὶ καρηκομόων ἐστὶ καὶ περιπληθής. περὶ δὲ τοῦ Πέτρου ἐπηρώτησεν αὐτόν, Τοῦτον δὲ μαθητὴν αὐτοῦ οἶδας; ὁ δὲ εἶπε, Ναί. εἰσήγαγον γάρ μοι αὐτόν, ὡς μαθητὴν αὐτοῦ, καὶ ἐπηρώτησα αὐτόν, καὶ ἠρνήσατο λέγων μὴ εἶναι αὐτοῦ μαθητής· καὶ ἀπέλυσα αὐτόν. καὶ λοιπὸν Νέρων, ὡς ψευσαμένου τοῦ Σίμωνος καὶ εἰπόντος ἑαυτὸν Χριστόν, ὅπερ οὐκ ἦν, καὶ τοῦ Πέτρου πάλιν 255 ἐλεγχθέντος ὑπὸ τοῦ Πιλάτου καὶ ἀρνησαμένου τὸν Χριστόν, ἐκέλευσε, καὶ ἐξεβλήθησαν ἀμφότεροι ἐκ τοῦ παλατίου. Καὶ διῆγον ἐν τῇ Ῥώμῃ ποιοῦντες θαύματα ἀπέναντι ἀλλήλων· καὶ ὁ μὲν Σίμων ὁ μάγος ἀχθέντος ταύρου μεγάλου εἶπεν εἰς τὸ ὠτίον αὐτοῦ λόγον, καὶ εὐθέως ὁ ταῦρος ἀπέθανε καὶ ἐθαυμάζετο ὁ Σίμων. ὁ δὲ Πέτρος εὐθέως εὐξάμενος ἐπὶ πάντων ἐποίησεν ἀναζῆσαι τὸν ταῦρον· καὶ ἀπεδόθη τῷ ἰδίῳ δεσπότῃ ὁ αὐτὸς ταῦρος. καὶ πάντες ἐπῄνουν τὸν Πέτρον, λέγοντες ὅτι τὸ ποιῆσαι τεθνεῶτα ζῆσαι μεῖζόν ἐστι θαῦμα. καὶ ἄλλα δὲ πολλὰ ἐποίησαν σημεῖα κατέναντι ἀλλήλων, ἅτινα ἐν ταῖς πράξεσι τῶν ἁγίων ἀποστόλων συγγέγραπται. ὁ δὲ ἀπόστολος Πέτρος δι' εὐχῆς αὐτοῦ ἐφόνευσε τὸν Σίμωνα τὸν μάγον θελήσαντα ἀναληφθῆναι. εἶπε γὰρ ὁ Σίμων τῷ Πέτρῳ ὅτι εἶπεν ὅτι Χριστὸς ὁ θεός σου ἀνελήφθη. ἰδοὺ κἀγὼ ἀναλαμβάνομαι. καὶ εἶδεν αὐτὸν ὁ Πέτρος κουφιζόμενον διὰ τῆς μαγείας εἰς τὸν ἀέρα ἐν μέσῳ τῆς πόλεως Ῥώμης· καὶ ηὔξατο ὁ Πέτρος καὶ κατηνέχθη Σίμων ὁ μάγος ἐκ τοῦ ἀέρος εἰς τὴν γῆν ἐπὶ τὴν πλατεῖαν καὶ ἐψόφησε. καὶ τὸ λείψανον αὐτοῦ κεῖται ἐκεῖ ἕως ἄρτι ὅπου ἔπεσε, καὶ ἔχει πέριξ κάγκελλον λίθινον· καὶ ἀκούει ὁ τόπος ἐκεῖνος ἔκτοτε τὸ Σιμώνιον. Ἀκούσας δὲ Νέρων ὁ βασιλεὺς ὅτι ἐφονεύθη ὑπὸ τοῦ Πέτρου ὁ Σίμων, ἠγανάκτησε· καὶ ἐκέλευσεν αὐτὸν συσχεθέντα ἀποθα 256 νεῖν. καὶ ἢ μόνον ἐκρατήθη ὁ ἅγιος Πέτρος, ἐπέδωκε τὸ ἔνδυμα τῆς ἐπισκοπῆς Ῥώμης Λίνῳ ὀνόματι, μαθητῇ αὐτοῦ· ἠκολούθει γὰρ αὐτῷ ὅτε ἐκρατήθη. ὁ δὲ αὐτὸς ἅγιος Πέτρος γέρων ὑπῆρχε τῇ ἡλικίᾳ διμοιριαῖος, ἀναφάλας, κονδόθριξ, ὁλοπόλιος τὴν κάραν καὶ τὸ γένειον, λευκός, ὑπόχλωρος, οἰνοπαὴς τοὺς ὀφθαλμούς, εὐπώγων, μακρόρινος, σύνοφρυς, ἀνακαθήμενος, φρόνιμος, ὀξύχολος, εὐμετάβλητος, δειλός, φθεγγόμενος ὑπὸ πνεύματος ἁγίου καὶ θαυματουργῶν. Καὶ ἐγένετο μετὰ τὸν ἅγιον Πέτρον τὸν ἐπίσκοπον, ἤτοι πατριάρχην, Ῥώμης ὀνόματι Λίνος, καθὼς ὁ σοφὸς Εὐσέβιος ὁ Παμφίλου ἐχρονογράφησεν. Ὁ δὲ ἅγιος Πέτρος ὁ ἀπόστολος ἐμαρτύρησε σταυρωθεὶς κατακέφαλα, τοῦ αὐτοῦ ἀποστόλου ὁρκώσαντος τοῦτο τὸν ἔπαρχον ὅτι Μὴ ὡς ὁ κύριός μου σταυρωθῶ. καὶ ἐτελειώθη ὁ ἅγιος Πέτρος ἐπὶ τῆς ὑπατείας Ἀπρωνιανοῦ καὶ Καπίτωνος. Ὁμοίως δὲ καὶ κατὰ τοῦ Πιλάτου ἠγανάκτησεν ὁ αὐτὸς βασιλεὺς Νέρων, καὶ ἐκέλευσεν αὐτὸν ἀποκεφαλισθῆναι, λέγων, Διὰ τί ἐξέδωκε τὸν δεσπότην Χριστὸν τοῖς Ἰουδαίοις, ἄνδρα ἄμεμπτον καὶ δυνάμεις ποιοῦντα; εἰ γὰρ ὁ αὐτοῦ μαθητὴς τοιαῦτα θαυμάσια ἐποίει, ὁποῖος ὑπῆρχεν ἐκεῖνος δυνατός; Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας κατέφθασεν εὐθέως ἐν τῇ Ῥώμῃ καὶ ὁ ἅγιος Παῦλος πεμφθεὶς ἀπὸ τῆς Ἰουδαίας χώρας παραστά 257 σιμος· καὶ ἐμαρτύρησε καὶ αὐτὸς ἀποτμηθεὶς τὴν κεφαλὴν τῇ πρὸ γʹ καλανδῶν ἰουλίων ἐπὶ τῆς ὑπατείας Νέρωνος καὶ Λεντούλου. καὶ ἐκέλευσεν ὁ βασιλεὺς Νέρων τὰ σώματα τῶν ἁγίων ἀποστόλων ταφῇ μὴ παραδοθῆναι ἀλλ' ἄταφα μεῖναι. ὑπῆρχε δὲ ὁ Παῦλος ἔτι περιὼν τῇ ἡλικίᾳ κονδοειδής, φαλακρός, μιξοπόλιος τὴν κάραν καὶ τὸ γένειον, εὔρινος, ὑπόγλαυκος, σύνοφρυς, λευκόχρους, ἀνθηροπρόσωπος, εὐπώγων, ὑπογελῶντα ἔχων τὸν χαρακτῆρα, φρόνιμος, ἠθικός, εὐόμιλος, γλυκύς, ὑπὸ πνεύματος ἁγίου ἐνθουσιαζόμενος καὶ ἰώμενος. Ἔπεμψε δὲ κατὰ τῆς Ἰουδαίας καὶ τῆς Ἱερουσαλὴμ ὁ αὐτὸς βασιλεὺς Νέρων, καὶ πᾶσι κακῶς ἐχρήσατο, πολλοὺς φονεύσας στρατιωτικῇ συμβολῇ, ὅτι τυραννίδι φερόμενοι ἐξεφώνησαν ὑβριστικὰς φωνὰς κατὰ τοῦ Νέρωνος, διότι ἀπεκεφάλισε τὸν Πιλᾶτον ὡς εἰς ἐκδίκησιν Χριστοῦ· καὶ ἦλθεν εἰς αὐτὸν οὐ μὴν ἀλλὰ ὅτι καὶ αὐθεντήσαντες τὸν ἡγεμόνα ἐσταύρωσαν τὸν Χριστόν· καὶ διὰ τοῦτο ἠγανάκτει κατ' αὐτῶν ὡς τυράννων, καὶ ἐσφάγησαν τότε ὑπὸ στρατιωτῶν ἐν τῇ συμβολῇ ὅ τε Ἄννας καὶ ὁ Καϊάφας. Παρέλαβε δὲ ὁ αὐτὸς Νέρων ἐν τῷ βασιλεύειν αὐτὸν χώραν ἄλλην ἐν τῇ Πόντῳ, πέμψας Πολέμωνα στρατηγὸν αὐτοῦ· καὶ ἐποίησεν αὐτὴν ἐπαρχίαν, καλέσας αὐτὴν Πόντον Πολεμωνιακόν. Ὁ δὲ αὐτὸς Νέρων ἔχαιρε τῷ Βενέτῳ μέρει πολύ. Ἐπὶ δὲ τῶν χρόνων τῆς βασιλείας αὐτοῦ Λουκανὸς ὁ σοφώτατος ἦν παρὰ Ῥωμαίοις μέγας καὶ ἐπαινούμενος. ἐπὶ δὲ τῆς 258 ὑπατείας Ἰτορικοῦ καὶ Τολπιλλιανοῦ τοῦ καὶ Τροχέλου ἀφανὴς ἐγένετο Νέρων ὁ βασιλεὺς καὶ ἐτελεύτα, τῶν ἱερέων τῶν Ἑλλήνων κατασκευασάντων αὐτῷ διὰ πότου δόσεως, ὄντος τοῦ δόγματος τῶν Ἐπικουρείων τοῦ μετ' αὐτὸν λαβόντος παρὰ τῶν ἱερέων σύνταξιν τῆς βασιλείας καὶ εἰσελθόντος ἰδεῖν αὐτόν, ὡς ἄῤῥωστον, καὶ κεντήσαντος αὐτὸν ἐν τῷ παλατίῳ. καὶ τελευτᾷ ὁ αὐτὸς Νέρων, ὢν ἐνιαυτῶν ξθʹ. Μετὰ δὲ τὴν βασιλείαν Νέρωνος ἐβασίλευσε Γαλβᾶς Αὔγουστος μῆνας ζʹ. ἦν δὲ μακρός, γενναῖος, λευκόχρους, ὑπόστραβος, γρυπόρυγχος, μιξοπόλιος, μανικός. ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Γαλβᾶ ταφῇ παρεδόθησαν τὰ σώματα τῶν ἁγίων ἀποστόλων κατὰ κέλευσιν τοῦ αὐτοῦ βασιλέως· ἐν ὁράματι γὰρ ἐκελεύσθη δοῦναι τὰ σώματα τῶν ἁγίων ἀποστόλων εἰς ταφήν. καὶ τελευτᾷ ὁ Γαλβᾶς ἰδίῳ θανάτῳ ἐξαίφνης φλεβοτομηθείς, ὢν ἐνιαυτῶν μθʹ. Μετὰ δὲ τὴν βασιλείαν Γαλβᾶ ἐβασίλευσε Λούκιος Ὄθων μῆνας γʹ. ἦν δὲ κονδοειδής, πλατύς, γενναῖος, ἁπλόθριξ, μικρόφθαλμος, ὑπόσιμος, ψελλός. ἐν δὲ τῇ αὐτοῖ βασιλείᾳ ὁ ἅγιος Ἰάκωβος ὁ ἀπόστολος, ὁ ἐπίσκοπος Ἱεροσολύμων καὶ πατριάρχης, ὃν ἐνεθρόνισεν ὁ ἅγιος Πέτρος ἀντὶ ἑαυτοῦ ἀνιὼν ἐπὶ 259 Ῥώμην, ἐτελεύτησε· καὶ παρέλαβε τὸ σχῆμα τῆς ἐπισκοπῆς Ἱεροσολύμων Συμεὼν ὁ καὶ Σίμων καὶ ἐγένετο πατριάρχης. Τελευτᾷ δὲ ὁ αὐτὸς Ὄθων ἐτῶν νγʹ ἀῤῥωστήσας. Μετὰ δὲ τὴν βασιλείαν Ὄθωνος ἐβασίλευσε Βιτέλλιος Αὔγουστος ἔτη θʹ καὶ μῆνας ηʹ. ἦν δὲ διμοιριαῖος, εὔστηθος, γλαυκός, πυῤῥάκης, δασυπώγων, εὐόφθαλμος, δειλός. ἐπὶ δὲ τῆς βασιλείας εὐθέως ἔπαθεν ὑπὸ θεομηνίας Νικομήδεια, πόλις μεγάλη, τῆς Βιθυνίας μητρόπολις. καὶ πολλὰ αὐτοῖς τοῖς περισωθεῖσιν ἐχαρίσατο καὶ τῇ πόλει εἰς ἀνανέωσιν ὁ αὐτὸς βασιλεύς· ἦν γὰρ καὶ πρῴην παθοῦσα ὑπὸ θεομηνίας καὶ ἐστραμμένη· καὶ ἀνήγειρεν αὐτήν. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Βιτελλίου Καίσαρος ἐτυράννησαν οἱ Ἰουδαῖοι καὶ ἐφόνευσαν Κυρήνιον τὸν ἄρχοντα αὐτῶν λιθοβολήσαντες αὐτόν. τῷ δὲ λεʹ ἔτει μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ ἀνάληψιν ἐπεστράτευσε κατ' αὐτῶν ὁ Βιτέλλιος βασιλεύς, πέμψας στρατηγὸν ἑαυτοῦ Οὐεσπασιανὸν καὶ Τίτον υἱὸν αὐτοῦ. καὶ ἐπέστησαν τῇ Ἰουδαίᾳ χώρᾳ, πολεμοῦντες αὐτὴν καὶ τὴν Ἱερουσαλήμ. καὶ ἐν τῷ πολεμεῖν αὐτὸν ἀπέθανεν ἐν τῇ Ῥώμῃ ὁ Βιτέλλιος βασιλεὺς νόσῳ βληθείς, ὢν ἐνιαυτῶν μηʹ. Καὶ μετ' αὐτὸν ἀνηγορεύθη βασιλεὺς ὁ θειότατος Οὐεσπασιανός, καὶ ἔστεψεν αὐτὸν ὁ στρατός, ἐπὶ τῆς ὑπατείας Ῥούφου καὶ Καπιτιανοῦ. ἦν δὲ κονδοειδής, φαλακρός, προγάστωρ, πολιός, πυῤῥάκης, ἔχων οἰνοπαεῖς ὀφθαλμούς, πλάτοψις, ὀργί 260 λος. καὶ ἐάσας Τίτον τὸν ἑαυτοῦ υἱὸν πολεμεῖν τὴν Ἰουδαίαν χώραν ἦλθεν ἐπὶ τὴν Ῥώμην, καὶ ἐβασίλευσεν ἔτη θʹ καὶ μῆνας
254.2.1
ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐγένετο διωγμὸς μέγας τῶν χριστιανῶν ἐπὶ τῆς ὑπατείας Δεκίου καὶ Ῥουστικίου. τῷ δὲ ληʹ ἔτει μετὰ τὸ ἀναληφθῆναι τὸν σωτῆρα Χριστὸν ὁ Τίτος τὴν Ἰουδαίαν παρέλαβε καὶ τὴν Ἱερουσαλὴμ ἐπὶ τῆς ὑπατείας Κομμόδου καὶ Ῥούφου, βασιλεύοντος τοῦ πατρὸς αὐτοῦ Οὐεσπασιανοῦ· καὶ ἐπόρθησε τὴν Ἱερουσαλὴμ καὶ πᾶσαν τὴν Παλαιστίνην καὶ τὸ ἱερὸν τῶν Ἰουδαίων κατέστρεψεν ἐν τῇ αὐτῇ τῆς ἑορτῆς ἡμέρᾳ, ὅτε παρέλαβε τὴν πόλιν, καὶ ἀπώλεσε ψυχῶν μυριάδας ριʹ, ξίφεσιν αὐτοὺς κατακόψας· ἄλλας δὲ μυριάδας ιεʹ διαπέπρακεν αἰχμαλώτων νεανίσκων καὶ παίδων ἀῤῥενικῶν καὶ παρθένων κορασίων, καθὼς καὶ Ἰώσηπος ὁ σοφώτατος συνεγράψατο· Ἑβραῖος γὰρ ὑπῆρχε καὶ παρῆν ἐν τῷ πολέμῳ. καὶ πάσας δὲ τὰς ἐπαρχίας τῆς Ἰουδαίας ἀπώλεσεν ὁ Τίτος. ὁ δὲ σοφὸς Εὐσέβιος ὁ Παμφίλου συνεγράψατο οὕτως, ὅτι ἐν τῇ ἑορτῇ αὐτῶν τὸν Χριστὸν ἐσταύρωσαν οἱ Ἰουδαῖοι καὶ ἐν τῇ αὐτῇ ἑορτῇ πάντες ἀπώλοντο, τοῦ σωτηρὸς ἐκδεδωκότος αὐτούς. τρεῖς δὲ μετὰ ταύτης πορθήσεις εἰσὶ τῆς Ἱερουσαλήμ, καθὼς ὁ σοφώτατος Εὐσέβιος συνεγράψατο. Ὁ δὲ Τίτος θριαμβεύσας τὴν νίκην ἀπῆλθεν ἐπὶ τὴν Ῥώμην· Οὐεσπασιανὸς δὲ ἐκ τῆς Ἰουδαϊκῆς πραίδας ἔκτισεν ἐν τῇ Ἀντιο 261 χείᾳ τῇ μεγάλῃ τὰ λεγόμενα Χερουβὶμ πρὸ τῆς πύλης τῆς πόλεως. ἐκεῖ γὰρ ἔπηξε τὰ Χερουβὶμ τὰ χαλκᾶ ἃ εὗρε Τίτος ὁ αὐτοῦ υἱὸς ἐν τῷ ναῷ Σολομῶντος πεπηγμένα, καὶ ὅτε τὸν ναὸν ἔστρεψεν, ἀφείλατο αὐτὰ ἐκεῖθεν καὶ ἐν Ἀντιοχείᾳ αὐτὰ ἤνεγκε σὺν τοῖς Σεραφίμ, θριαμβεύων τὴν κατὰ Ἰουδαίων γενομένην νίκην ἐπὶ τῆς αὐτοῦ βασιλείας, στήσας ἄνω στήλην χαλκῆν εἰς τιμὴν τῇ σελήνῃ μετὰ τεσσάρων ταύρων προσεχόντων ἐπὶ τὴν Ἱερουσαλήμ· νυκτὸς γὰρ αὐτὴν παρέλαβε λαμπούσης τῆς σελήνης. ἔκτισε δὲ καὶ τὸ θέατρον Δάφνης ἐπιγράψας ἐν αὐτῷ, Ἐξ πραίδα Ἰουδαία. ἦν δὲ πρῴην ὁ τοῦ αὐτοῦ θεάτρου τόπος συναγωγὴ τῶν Ἰουδαίων· καὶ πρὸς ὕβριν αὐτῶν τὴν συναγωγὴν αὐτῶν λύσας ἐποίησε θέατρον, στήσας ἑαυτῷ ἄγαλμα μαρμάρινον ἐκεῖ, ὅπερ ἕως τῆς νῦν ἵσταται. Ἔκτισε δὲ καὶ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἐκ τῆς αὐτῆς Ἰουδαϊκῆς πραίδας ὁ αὐτὸς Οὐεσπασιανὸς ᾠδεῖον μέγα πάνυ, θεάτρου ἔχον διάστημα μέγα, ὄντος καὶ αὐτοῦ τοῦ τόπου πρῴην συναγωγῆς τῶν Ἰουδαίων. Ἐποίησε δὲ καὶ ἐπαρχίαν Μακεδονίαν δευτέραν, ἀπὸ τῆς πρώτης αὐτὴν ἀπομερίσας. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας ἡ Κόρινθος, μητρόπολις τῆς Ἑλλάδος, μηνὶ ἰουνίῳ τῷ καὶ δαισίῳ κʹ, ἑσπέρας βαθείας. καὶ ἐχαρίσατο τοῖς ζήσασι καὶ τῇ πόλει πολλά. ἔκτισε δὲ καὶ εἰς Παννονίαν καὶ εἰς Κομμαγενίαν τὰς ἐπαρχίας 262 πολλά. καὶ τὴν Εὐρώπην δὲ ἀπὸ Θρᾴκης ἐμέρισε, κτίσας Ἡράκλειαν πόλιν τὴν πρῴην λεγομένην Πείρινθον· ἥντινα ἐποίησε μητρόπολιν, δοὺς αὐτῇ ἄρχοντα. ἔκτισε δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ πλησίον τοῦ θεάτρου ἱερόν, ὃ ἐπεκάλεσε τῶν Ἀνέμων. Νόσῳ δὲ βληθεὶς καὶ πάρετος γενόμενος ἐτελεύτα, ὢν ἐνιαυτῶν οαʹ. Μετὰ δὲ τὴν βασιλείαν αὐτοῦ ἐβασίλευσε Τίτος ὁ υἱὸς αὐτοῦ ἔτη βʹ. ἦν δὲ μακρός, λεπτός, εὔχροος, ἁπλόθριξ, σπανός, μικρόφθαλμος, κονδόθριξ. καὶ πάθει ἀνιάτῳ βληθεὶς ἀπέθανεν, ὢν ἐνιαυτῶν μβʹ. Μετὰ δὲ τὴν βασιλείαν Τίτου ἐβασίλευσεν ὁ θειότατος Δομετιανὸς ἔτη ιεʹ καὶ μῆνας βʹ. ἦν δὲ μακρός, λεπτός, λευκός, ξανθός, κονδόθριξ, γλαυκός, ὑπόκυρτος, φιλόσοφος ἄκρος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας διωγμὸς χριστιανῶν ἐγένετο· ὅστις καὶ τὸν ἅγιον Ἰωάννην τὸν θεολόγον ἀνήνεγκεν ἐν τῇ Ῥώμῃ καὶ ἐξήτασεν αὐτόν. καὶ θαυμάσας τοῦ αὐτοῦ ἀποστόλου τὴν σοφίαν ἀπέλυσεν αὐτὸν λάθρᾳ ἀπελθεῖν εἰς Ἔφεσον, εἰπὼν αὐτῷ, Ἄπελθε καὶ ἡσύχασον ὅθεν ἦλθες. καὶ ἐλοιδορήθη· καὶ ἐξώρισεν αὐτὸν εἰς Πάτμον. πολλοὺς δὲ ἄλλους χριστιανοὺς ἐτιμωρήσατο, ὥστε φυγεῖν ἐξ αὐτῶν πλῆθος ἐπὶ τὸν Πόντον, καθὼς Βώττιος ὁ σοφὸς χρονογράφος συνεγράψατο κατ' αὐτῶν. Ὁ δὲ αὐτὸς βασιλεὺς Δομετιανὸς ἐφίλει τὸν ὀρχηστὴν τοῦ 263 Πρασίνου μέρους τῆς Ῥώμης τὸν λεγόμενον Πάριδα. περὶ οὗ καὶ ἐλοιδορεῖτο ἀπὸ τῆς συγκλήτου Ῥώμης καὶ Ἰουβεναλίου τοῦ ποιητοῦ τοῦ Ῥωμαίου, ὡς χαίρων εἰς τὸ Πράσινον. ὅστις βασιλεὺς ἐξώρισε τὸν αὐτὸν Ἰουβενάλιον τὸν ποιητὴν ἐν Πενταπόλει ἐπὶ τὴν Λιβύην, τὸν δὲ ὀρχηστὴν πλουτίσας ἔπεμψεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἐπὶ τὸ ἐκεῖ αὐτὸν οἰκεῖν ἔξω τῆς πόλεως. ὅστις Πάρις ὀρχηστὴς ἐκεῖ ἀπελθὼν ᾤκει ἔξω τῆς αὐτῆς πόλεως, κτίσας ἑαυτῷ οἶκον προάστειον καὶ λουτρόν, ὅπερ ἐστὶν ἕως τῆς νῦν, τὸ λεγόμενον Παράδεισος καὶ ὁ οἶκος· κἀκεῖ τελευτήσας κεῖται ἐν σορῷ ὄπισθεν τοῦ οἴκου ἐν τοῖς κήποις αὐτοῦ. Ὁ δὲ αὐτὸς Δομετιανὸς ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ δημόσιον λουτρὸν τὸ λεγόμενον τῆς Μηδείας, διότι ἄγαλμα ἔστησεν ἐν αὐτῷ θαυμαστὸν τῇ Μηδείᾳ· καὶ οὕτως αὐτὸ τὸ δημόσιον λουτρὸν ἐκάλουν οἱ πολῖται καὶ οὐκέτι τὸ Δομετιανόν· τὸ δὲ αὐτὸ δημόσιον ἦν κεκτισμένον παρὰ τὸ ὄρος πλησίον τοῦ μονομαχίου καὶ τοῦ ἱεροῦ τῆς Ἀφροδίτης. ἔκτισε δὲ ἐκεῖ ὁ αὐτὸς βασιλεὺς καὶ ἱερὸν τοῦ Ἀσκληπιοῦ. Ἦν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ αὐτοῦ Δομετιανοῦ ὁ σοφώτατος Ἀπολλώνιος ὁ Τυανεύς· καὶ ἤκμαζε περιπολεύων καὶ πανταχοῦ ποιῶν τελέσματα εἰς τὰς πόλεις καὶ εἰς τὰς χώρας. ὅστις ἀπὸ τῆς Ῥώμης ἐξελθὼν κατέλαβε τὸ Βυζάντιον· καὶ εἰσελθὼν εἰς Βυζούπολιν, τὴν νῦν λεγομένην εὐτυχῶς Κωνσταντι 264 νούπολιν, ἐποίησε καὶ ἐκεῖ πολλὰ τελέσματα παρακληθεὶς ὑπὸ τῶν Βυζαντίων, τὸ τῶν πελαργῶν καὶ τὸ τοῦ Λύκου ποταμοῦ τοῦ κατὰ μέσου τῆς πόλεως παρερχομένου καὶ τὸ τῆς χελώνης καὶ τὸ τῶν ἵππων καὶ ἄλλα τινὰ θαυμαστά· καὶ λοιπὸν ἀπὸ τοῦ Βυζαντίου ἐξελθὼν ἐποίει εἰς τὰς ἄλλας πόλεις ὁ αὐτὸς Ἀπολλώνιος τελέσματα. καὶ ἦλθεν ἐπὶ τὴν Συρίαν ἀπὸ Τυάνων, καὶ εἰσῆλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ· καὶ ᾔτησαν αὐτὸν οἱ Ἀντιοχεῖς κτήτορες ποιῆσαι κἀκεῖ τελέσματα περὶ ὧν ἐδέοντο. καὶ ἐποίησεν εἰς τὸν βοῤῥᾶν ἄνεμον, θήσας τὸ αὐτὸ τέλεσμα κατὰ τὴν ἀνατολικὴν πόρταν. ὁμοίως δὲ ἐποίησε τέλεσμα ἐν αὐτῇ τῇ πόλει καὶ διὰ τοὺς σκορπίους, πρὸς τὸ μὴ τολμᾶν αὐτοὺς πλησιάζειν τῇ χώρᾳ· καὶ ἔθηκε τὸ αὐτὸ τέλεσμα ἐν μέσῳ τῆς πόλεως, ποιήσας χαλκοῦν σκορπίον καὶ χώσας αὐτόν, πήξας ἐπάνω κίονα μικρόν. καὶ ἐγένοντο ἀφανεῖς οἱ σκορπίοι ἐκ τῆς ἐνορίας Ἀντιοχείας πάσης. ἐποίησε δὲ καὶ ἄλλα πολλὰ ἐκεῖ. ᾔτησαν δὲ αὐτὸν οἱ πολῖται ἵνα ποιήσῃ τέλεσμα πρὸς τοὺς κώνωπας, εἰς τὸ μὴ ἔχειν κώνωπας τὴν αὐτὴν πόλιν Ἀντιόχειαν. καὶ ἐποίησε, κελεύσας αὐτοῖς ἵνα τῇ ἑβδόμῃ τοῦ δαισίου τοῦ καὶ ἰουνίου μηνὸς ἐπιτελῆται ἐν αὐτῇ Ἀντιοχείᾳ τῆς Συρίας τὸ ἱππικὸν τὸ ἀπὸ Γράστης τοῦ αὐτοῦ δαισίου μηνός· ἀλλὰ τῇ νεομηνίᾳ τοῦ δαισίου μηνὸς θήσας τὸ τέλεσμα, τῇ ἑβδόμῃ τοῦ αὐτοῦ μηνὸς ἐπιτρέψας ἵνα πάντες ἐν τῇ αὐτῇ ἡμέρᾳ τοῦ ἱπποδρομίου τῆς Γράστης βαστάζουσιν ἐπάνω καλάμων ὁλόσφυρον στηθάριν μολιβοῦν, ἔχον 265 τα λεμὶν τοῦ Ἄρεως, καὶ ὑποκάτω τοῦ καλάμου σκουτάριον κρεμάμενον ἀπὸ δέρματος ῥουσίου ἐντεῦθεν, κἀκεῖθεν δὲ παραμῆριν ἀπὸ καλαμίου κρεμάμενον ὡσαύτως, λινῷ ῥάμματι δεδεμένα, εἰρηκὼς αὐτοῖς κράζειν εἰσελαύνοντας καὶ λέγειν, Ἀκώνωπα τῇ πόλει, καὶ μετὰ τὸ ἀπολῦσαι τὸ ἱπποδρόμιον ἕκαστον ἀποτίθεσθαι αὐτὸ εἰς τὸν ἰδίον οἶκον. καὶ οὐκέτι ἐφάνη ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ κώνωψ. Ἐν τῷ δὲ περιέρχεσθαι τὸν αὐτὸν Ἀπολλώνιον τὸν Τυανέα καὶ ἱστορεῖν τὴν αὐτὴν Ἀντιόχειαν μετὰ τῶν κτητόρων τῆς πόλεως τοποθεσίαν, εἶδεν ἐν μέσῳ τῆς αὐτῆς πόλεως κίονα ἑστῶτα πορφυροῦν καὶ μὴ ἔχοντα ἐπάνω τί ποτε, ἀλλὰ καὶ αὐτὸν τὸν κίονα ὑπὸ τυφωνικοῦ πυρὸς φλογισθέντα. καὶ ἐπερωτήσας περὶ αὐτοῦ, τί ἐστι τοῦτο, ἔμαθε παρ' αὐτῶν ὅτι μετὰ τὸ πάθος τῆς πόλεως τὸ ἐπὶ Γαΐου Καίσαρος Δεββόριός τις φιλόσοφος τελεστὴς ἐποίησε τὸ τέλεσμα τοῦτο ὥστε δονουμένην τὴν πόλιν ὑπὸ σεισμοῦ μὴ πίπτειν, στήσας τὸν κίονα καὶ ὑπεράνω αὐτοῦ στηθάριν μαρμάρινον, καὶ ἐν τῷ στήθει αὐτοῦ ἔγραφεν, Ἄσειστα, ἄπτωτα. καὶ τυφωνικοῦ πυρὸς ὑπὸ τῆς ἀστραπῆς γενομένου, καυθὲν τὸ ἐπάνω τοῦ κίονος στηθάριν ἔπεσε, καὶ δεδοίκαμεν μὴ πάλιν πάθῃ ἡ πόλις ἡμῶν. ἀλλὰ παρακλήθητι καὶ ποίησον σὺ αὐτὸς τέλεσμα, ἵνα μὴ πάθῃ ἔτι ταρασσομένη ἡ πόλις. ὁ δὲ 266 Ἀπολλώνιος στενάξας ἀνεβάλετο τοῦ ποιῆσαι ἄλλο τέλεσμα περὶ σεισμῶν. καὶ ἑωρακότες αὐτὸν στενάξαντα, ἐπέμειναν παρακαλοῦντες αὐτόν· καὶ λαβὼν δίπτυχον ἔγραψε ταῦτα. Καὶ σύ, τάλαινα Ἀντιόχεια, δὶς πάθοις· ἀλλὰ καὶ πάλιν ἐλεύσεται καιρός, ὅτε δὴ ἐπὶ πήμασι κεῖσε σεισμοῖς· δὶς δ' αὖθ' πυρὶ καύσαι ὁ παρ' αἰγιαλοῖς Ἀρέντησι· εἰ μὴ πάλιν πάθοις. καὶ ἐπιδέδωκε τὸ δίπτυχον τοῖς αὐτοῖς Ἀντιοχεῦσι κτήτορσι. καὶ ἐξορμήσας ἀπὸ τῆς τοῦ Ἀντιόχου πόλεως κατῆλθεν εἰς Σελεύκειαν τῆς Συρίας· καὶ ἀπέπλευσεν ἐπὶ τὴν Αἴγυπτον. ἔζησε δὲ ὁ αὐτὸς Ἀπολλώνιος ἔτη τριάκοντα καὶ τέσσαρα καὶ μῆνας ὀκτώ, καθὼς Δομνῖνος ὁ σοφώτατος χρονογράφος συνεγράψατο ταῦτα. Ὁ δὲ αὐτὸς θειότατος Δομετιανὸς βασιλεὺς ἔκτισεν εἰς τὴν Ἰσαυρίαν πόλιν, ἥντινα ἐκάλεσε Δομετιανούπολιν. ἐφόνευσε δὲ ἀγανακτήσας ὁ αὐτὸς Δομετιανὸς τὸν περιβόητον Ἀσκληπίονα, εἰπόντα αὐτῷ ὅτι Σφαζόμενος τελευτᾷς· καὶ μετ' ὀλίγον καιρὸν κατασκευασθεὶς ὑπὸ τῆς συγκλήτου ὁ αὐτὸς Δομετιανός, ὡς εἰσ 267 ῆλθεν ἐν τῷ ἱερῷ τοῦ Διὸς θυσιάσαι, καὶ ἀφανὴς γενόμενος, τελευτᾷ, ἐτῶν μέ, εἰπόντων πάντων ὅτι ἐπήρθη ἀπὸ τῆς γῆς εἰς τὸν ἀέρα, ὡς φιλόσοφος. ἐφονεύθη δὲ σφαγεὶς ἐν τῷ αὐτῷ ἱερῷ τοῦ Διὸς ὑπὸ τῆς συγκλήτου, ὡς ὑπερήφανος καὶ ἐνυβρίζων αὐτούς. οἵτινες συγκλητικοὶ ἐποίησαν ἣν ἐφόρει χλαμύδα πορφυρᾶν κρεμασθῆναι εἰς μίαν ἅλυσιν τῶν ὄντων ἐν τῷ ἱερῷ κανδήλων· καὶ πάντες οἱ εἰσιόντες εἰς τὸ ἱερὸν ἠπατοῦντο, νομίζοντες ὅτι ἐπήρθη εἰς τὸν ἀέρα. ἐγνώσθη δὲ μετὰ ταῦτα ὅτι ἐσφάγη· καὶ ἐγένετο ταραχὴ μεγάλη, διότι εἰς τὸ ἱερὸν ἐσφάγη. Μετὰ δὲ τὴν βασιλείαν Δομετιανοῦ ἐβασίλευσε Νερβᾶς Αὔγουστος ἔτος αʹ καὶ μῆνα αʹ. ἦν δὲ διμοιριαῖος, γέρων, εὐόφθαλμος, μακρόρινος, εὔσωμος, μιξοπόλιος, μελάγχροος, οὖλος, δασυπώγων, ἀγαθός. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας τὸ τρίτον αὐτῆς πάθος Διοκαισάρεια, πόλις τῆς Κιλικίας, καὶ Νικούπολις καὶ ἡ χώρα αὐτῆς. καὶ εὐθέως ἔπεμψέ τινα ἐκεῖ ὁ αὐτὸς βασιλεὺς συγκλητικὸν Ῥωμαῖον ὀνόματι Ζάρβον εἰς τὸ κτίσαι αὐτήν, παρασχὼν αὐτῷ ὀκτὼ κεντηνάρια. καὶ καταλαβὼν τὴν Κιλικίαν ὁ αὐτὸς Ζάρβος ὁ συγκλητικός, καὶ ἑωρακὼς τὰ πεπτωκότα, πολλὴν σπουδὴν θέμενος ἀνενέωσε τὴν πόλιν, βελτίω αὐτὴν ποιήσας. ὅθεν καὶ εἰς τὸ αὐτοῦ ὄνομα ἐκλήθη ἡ πόλις, τῶν πολιτῶν εὐχαριστούντων αὐτῷ. ὁ γὰρ συγκλητικὸς εἰς ὄνομα τοῦ βασιλέως Νερβᾶ ἐκάλεσεν αὐτὴν πόλιν Νερβάν. 268 συνέβη δὲ τελευτῆσαι τὸν βασιλέα πρὸ τοῦ πληρωθῆναι αὐτήν· καὶ μετεκάλεσαν αὐτὴν Ἀνάζαρβον, ἐπιτρέψαντες τοῖς συμβολαιογράφοις οὕτως αὐτὴν χρηματίζειν. ἐλέγετο γὰρ ἐξ ἀρχῆς ἡ αὐτὴ πόλις Κύϊνδα· καὶ ἔπαθε πρῶτον πάθος ἐπὶ τῶν ὑπάτων Ῥώμης, καὶ ἀνενεώθη καὶ μετεκλήθη Κίσκος πόλις. καὶ πάλιν ἔπαθεν ἐπὶ τοῦ Καίσαρος Ἰουλίου τὸ βʹ αὐτῆς πάθος· καὶ ἀνενεώθη καὶ μετεκλήθη Διοκαισάρεια· καὶ παθοῦσα ὡς προείρηται ἐπὶ Νερβᾶ βασιλέως μετωνομάσθη Ἀνάζαρβος. ποιήσας δὲ θυσίαν κόρην ὁ Ζάρβος ὀνόματι Κηπάραν χωρικήν, ἐποίησεν αὐτῇ στήλην χαλκῆν εἰς τύχην τῆς πόλεως. ἐμήνυσε δὲ τῷ αὐτῷ βασιλεῖ ὁ Ζάρβος περὶ τῶν πολιτῶν καὶ τοῖς σωθεῖσι πολίταις ἐχαρίσατο, ὡς φιλότιμος, πολλὰ ὁ αὐτὸς βασιλεύς. ὅστις Νερβᾶς ἀνεκαλέσατο τὸν ἀπόστολον τὸν ἅγιον Ἰωάννην· καὶ ἦλθεν ἐν Ἐφέσῳ πάλιν ἀπὸ Πάτμων. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἀνεφάνη Μάνης δογματίζων καὶ διδάσκων ὀχλαγωγῶν. ὡσαύτως δὲ ἐπὶ τῆς αὐτοῦ βασιλείας ἐκωλύθησαν οἱ μονομάχοι καὶ αἱ θέαι αὐτῶν· καὶ ἐπενοήθη ἀντ' αὐτῶν τῶν κυνηγίων ἡ θέα. Ὁ δὲ αὐτὸς βασιλεὺς νοσήσας καὶ φθαρεὶς τελευτᾷ, ὢν ἐνιαυτῶν οαʹ. ΛΟΓΟΣ ΙΑʹ ΧΡΟΝΩΝ ΤΡΑΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ ΚΑΙ ΠΑΘΟΥΣ ΑΝΤΙΟΧΕΙΑΣ ΤΡΙΤΟΥ. Μετὰ δὲ τὴν βασιλείαν Νερβᾶ ἐβασίλευσεν ὁ θειότατος Τραϊανὸς ἔτη ιθʹ καὶ μῆνας ἕξ. ἦν δὲ μακρός, ξηρὸς τῷ σώματι, μελάγχροος, λεπτοχαράκτηρος, κονδόθριξ, πολιός, βαθεῖς ἔχων ὀφθαλμούς. ἕως δὲ τοῦ δευτέρου ἔτους τῆς βασιλείας αὐτοῦ ἦν φαινόμενος καὶ διδάσκων ἐν Ἐφέσῳ, ἐπίσκοπος καὶ πατριάρχης ὤν, ὁ ἅγιος Ἰωάννης ὁ ἀπόστολος καὶ θεολόγος· καὶ ἀφανῆ ἑαυτὸν ποιήσας οὐκέτι ὤφθη τινὶ καὶ οὐδεὶς ἔγνω τί ἐγένετο ἕως τῆς νῦν, καθὼς Ἀφρικανὸς καὶ Εἰρηναῖος οἱ σοφώτατοι συνεγράψαντο. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Τραϊανοῦ διωγμὸς μέγας τῶν χριστιανῶν ἐγένετο καὶ πολλοὶ ἐτιμωρήθησαν. ἐν ᾧ χρόνῳ 270 ἐπιστρατεύσας ἀνῆλθε πολεμῶν μετὰ δυνάμεως πολλῆς κατὰ Ῥωμανίας ἐκ γένους Πάρθων βασιλεὺς Περσῶν, ὁ ἀδελφὸς Ὀσδρόου, βασιλέως Ἀρμενίων. καὶ παρέλαβε πόλεις καὶ ἐπραίδευσε χώρας πολλάς, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν ἴδιον αὐτοῦ υἱὸν Σανατρούκιον. καὶ ὡς πραιδεύει ὁ Μεερδότης βασιλεὺς τὴν Εὐφρατησίαν χώραν, ἐλαύνων κατηνέχθη ἀπὸ τοῦ ἵππου καὶ ἐκλάσθη κακῶς καὶ ἐτελεύτησεν ἰδίῳ θανάτῳ. ἐν τῷ δὲ μέλλειν αὐτὸν τελευτᾶν ἐποίησε τὸν υἱὸν αὐτοῦ τὸν Σανατρούκιον ἀρσάκην, ὅ ἐστι βασιλέα, ἀντ' αὐτοῦ· περσιστὶ δὲ τορκὶμ βασιλεὺς ἑρμηνεύεται. καὶ ἐπέμεινεν ὁ αὐτὸς Σανατρούκιος βασιλεὺς Περσῶν λυμαινόμενος τὴν Ῥωμανίαν. ὁ δὲ Ὀσδρόης, βασιλεὺς Ἀρμενίων, ὁ τοῦ Μεερδότου ἀδελφός, ἀκούσας τὸν αὐτοῦ θάνατον, ἔπεμψε καὶ αὐτὸς εὐθέως τὸν ἴδιον αὐτοῦ υἱὸν ἀπ' αὐτῆς τῆς Ἀρμενίας μετὰ πολλοῦ στρατοῦ τὸν Παρθεμασπάτην πρὸς βοήθειαν τοῦ ἑαυτοῦ ἐξαδέλφου Σανατρουκίου, βασιλέως Περσῶν, κατὰ Ῥωμαίων. καὶ ταῦτα ἀκούσας ὁ θειότατος Τραϊανὸς βασιλεύς, εὐθέως ἐπεστράτευσε τῷ ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἐξελθὼν κατ' αὐτῶν μηνὶ ὀκτωβρίῳ τῷ καὶ ὑπερβερεταίῳ ἀπὸ Ῥώμης· καὶ φθασάντων πρῶτον κατέπλευσεν ἐπὶ τὴν ἀνατολήν, ὁρμήσας μετὰ δυνάμεως πολλῆς στρατοῦ καὶ συγκλητικῶν· ἐν οἷς ἦν καὶ Ἀδριανὸς ὁ γαμβρὸς αὐτοῦ ἐπὶ ἀδελφῇ. καὶ κατέφθασεν ἐν Σελευκείᾳ τῆς Συρίας μηνὶ ἀπελλαίῳ τῷ καὶ δεκεμβρίῳ εἰς δρόμωνα ἀπὸ τοῦ λεγομένου Βυτυλλίου ὁρμητηρίου, ὄντος αὐτοφυοῦς λιμένος πλησίον Σελευ 271 κείας τῆς Συρίας. οἱ δὲ Πέρσαι ἦσαν παραλαβόντες Ἀντιόχειαν τὴν μεγάλην, δίχα μέντοι πολέμου κατὰ σύνταξιν φιλικὴν καὶ πάκτα ἐκάθηντο ἐν αὐτῇ κρατοῦντες αὐτὴν καὶ φυλάττοντες τῷ βασιλεῖ Περσῶν Σανατρουκίῳ, τῶν Ἀντιοχέων ἀξιωματικῶν κατὰ ἰδίαν προαίρεσιν πάκτα εἰρήνης καὶ ὑποταγῆς στησάντων διὰ πρεσβείας αὐτῶν πρὸς τὸν βασιλέα Περσῶν. ὁ δὲ αὐτὸς βασιλεὺς Περσῶν πεισθεὶς ἔπεμψε δύο βαρζαμαράτας, ὧντινων τὰ ὀνόματά ἐστι ταῦτα, Φούρτων καὶ Γάργαρις, μετὰ βοηθείας πολλῆς Περσικῆς, χιλιάδων
254.3.1
ὁ δὲ βασιλεὺς Τραϊανὸς ἢ μόνον κατέφθασε τῷ δρόμωνι τὴν Σελευκέων πόλιν τῆς Συρίας, ἔγραψε λάθρᾳ τοῖς Ἀντιοχεῦσιν ἀξιωματικοῖς καὶ τοῖς πολίταις πᾶσι, σημαίνων τὴν ἑαυτοῦ παρουσίαν καὶ ταῦτα, ὅτι Ἐγνώκαμεν τὴν ὑμετέραν πόλιν ἔχειν ἴδιον πλῆθος ἀνδρῶν πολὺ δίχα τῶν ἱδρυμένων αὐτόθι στρατιωτικῶν ἀριθμῶν. οἱ δὲ πολέμιοι Πέρσαι οἱ ἐν ὑμετέρᾳ πόλει ὄντες ὀλίγοι ὑπάρχουσι πρὸς τὸ ὑμέτερον πλῆθος. ἀναιρεῖ οὖν ἕκαστος οὓς ἔχει Πέρσας εἰς ἴδιον αὐτοῦ οἶκον, θαῤῥῶν εἰς τὴν ἡμετέραν παρουσίαν, διότι ἐληλύθαμεν ἐκδικοῦντες τὰ Ῥωμαίων. Καὶ ταῦτα γνόντες οἱ αὐτοὶ Ἀντιοχεῖς νυκτὸς ὥρμησαν κατὰ τῶν ὄντων ἐν τῇ αὐτῶν πόλει Περσῶν, καὶ ἀγρυπνήσαντες ἀνεῖλον πάντας. καὶ συλλαβόμενοι τοὺς δύο στρατηγοὺς Περσῶν τοὺς λεγομένους βαρσαμανάτας καὶ φονεύσαντες καὶ αὐτοὺς ἔσυραν καὶ τὰ λείψανα αὐτῶν κατὰ πᾶσαν τὴν πόλιν Φουρτούνου καὶ 272 Γάργαρι, φωνὴν κράζοντες περὶ αὐτῶν ταύτην. Εἰς τὴν νίκην Τραϊανοῦ τοῦ δεσπότου ἴδε σύρονται Φουρτοῦνος καὶ Γάργαρις· ἄγε ἄγε, Γάργαρι, Φουρτοῦνε. οἱ δὲ δυνηθέντες Πέρσαι ἐξειλῆσαι ἐν τῷ σύρεσθαι ἐκείνους ὑπὸ τοῦ πλήθους ἐξερχόμενοι καὶ φεύγοντες, ἔβαλον πῦρ τῇ αὐτῇ νυκτὶ καὶ ἔκαυσαν μέρος μικρὸν τῆς πόλεως ἐπὶ τὴν λεγομένην Σκεπινὴν γειτονίαν. ὁ δὲ βασιλεὺς Τραϊανὸς ἀκούσας ταῦτα ἐπῄνεσε τὸ ἀνδρεῖον τῶν Ἀντιοχέων πολιτῶν· καὶ τῶν δὲ πλοίων τοῦ στρατοῦ αὐτοῦ καταφθασάντων ἀπὸ Σελευκείας, ἀνῆλθον ἐπὶ τὴν ἱερὰν Δάφνην εὔξασθαι καὶ θυσιάσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. καὶ ἐδήλωσε τοῖς Ἀντιοχεῦσιν ἀπὸ Δάφνης κελεύσας ἐπαρθῆναι ἀπὸ τῆς πόλεως τὰ λείψανα τῶν φονευθέντων Περσῶν καὶ ἀπὸ διαστήματος τῆς αὐτῆς πόλεως ἐκβληθέντα καυθῆναι, ἁγνισθῆναι δὲ καὶ τὴν πόλιν πᾶσαν καὶ γενέσθαι πυρὰς κατὰ τόπον καὶ πυλῶνα τῆς αὐτῆς πόλεως δαφνίνων δένδρων, καὶ βάλλεσθαι ἐν τῷ πυρὶ τῶν φυλλοδαφνῶν λίβανον πολὺ καὶ κατὰ πᾶσαν τὴν πόλιν ταυρέας ἐκτυπεῖν πρὸς τὸ ἀποδιωχθῆναι τὰ πνεύματα τὰ ἄδικα τῶν σφαγέντων Περσῶν· καὶ ἐγένετο οὕτως. καὶ κατῆλθεν ὁ αὐτὸς βασιλεὺς Τραϊανὸς ἀπὸ Δάφνης καὶ εἰσῆλθεν ἐν Ἀντιοχείᾳ τῆς Συρίας διὰ τῆς χρυσέας τῆς λεγομένης, τοῦτ' ἔστι τῆς Δαφνητικῆς, φορῶν ἐν τῇ αὐτοῦ κεφαλῇ στέφανον ἀπὸ ἐλαιοκλάδων, μηνὶ αὐδηναίῳ τῷ καὶ ἰανουαρίῳ ἑβδόμῃ ἡμέρᾳ εʹ, ὥρᾳ ἡμερινῇ δʹ. τὰς δὲ ταυρέας 273 ἐκέλευσε βάλλεσθαι ἄχρι ἡμερῶν λʹ καθ' ἑκάστην νύκτα, κελεύσας καὶ τοῦτο, ὥστε κατ' ἔτος τῷ αὐτῷ χρόνῳ γίνεσθαι μνήμης χάριν τῆς τῶν Περσῶν ἀπωλείας. ἅτινα Δομνῖνος ὁ χρονογράφος συνεγράψατο. Ἐν τῷ δὲ διατρίβειν τὸν αὐτὸν Τραϊανὸν βασιλέα ἐν Ἀντιοχείᾳ τῆς Συρίας βουλευόμενον τὰ περὶ τοῦ πολέμου ἐμήνυσεν αὐτὸν Τιβεριανός, ἡγεμὼν τοῦ πρώτου Παλαιστινῶν ἔθνους, ταῦτα. Αὐτοκράτορι νικητῇ Καίσαρι θειοτάτῳ Τραϊανῷ. ἀπέκαμον τιμωρούμενος καὶ φονεύων τοὺς Γαλιλαίους τοὺς τοῦ δόγματος τῶν λεγομένων χριστιανῶν κατὰ τὰ ὑμέτερα θεσπίσματα· καὶ οὐ παύονται ἑαυτοὺς μηνύοντες εἰς τὸ ἀναιρεῖσθαι. ὅθεν ἐκοπίασα τούτοις παραινῶν καὶ ἀπειλῶν μὴ τολμᾶν αὐτοὺς μηνύειν μοι ὑπάρχοντας ἐκ τοῦ προειρημένου δόγματος· καὶ ἀποδιωκόμενοι οὐ παύονται. θεσπίσαι μοι οὖν καταξιώσατε τὰ παριστάμενα τῷ ὑμετέρῳ κράτει τροπαιούχῳ. καὶ ἐκέλευσεν αὐτῷ ὁ αὐτὸς Τραϊανὸς παύσασθαι τοῦ φονεύειν τοὺς χριστιανούς. ὁμοίως δὲ καὶ τοῖς πανταχοῦ ἄρχουσι τοῦτο ἐκέλευσε, μὴ φονεύειν τοῦ λοιποῦ τοὺς λεγομένους χριστιανούς. καὶ ἐγένετο ἔνδοσις μικρὰ τοῖς χριστιανοῖς. Καὶ ἐξῆλθεν ἀπὸ Ἀντιοχείας τῆς μεγάλης πόλεμον κατὰ Περσῶν κινήσας ὁ αὐτὸς Τραϊανός· καὶ ἐνίκησεν αὐτοὺς κατὰ κράτος τῷ τρόπῳ τούτῳ. μαθὼν ὅτι διαφθονεῖται τῷ Σανατρουκίῳ, βασιλεῖ Περσῶν, ὁ ἴδιος αὐτοῦ ἐξάδελφος Παρθεμασπάτης, πέμ 274 ψας πρὸς αὐτὸν ὑπενόθευσεν αὐτὸν Τραϊανὸς βασιλεύς, ταξάμενος δοῦναι αὐτῷ τὴν βασιλείαν Περσῶν, ἐὰν συμμαχήσῃ αὐτῷ. καὶ ὑπονοθευθεὶς ἦλθε πρὸς αὐτὸν νυκτός· καὶ λαβὼν αὐτὸν εἰς τὸ ἴδιον αὐτοῦ μέρος μετὰ τοῦ πλήθους αὐτοῦ ὁ αὐτὸς θειότατος Τραϊανός, ὥρμησε κατὰ τοῦ Σανατρουκίου, βασιλέως Περσῶν· καὶ πολλῶν Περσῶν πεσόντων συνελάβετο τὸν Σανατρούκιον, βασιλέα Περσῶν, φεύγοντα· καὶ ἐφόνευσεν αὐτόν. καὶ ἐποίησεν ἀντ' αὐτοῦ βασιλέα Περσῶν τοῖς ὑπολειφθεῖσι καὶ προσπεσοῦσιν αὐτῷ Πέρσαις ὁ αὐτὸς Τραϊανὸς κατὰ τὰς συντάξεις ὀνόματι Παρθεμασπάτην, υἱὸν Ὀσδρόου, γράψας τῇ συγκλήτῳ τῇ ἐν Ῥώμῃ ὅτι τοσαύτην καὶ ἄπειρον γῆν καὶ ἄμετρα διαστήματα ἀφεστηκότα τῆς Ῥώμης διοικεῖν οὐκ ἀντεχόμεθα, ἀλλὰ παράσχωμεν αὐτοῖς βασιλέα ὑποτεταγμένον τῷ τῶν Ῥωμαίων κράτει. καὶ ἀντέγραψεν αὐτῷ ἡ σύγκλητος ἀπὸ Ῥώμης ἅπαντα ποιῆσαι ὡς δ' ἂν βούληται καὶ αὐτὸς συνίδῃ συμφέρειν τῇ Ῥωμανίᾳ. καὶ ἐβασίλευσε Περσῶν ὁ Παρθεμασπάτης. τὸν δὲ πόλεμον καὶ τὴν κατὰ Περσῶν νίκην τοῦ θειοτάτου Τραϊανοῦ ὁ σοφώτατος Ἀρειανὸς ὁ χρονογράφος ἐξέθετο, ἱστορήσας καὶ συγγραψάμενος πάντα ἀκριβῶς. Ὁ δὲ αὐτὸς βασιλεὺς ἐποίησε καὶ τὴν Ἄμιδαν μητρόπολιν, καλέσας ἐπαρχίαν Μεσοποταμίαν, ἀπομερίσας αὐτὴν ἀπὸ Ὀσδροηνῆς, δοὺς καὶ ἄρχοντα αὐτῇ καὶ δίκαιον μητροπόλεως. ἐποίησε 275 δὲ καὶ ἄλλην ἐπαρχίαν εἰς τὸν Δάνυβιν ποταμόν, ἣν ἐκάλεσε Δακίαν παραποταμίαν. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ θειοτάτου Τραϊανοῦ ἔπαθεν Ἀντιόχεια ἡ μεγάλη ἡ πρὸς Δάφνην τὸ τρίτον αὐτῆς πάθος μηνὶ ἀπελλαίῳ τῷ καὶ δεκεμβρίῳ ιγʹ, ἡμέρᾳ αʹ, μετὰ ἀλεκτρυόνα, ἔτους χρηματίζοντος ρξδʹ κατὰ τοὺς αὐτοὺς Ἀντιοχεῖς, μετὰ δὲ βʹ ἔτη τῆς παρουσίας τοῦ θειοτάτου βασιλέως Τραϊανοῦ τῆς ἐπὶ τὴν ἀνατολήν. οἱ δὲ Ἀντιοχεῖς οἱ ἀπομείναντες καὶ ζήσαντες τότε ἱερὸν ἔκτισαν ἐν Δάφνῃ, ἐν ᾧ ἐπέγραψαν, Οἱ σωθέντες ἀνέστησαν Διὶ σωτῆρι. Ἐν δὲ τῇ αὐτῇ νυκτὶ ὅτε ἔπαθεν ἡ αὐτὴ Ἀντιόχεια ἡ μεγάλη ἔπαθε τότε καὶ ἡ Ῥόδος πόλις νῆσος, οὖσα τῆς Ἑξαπόλεως, ὑπὸ θεομηνίας τὸ δεύτερον αὐτῆς πάθος. ὁ δὲ αὐτὸς εὐσεβέστατος Τραϊανὸς ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀρξάμενος πρῶτον κτίσμα τὴν λεγομένην μέσην πύλην πλησίον τοῦ ἱεροῦ τοῦ Ἄρεως, ὅπου ὁ Παρμένιος ὁ χείμαῤῥος κατέρχεται, ἔγγιστα τοῦ νυνὶ λεγομένου Μακέλλου, γλύψας ἄνω ἄγαλμα λυκαίνης τρεφούσης τὸν Ῥῶμον καὶ τὸν Ῥῆμον, διὰ τὸ γινώσκεσθαι ὅτι Ῥωμαῖόν ἐστι τὸκτίσμα, θυσιάσας ἐκεῖ παρθένον κόρην εὐπρεπῆ πολίτιδα ὀνόματι Καλλιόπην ὑπὲρ λύτρου καὶ ἀποκαθαρισμοῦ τῆς πόλεως, νυμφαγωγίαν αὐτῇ ποιήσας. καὶ εὐθέως ἀνήγειρε τοὺς δύο ἐμβόλους τοὺς μεγάλους, καὶ ἄλλα δὲ πολλὰ ἔκτισεν ἐν τῇ αὐτῇ 276 Ἀντιόχου πόλει καὶ δημόσιον καὶ ἀγωγόν, ἀποστρέψας τὸ ὕδωρ τὸ ἀπὸ τῶν πηγῶν Δάφνης ἐκχεόμενον εἰς τὰς λεγομένας Ἀγρίας, ἐπιθήσας καὶ τῷ δημοσίῳ καὶ τῷ ἀγωγῷ εἰς τὸ ἴδιον ὄνομα. καὶ τὸ θέατρον δὲ τῆς αὐτῆς Ἀντιοχείας ἀνεπλήρωσεν ἀτελὲς ὄν, στήσας ἐν αὐτῷ ὑπεράνω τεσσάρων κιόνων ἐν μέσῳ τοῦ νυμφαίου τοῦ προσκηνίου τῆς σφαγιασθείσης ὑπ' αὐτοῦ κόρης στήλην χαλκῆν κεχρυσωμένην, καθημένην ἐπάνω τοῦ Ὀρόντου ποταμοῦ, εἰς λόγον τύχης τῆς αὐτῆς πόλεως, στεφομένην ὑπὸ Σελεύκου καὶ Ἀντιόχου βασιλέων. ὁ δὲ αὐτὸς βασιλεὺς Τραϊανὸς ἐν τῇ αὐτῇ πόλει διῆγεν ὅτε ἡ θεομηνία ἐγένετο. ἐμαρτύρησε δὲ ἐπὶ αὐτοῦ τότε ὁ ἅγιος Ἰγνάτιος ὁ ἐπίσκοπος τῆς πόλεως Ἀντιοχείας· ἠγανάκτησε γὰρ κατ' αὐτοῦ, ὅτι ἐλοιδόρει αὐτόν. συνέσχε δὲ τότε καὶ πέντε ὀνόματα χριστιανῶν γυναικῶν Ἀντιοχισσῶν καὶ ἐξήτασεν αὐτὰς λέγων, Τίς ἐστιν ἡ ἐλπὶς ὑμῶν, ὅτι οὕτως ἐκδίδοτε ἑαυτὰς εἰς θάνατον; αἱ δὲ ἀπεκρίθησαν λέγουσαι ὅτι Φονευομένας ἡμᾶς παρ' ὑμῶν ἀνίστασθαι ἡμᾶς πάλιν ὡς ἔχομεν σώματι εἰς αἰωνίαν ζωήν. καὶ ἐκέλευσεν αὐτὰς πυρικαύστους γενέσθαι καὶ τὸν χοῦν τῶν ὀστέων αὐτῶν συνέμιξε χαλκῷ καὶ ἐποίησε τὸν χαλκὸν εἰς ὃ ἐποίησε δημόσιον χαλκία τοῦ θερμοῦ. καὶ ὅτε ἤρξατο παρέχειν τὸ δημόσιον, εἴ τις ἐὰν ἐλούετο εἰς αὐτὸ τὸ δημόσιον, ἐσκοτοῦτο καὶ ἔπιπτε καὶ ἐξήρχετο βασταγμῷ. καὶ μαθὼν ὁ βασιλεὺς Τραϊανὸς τοῦτο ἤλλαξε τὰ αὐτὰ χαλκία καὶ ἐποίησεν ἄλλα ἀπὸ 277 καθαροῦ χαλκοῦ, λέγων ὅτι Καλῶς ἐποίησα χοῦν σωμάτων συμμίξας αὐτοῖς καὶ κοινώσας τὰ θερμὰ ὕδατα. ταῦτα δὲ ἔλεγεν, ἐπειδὴ οἱ χριστιανοὶ ὑπέξιζον τοῖς Ἕλλησι καυχώμενοι. τὰ δὲ πρῶτα χαλκία ἀναχώσας ἐποίησε στήλας χαλκᾶς πέντε ταῖς αὐταῖς γυναιξί, λέγων ὅτι Ἰδοὺ ἐγὼ αὐτὰς ἀνέστησα καθὼς εἶπον καὶ οὐχὶ ὁ θεὸς αὐτῶν. αἵτινες στῆλαι εἰς αὐτὸ τὸ δημόσιον λουτρὸν ἵστανται ἕως ἄρτι. ἐποίησε δὲ καὶ κάμινον πυρός, καὶ ἐκέλευσε τοὺς βουλομένους χριστιανοὺς βάλλειν ἑαυτοὺς ἐν προθέσει. καὶ πολλοὶ ἔβαλλον ἑαυτοὺς καὶ ἐμαρτύρησαν. ἐμαρτύρησε δὲ τότε ἡ ἁγία Δροσινὴ καὶ ἄλλαι παρθένοι πολλαί. Ἔκτισε δὲ ἐν Δάφνῃ ἱερὸν Ἀρτέμιδος ἐν μέσῳ τοῦ ἄλσους. ἐποίησε δὲ ὁ αὐτὸς βασιλεὺς καὶ πέραν τοῦ Δανυβίου ποταμοῦ ἐπὶ τὰ δυτικὰ μέρη ἐπαρχίας δύο. ἅστινας ἐκάλεσε Δακίαν πρώτην καὶ δευτέραν. Καὶ εὐθέως νόσῳ βληθεὶς ἐτελεύτα, ὢν ἐνιαυτῶν
254.4.1
Μετὰ δὲ τὴν βασιλείαν Τραϊανοῦ ἐβασίλευσεν Ἤλιος Ἀδριανὸς ἐπὶ τῆς ὑπατείας Ἀπρωνιανοῦ καὶ Νίγρου. ἐβασίλευσε δὲ ἔτη κβʹ καὶ μῆνας εʹ. ἦν δὲ διμοιριαῖος, εὔογκος, λευκόχροος, μιξοπόλιος, εὐειδής, δασυπώγων, γλαυκόφθαλμος, ἥσυχος, ἐλλόγιμος, ἱερατικός. ἔκτισε δὲ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ καὶ αὐτὸς 278 δημόσιον λουτρὸν καὶ ἀγωγὸν ἐπ' ὄνομα αὑτοῦ, καὶ τὸ θέατρον τῶν πηγῶν Δάφνης αὐτὸς ἐποίησε καὶ τὰ ἐκχεόμενα ὕδατα ἐν ταῖς Ἀγρίαις ταῖς λεγομέναις φάραγξιν ὑπέστρεψε, ποιήσας πίλας καὶ οἰκοδομήσας στερεὰς καὶ πολυδαπανήτους πρὸς τὸ νικῆσαι τὰς ὁρμὰς τῶν ὑδάτων καὶ διὰ τοῦ γενομένου παρ' αὐτοῦ ἀγωγοῦ ἀχθῆναι εἰς τὴν αὐτὴν Ἀντιόχου πόλιν εἰς ἀφνίαν τῆς πόλεως. ἔκτισε δὲ καὶ τὸν ναὸν τῶν αὐτῶν πηγῶν, ὅθεν ἐξέρχονται τὰ ῥεῖθρα ἐν τῇ αὐτῇ Δάφνῃ, ἐγείρας ἐν τῷ αὐτῷ ναῷ τῶν Νυμφῶν ἄγαλμα μέγα καθήμενον καὶ κρατοῦν πῶλον τοῦ Διὸς εἰς τιμὴν τῶν Ναϊάδων, ὅτι ἐτελείωσε τὸ τοιοῦτο φοβερὸν ἔργον, ὑπὲρ εὐχαριστίας. ἐποίησε δὲ καὶ τὸ βλύζον ὕδωρ τῆς λεγομένης Σαραμάννας πηγῆς δι' ὁλκοῦ ἐξιέναι καὶ ἐκχεῖσθαι εἰς αὐτὸν τὸν τῆς πηγῆς ὁλκὸν ἐν τῷ θεατριδίῳ τὸ ἐκ τοῦ ναοῦ ἐξιὸν ὕδωρ ἐν διαφόροις χεύμασι εʹ, ἅπερ ἐκάλεσεν ὁ αὐτὸς πενταμόδιον, τετραμόδιον, τριμόδιον, διμόδιον, μόδιον. καὶ ἐπετέλεσεν ὁ αὐτὸς Ἀδριανὸς ἑορτὴν τῶν πηγῶν μηνὶ δαισίῳ τῷ καὶ ἰουνίῳ κγʹ. καὶ τὰς θυσίας δὲ ὡσαύτως γίνεσθαι. τὴν δὲ πηγὴν τὴν εἰς τὰς Ἀγρίας τὴν λεγομένην Παλλάδος ἀπολλυμένην περισφίγξας ἐποίησεν ἀγωγὸν εἰς μετάληψιν τοῖς οἰκοῦσι τὴν ἱερὰν Δάφνην. Ὁ δὲ αὐτὸς Ἀδριανὸς βασιλεὺς πρὸ τοῦ βασιλεῦσαι ἦν μετὰ Τραϊανοῦ τοῦ βασιλέως, ὡς γαμβρὸς αὐτοῦ, ὅτε ἔπαθεν ἡ αὐτὴ Ἀντιόχου πόλις ἡ μεγάλη ὑπὸ τῆς θεομηνίας, τότε συγκλητικὸς ὑπάρχων. ἦσαν δὲ καὶ πολλοὶ συγκλητικοὶ ἀπὸ Ῥώμης ὄντες ἐν 279 τῇ αὐτῇ πόλει Ἀντιοχείᾳ· οἵτινες καὶ ἐκελεύσθησαν παρ' αὐτοῦ καὶ ἔκτισαν ἐν Ἀντιοχείᾳ οἴκους πολλοὺς καὶ λουτρά. ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ θειοτάτου Ἀδριανοῦ ἔπαθεν ὑπὸ θεομηνίας σεισμοῦ ἡ Κύζικος, ἥτις ἐστὶ μητρόπολις μεγάλη τῆς Ἑλλησπόντου ἐπαρχίας, μηνὶ νοεμβρίῳ ιʹ νυκτός. καὶ πολλὰ τῇ αὐτῇ πόλει ἐχαρίσατο καὶ ἀνήγειρεν αὐτήν· καὶ τοῖς ὑπολειφθεῖσι πολίταις ἐχαρίσατο χρήματα καὶ ἀξίας. ἔκτισε δὲ ὁ αὐτὸς Ἀδριανὸς ἐν τῇ αὐτῇ Κυζίκῳ ναὸν μέγαν πάνυ, ἕνα ὄντα τῶν θαυμάτων, στήσας ἑαυτῷ στήλην μαρμαρίνην στηθαρίου μεγάλου πάνυ ἐκεῖ εἰς τὴν ὀροφὴν τοῦ ναοῦ, ἐν ᾧ ἐπιγράφει, Θείου Ἀδριανοῦ· ὅπερ ἐστὶν ἕως τῆς νῦν. Ὁ δὲ αὐτὸς Ἀδριανὸς ὀργισθεὶς κατὰ Ἰουδαίων ἐκέλευσεν εἰς τὴν Ἱερουσαλὴμ οἰκεῖν Ἕλληνας, μετονομάσας αὐτὴν πόλιν Αἰλίαν. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ὁ αὐτὸς Ἀδριανὸς ἀνήγειρε καὶ τὸν κολοσσὸν Ῥόδου, πεσόντα ὑπὸ σεισμοῦ θεομηνίας ὅτε καὶ ἡ πόλις Ῥόδος νῆσος ἔπαθεν ἐν τοῖς πρῴην χρόνοις, κείμενον χαμαὶ ἔτη τιβʹ, μὴ ἀπολομένου ἐξ αὐτοῦ τινος, ἀναλώσας εἰς τὸ ἀναστῆσαι καὶ στῆσαι εἰς τὸν ἴδιον τόπον εἰς μηχανὰς καὶ σχοῖνα καὶ τεχνίτας κεντηνάρια γʹ, ὡς ὑποκάτω ἔγραψε τὸν χρόνον καὶ τὰ δαπανήματα. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Ἀδριανοῦ Μαρκίων τις ὀνόματι τὸ Μανιχαϊκὸν μυσερὸν δόγμα ἐπλάτυνε, λέγων ἐκ τοῦ πονηροῦ τινος τὴν γηίνην κτίσιν γεγενῆσθαι. καὶ πολλοὺς ἀνατρέ 280 ψας Ἕλληνας καὶ Ἰουδαίους καὶ χριστιανοὺς εἰς ἑαυτὸν προσελάβετο, καθὼς ὁ σοφώτατος Κλήμης ἐξέθετο. Ὁ δὲ αὐτὸς Ἀδριανὸς ἔκτισε πόλιν ἐν τῇ Θρᾴκῃ, ἣν ἐπεκάλεσεν Ἀδριανούπολιν· καὶ ἄλλην δὲ ἔκτισε πόλιν, ἣν ἐκάλεσεν Ἀδριανοῦ Θήρας. ἔκτισε δὲ πόλιν ἐν τῇ Αἰγύπτῳ, ἣν ἐκάλεσεν Ἀντίνω. ὑδρωπιάσας δὲ ὁ αὐτὸς Ἀδριανὸς τελευτᾷ ἐν Βαΐαις, ὢν ἐνιαυτῶν ξεʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀδριανοῦ ἐβασίλευσεν Ἤλιος Ἀντωνῖνος Πῖος εὐσεβὴς ἔτη κγʹ. ἦν δὲ εὐῆλιξ, εὔστολος, λευκός, πολιὸς καὶ τὴν κάραν καὶ τὸ γένειον, εὔρινος, πλάτοψις, οἰνοπαὴς τοὺς ὀφθαλμούς, πυῤῥακής, ὑπογελῶν ἀεί, μεγαλόψυχος πάνυ. ὅστις ἔκτισεν ἐν Ἡλιουπόλει τῆς Φοινίκης τοῦ Λιβάνου ναὸν τῷ Διὶ μέγαν, ἕνα καὶ αὐτὸν ὄντα τῶν θεαμάτων. ἔκτισε δὲ καὶ ἐν Λαοδικείᾳ τῆς Συρίας τὸν φόρον, μέγα θέαμα, καὶ τὸ Ἀντωνινιανὸν δημόσιον λουτρόν. Ἐπεστράτευσε δὲ κατὰ Αἰγυπτίων τυραννησάντων καὶ φονευσάντων τὸν αὐγουστάλιον Δείναρχον· καὶ μετὰ τὴν ἐκδίκησιν καὶ τὴν νίκην ἔκτισεν ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ κατελθὼν τὴν Ἡλιακὴν πύλην καὶ τὴν Σεληνιακὴν καὶ τὸν δρόμον. Ἐλθὼν δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἐποίησε τὴν πλάκωσιν τῆς πλατείας τῶν μεγάλων ἐμβόλων τῶν ὑπὸ Τιβερίου κτισθέν 281 των, καὶ πάσης δὲ τῆς πόλεως, στρώσας τὴν διὰ μυλίτου λίθου, ἐκ τῶν ἰδίων ἀγαθῶν λίθους ἀπὸ Θηβαΐδος καὶ τὰ δὲ λοιπὰ ἀναλώματα ἐκ τῶν ἰδίων φιλοτιμησάμενος, καθὼς καὶ ἐν λιθίνῃ πλακὶ γράψας ταύτην τὴν φιλοτιμίαν ἔστησεν αὐτὴν ἐν τῇ πύλῃ τῇ λεγομένῃ τῶν Χερουβίμ· ἐκεῖθεν γὰρ ἤρξατο. ἥτις στήλη ἐστὶν ἕως τῆς νῦν ἐκεῖ, ὡς μεγάλης οὔσης τῆς φιλοτιμίας. Ἔκτισε δὲ καὶ ἐν Καισαρείᾳ τῆς Παλαιστίνης λουτρόν, καὶ ἐν Νικομηδείᾳ τῆς Βιθυνίας καὶ ἐν Ἐφέσῳ τῆς Ἀσίας· ἅπερ δημόσια λουτρὰ εἰς τὸ ἴδιον ἐπεκάλεσεν ὄνομα. Καὶ ἀνελθὼν ἐπὶ Ῥώμην ἔκτισεν ἐν τῇ Ῥώμῃ ἀγωγὸν μέγαν· καὶ ἔκαυσε τοὺς χάρτας τοῦ ταμιείου, ἐφ' οἷς ἡ σύγκλητος ἐγγράφως ὡμολόγησεν ἐπὶ τοῦ Καίσαρος Ἰουλίου Γαΐου, παρ' αὐτοῦ κελευσθέντες, μὴ ἐξεῖναι συγκλητικὸν διαθήκην ποιεῖν εἰς τοὺς ἰδίους, εἰ μὴ τὸ ἥμισυ μέρος τῆς αὐτοῦ περιουσίας διατίθεται εἰς τὸν κατὰ καιρὸν βασιλέα, εἰρηκὼς ὁ αὐτὸς εὐσεβέστατος Ἀντωνῖνος διὰ θείου αὐτοῦ τύπου ἕκαστον ἀπολαύειν τῶν ἰδίων καὶ βουλεύεσθαι ὡς θέλει. Ὁ δὲ αὐτὸς Ἀντωνῖνος, ὡς ἐστὶν ἐν Λωρίῳ, νοσήσας ἡμέρας ὀλίγας ἀπέθανεν, ὢν ἐνιαυτῶν οζʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀντωνίνου ἐβασίλευσε Μάρκος Ἀντωνῖνος ὁ φιλόσοφος, ὁ υἱὸς αὐτοῦ, ἔτη ιηʹ καὶ μῆνας θʹ. ἦν δὲ κονδοειδής, λεπτός, λευκός, μιξοπόλιος, κονδόθριξ, εὐόφθαλμος, εὐπώγων, λεπτοχαράκτηρος, μακρόρινος. ὁ δὲ αὐ 282 τὸς Μάρκος βασιλεὺς ἐξεφώνησε τὸν δικαιότατον νόμον, ὥστε καὶ ἐξ ἀδιαθέτου κληρονομεῖν τὸν πατέρα τὰ τέκνα καὶ τῷ ἀχαριστουμένῳ παιδὶ τὸ τέταρτον μέρος δίδοσθαι τῆς πατρικῆς περιουσίας. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ὑπέταξε τὸ ἔθνος τῶν Γερμανῶν. ὡσαύτως δὲ ἐπὶ τῶν χρόνων τῆς βασιλείας αὐτοῦ τὰ κατὰ Ἰουλιανὸν τὸν Χαλδαῖον τὸν μέγαν ἐθαυμάζετο. Ὁ δὲ αὐτὸς βασιλεὺς Μάρκος ἔκτισεν, ἤτοι ἀνενέωσεν, ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τὸ δημόσιον τὸ λεγόμενον Κεντηνάριον· ἦν γὰρ ἐν τῷ χρόνῳ Τραϊανοῦ πεσὸν ἐν τῇ θεομηνίᾳ. ἔκτισε δὲ καὶ τὸ Μουσεῖον καὶ τὸ Νυμφαῖον αὐτοῦ τὸ λεγόμενον Ὠκεανόν. ὁ δὲ αὐτὸς Μάρκος Ἀντωνῖνος βασιλεὺς ἔχαιρε τῷ Πρασίνῳ μέρει. Ἀπελθὼν δὲ ἐν τῇ Παννονίᾳ χώρᾳ νόσῳ τελευτᾷ. Μετὰ δὲ τὴν βασιλείαν Μάρκου Ἀντωνίνου ἐβασίλευσεν Ἀντωνῖνος Βῆρος, υἱὸς αὐτοῦ, ἔτη ηʹ. ἦν δὲ εὐμήκης, παχύς, στρεβλόρινος, εὐόφθαλμος, μελάγχρους, οὐλόθριξ, κονδόθριξ, γενηίτης, καταγύναιος πολύ. ὅστις πολεμήσας κατὰ ἑνὸς ἔθνους Οὕννων καὶ νικήσας αὐτοὺς πολλὰ ἄλλα ἔθνη δίχα πολέμου ὑπέταξεν· ἦν γὰρ καὶ φιλότιμος. ὅστις ἐσφάγη ἐν Προκονήσῳ, ὢν ἐνιαυτῶν λθʹ. ΛΟΓΟΣ ΙΒʹ ΧΡΟΝΩΝ ΚΟΜΜΟΔΟΥ ΒΑΣΙΛΕΩΣ ΚΑΙ ΠΑΡΟΧΗΣ ΟΛΥΜΠΙΩΝ. Μετὰ δὲ τὴν βασιλείαν Ἀντωνίνου Βήρου ἐβασίλευσε Κόμμοδος ὁ Αὔγουστος ἔτη κβʹ καὶ μῆνας ηʹ. ἦν δὲ τὴν ἡλικίαν διμοιριαῖος, λευκός, ὑπόγλαυκος, πλάτοψις, σιμός, εὔστηθος, ἀρχιγένειος, φιλοκτίστης, ἱερός. ὅστις ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ δημόσιον λουτρόν, ὅπερ ἐκάλεσε Κομμόδιον. καὶ τὸ ἱερὸν δὲ τῆς Ἀθήνης τὸ κατέναντι αὐτοῦ ἀνενέωσε καὶ εἰς τὸ μέσον αὐτῶν ἐποίησε τὸ λεγόμενον Ξυστόν, κτίσας βάθρα καὶ τοὺς ἐμβόλους. καὶ εἰς τὴν ἀρχὴν δὲ τὴν κάτω τοῦ Ξυστοῦ ἔκτισεν ἱερὸν τῷ Ὀλυμπίῳ Διί. 284 Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας οἱ Ἀντιοχεῖς κτήτορες καὶ πολῖται μήνυσιν ποιήσαντες ἐδεήθησαν τοῦ αὐτοῦ βασιλέως Κομμόδου, ἵνα ἀπὸ θείας αὐτοῦ κελεύσεως προσκυρώσῃ τῷ δημοσίῳ τὰς προσόδους ἃς εἴασε τῇ τῶν Ἀντιοχέων πόλει Σωσίβιος ὁ προειρημένος λόγῳ θεωριῶν πολυτρόπων καὶ διαφόρων ἀγώνων ἐπιτελουμένων τῇ αὐτῇ πόλει, καὶ ἵνα μὴ πορίζωνται τὰς προσόδους οἱ πολιτευόμενοι, ἀλλὰ τὸ δημόσιον καὶ αὐτὸ χορηγεῖ λόγῳ τῶν ἐπιτελουμένων πρὸς τέρψιν τῆς πόλεως Ὀλυμπίων καὶ ἄλλων τινῶν θεωριῶν ἐν τῇ αὐτῇ πόλει τῶν Ἀντιοχέων. καὶ εὐθέως ὁ αὐτὸς βασιλεὺς Κόμμοδος διὰ θείας αὐτοῦ κελεύσεως προσεκύρωσε τῷ δημοσίῳ τὰς προσόδους, θεσπίσας τὰ Ὀλύμπια ἐπιτελεῖσθαι καὶ ἀφορίσας ἐκ τοῦ δημοσίου παρέχεσθαι εἰς λόγον ἀναλωμάτων τῶν ὑπουργούντων τῇ τῶν Ὀλυμπίων ἱερᾷ καὶ κοσμικῇ ἑορτῇ φανερὰ χρήματα, νομοθετήσας κατὰ τετραετῆ χρόνον ἐπιτελεῖσθαι ἀμέμπτως ἐν ταῖς ἑορταῖς τῶν ἀναθημάτων, ἤτοι θυσιῶν, τῶν ἐξ ἔθους, τοῦτ' ἐστὶ τῷ πανέμῳ ἤτοι ἰουλίῳ μηνὶ καὶ τῷ λώῳ τῷ λεγομένῳ αὐγούστῳ μηνὶ ἐπὶ ἡμέρας μεʹ εἰς ἑορτὴν τοῦ Ὀλυμπίου Διός, ὡσαύτως ἀφορίσας καὶ εἰς λόγον ἱπποδρομίου ἀμέμπτως ἐπιτελουμένου κατὰ τὴν Ἡλίου ἡμέραν, τοῦτ' ἐστὶ κατὰ κυριακήν, ἄλλην ἐξ αὐτῶν φανερὰν χρυσίου ποσότητα. ὁμοίως δὲ καὶ εἰς λόγον σκηνικῆς ἑορτῆς νυκτερινῆς ἐπιτελουμένης κατὰ ἔτη γʹ, τῶν λεγομένων Ὀργίων, ὅπερ ἐστὶ μυ 285 στηρίων Διονύσου καὶ Ἀφροδίτης, τοῦτ' ἐστὶ τοῦ λεγομένου Μαϊουμᾶ διὰ τὸ ἐν τῷ μαΐῳ τῷ καὶ ἀρτεμισίῳ μηνὶ ἐπιτελεῖσθαι τὴν αὐτὴν ἑορτήν, ἀφώρισε φανερὰν χρυσίου ποσότητα λόγῳ λαμπάδων καὶ κανδήλων καὶ τῶν ἄλλων τῶν προχωρούντων ἐπὶ τὴν πανήγυριν τῶν λʹ ἡμερῶν τερπνῶν παννυχίδων. περὶ ἧς νυκτερινῆς ἑορτῆς μέμνηται Βεργίλλιος ὁ σοφώτατος Ῥωμαίων ποιητὴς ἐν τῷ δʹ αὐτοῦ λόγῳ, τῇ Ῥωμαϊκῇ γλώσσῃ ἐκθέμενος ταῦτα. Τριετηρικὰ Βάκχω ὄργια νοκτούρνους κουὲ βοκὰτ κλάμωρε Κιθαιρών· ὅ ἐστι τῇ Ἑλληνίδι γλώσσῃ τῷ τριετηρικῷ ἔτει, ὅτε ὁ Διόνυσος ἐν νυκτὶ τῇ φωνῇ τὴν ἑορτὴν τῶν ὀργίων ἐν τῷ Κιθαιρωνίῳ ὄρει. Ὁ δὲ αὐτὸς βασιλεὺς ἀφώρισε φανερὰ χρήματα καὶ εἰς λόγον κυνηγίων ὀφειλόντων ἐπιτελεῖσθαι ἐπὶ ἔτη δʹ οὕτως· ἄγεσθαι μὲν ἐπὶ μῆνας λβʹ ἕως τῆς ἀποσφαγῆς, ἀργεῖν δὲ τοὺς ὑπολοίπους μῆνας ςʹ εἰς τὴν συλλογὴν τῶν θηρίων εἰς ἑορτὴν θεραπείας Ἄρεως καὶ Ἀρτέμιδος. Καὶ εὐθέως τότε ὠνομάσθη Συριάρχης πρῶτος Ἀρταβάνιος πολιτευόμενος, προβληθεὶς ἀπὸ τῶν κτητόρων καὶ τοῦ δήμου παντός. Ἀφώρισε δὲ καὶ τὰ λοιπὰ χρήματα εἰς λόγον μίμων καὶ ὀρ 286 χηστικῶν καὶ τῶν λοιπῶν τέρψεων τῶν ἐν Πανδήμοις ἐπιτελουμένων. καὶ ἔκτοτε παρεσχέθη τῇ αὐτῇ τῶν Ἀντιοχέων πόλει παρὰ τοῦ δημοσίου ἀμέμπτως τὰ χορηγούμενα λόγῳ τῶν προειρημένων θεωριῶν πάντα. καὶ ἀνέστησαν τῷ βασιλεῖ Κομμόδῳ οἱ Ἀντιοχεῖς στήλην χαλκῆν κατὰ μέσου τῆς πόλεως αὐτῶν. ἐπὶ οὖν τῆς αὐτοῦ βασιλείας πρώτοις ἐπετελέσθη τὰ Ὀλύμπια τοῖς Ἀντιοχεῦσι Σύροις ἀπὸ θείας αὐτοῦ, ὡς προείρηται, κελεύσεως ἔτους σξʹ χρηματίζοντος κατὰ τοὺς αὐτοὺς Ἀντιοχεῖς Σύρους ἐν τῷ παρ' αὐτοῦ κτισθέντι Ξυστῷ. ἠγόρασαν δὲ τὰ αὐτὰ Ὀλύμπια οἱ Ἀντιοχεῖς παρὰ τῶν Πισαίων τῆς Ἑλλάδος ἐπ' ἐνενήκοντα περιόδους ἀγῶνος Ὀλυμπίων, ὡς εἶναι ἐπὶ ἔτη τξʹ, ἀγράφῳ πάκτῳ. Καὶ ἐγένετο ἐν αὐτῇ Ἀντιοχείᾳ ἀλυτάρχης ἐν τῇ αὐτῇ θείᾳ κελεύσει ὀνομασθεὶς πρῶτος Ἀφρόνιος ὁ ἀπὸ ἐπάρχων, πολίτης Ἀντιοχεύς. ὅστις φορέσας τὸ σχῆμα τοῦ ἀλυτάρχου τὰς μὲν ἡμέρας ἐτιμᾶτο καὶ προσεκυνεῖτο ὡς αὐτὸς ὁ Ζεύς, μὴ ἀνιὼν δὲ εἰς οἶκον τὰς αὐτὰς ἡμέρας μήτε εἰς κλίνην ἀναπίπτων, ἀλλ' εἰς ἐξάερον καθεύδων εἰς ἔδαφος ὑπεράνω λίθων καὶ καθαρῶν στρωμάτων καὶ θρυΐνης ψιάθου. ἐφόρει δὲ στολὴν διάχρυσον ἄσπρην ὡσεὶ χιὼν καὶ στέφανον ἀπὸ λυχνιτῶν καὶ ἄλλων τιμίων, καὶ κατεῖχε ῥάβδον ἐβελίνην, φορῶν εἰς τοὺς ἰδίους πόδας σανδάλια 287 ἄσπρα. ἐκάθευδε δὲ τὰς αὐτὰς ἡμέρας εἰς τὸ ἐξάερον τῆς λεγομένης βασιλικῆς τὸ Καισάριον, τὸ κτισθὲν ὑπὸ τοῦ Καίσαρος Ἰουλίου τοῦ δικτάτορος, ὅπου ἵστατο ὁ ἀνδριὰς τοῦ αὐτοῦ Καίσαρος ὁ ἔξω τῆς Κόγχης τῆς βασιλικῆς. τὸ δὲ αὐτὸ Καισάριον κατέναντι τοῦ ἱεροῦ τοῦ Ἄρεως ὑπῆρχεν, ὅπου τὸ λεγόμενον Μάκελλον, διὰ τὸ ἐκεῖ τὰ χοίρεια κρέα κόπτεσθαι μόνον, πλησίον τοῦ Ἄρεως τοῦ ἱεροῦ. Ὁ δὲ γραμματεὺς προεχειρίσθη πρώτοις ἀπὸ τῆς βουλῆς καὶ τοῦ δήμου ὀνόματι Πομπηιανὸς Κοιαίστωρ, ὃς ἐκ γένους συγκλητικῶν Ῥώμης ὑπάρχων, φορέσας καὶ αὐτὸς στολὴν ἄσπρον καὶ στέφανον ὁλόχρυσον τύπῳ φυλλοδαφνῶν. ὅντινα ἐτίμων καὶ προσεκύνουν ὥς τινα, φησίν, Ἀπόλλωνα. Ἡ αὐτὴ δὲ βουλὴ καὶ ὁ δῆμος πάλιν προεβάλοντο Ἀμφιθαλὴν ὀνόματι Κάσιον Ἰλλούστριον, φοροῦντα ὡσαύτως στολὴν ἄσπρον ὁλοσηρικὸν καὶ στέφανον πεπλεγμένον ἀπὸ δαφνίνων φύλλων καὶ ἐν τῷ μέσῳ στηθάριν χρυσοῦν ἔχον τὸν Δία. ὅντινα Ἀμφιθαλὴν ἐτίμων καὶ προσεκύνουν ὡς τὸν Ἑρμῆν, καθὼς ὁ σοφὸς Δομνῖνος ὁ χρονογράφος πάντα ταῦτα συνεγράψατο. Εἰς δὲ τὸν αὐτὸν ἱερὸν ἀγῶνα τῶν Ὀλυμπίων ἤρχοντο ἀπὸ ἑκάστης πόλεως καὶ χώρας νεώτεροι εὐγενεῖς κατὰ τάγμα ἀγωνιζόμενοι, καὶ ἐμέριζον αὑτοὺς κατέναντι ἀλλήλων. μετὰ δὲ πολλῆς σωφροσύνης καὶ ἐπιεικείας διῆγον μηδαμόθεν μηδὲν κομιζόμενοι· ἦσαν γὰρ εὔποροι, ἔχοντες καὶ δούλους ἰδίους εἰς ὑπηρε 288 σίαν ἕκαστος κατὰ τὸν ἴδιον πλοῦτον· οἱ δὲ πολλοὶ ἐξ αὐτῶν καὶ παρθένοι ὑπῆρχον· ἦσαν δὲ ἐπιφερόμενοι καὶ πολὺν χρυσὸν ἐκ τῆς ἰδίας πατρίδος· ἀλλ' εὐχῆς χάριν καὶ τάγματος ἠγωνίζοντο καὶ διὰ τὸ ἔχειν δόξας εἰς τὴν ἰδίαν πατρίδα. πολὺν οὖν εἶχον ἀγῶνα καὶ φόβον ἐρχόμενοι· καὶ οἱ μὲν ἐπάλαιον, οἱ δὲ ἔτρεχον, οἱ δὲ ἐσάλπιζον, οἱ δὲ ἐπαγκρατίαζον, ἕτεροι δὲ ἐπύκτευον πυξίνοις δακτύλοις πυκτικὰς συμβολάς, ἄλλοι δὲ ἡνιόχουν ἵπποις πρωτοβόλοις, οἱ δὲ ἐφωνάσκουν τραγικὰ μέλη. ἦσαν δὲ καὶ παρθένοι κόραι φιλοσοφοῦσαι καὶ κατὰ τάγμα σωφροσύνης ἐρχόμεναι καὶ ἀγωνιζόμεναι καὶ παλαίουσαι μετὰ βομβωναρίων καὶ τρέχουσαι καὶ τραγῳδοῦσαι καὶ λέγουσαι ὕμνους τινὰς Ἑλληνικούς· αἵτινες γυναῖκες μετὰ γυναικῶν ἐμάχοντο ἀγωνιζόμεναι πικρῶς καὶ περὶ τὰ παλαίσματα καὶ περὶ τοὺς δρόμους καὶ τὸ φώνημα. καὶ εἴ τις ἐξ αὐτῶν εἴτε γυνὴ εἴτε νέος τοῦ ἱεροῦ, φησί, δήμου κράζοντος ἐστέφθη, ὁ στεφανούμενος ὡς νικητὴς σώφρων ἔμενεν ἕως τῆς τελευτῆς αὐτοῦ· ἐσφραγίζετο γὰρ εὐθέως μετὰ τὸν ἀγῶνα καὶ ἐγίνετο ἱερεύς. ὡσαύτως δὲ καὶ παρθένοι φιλόσοφοι αἱ στεφανούμεναι ἐγίνοντο μετὰ τὸν ἀγῶνα ἱέρειαι. κἀκεῖθεν ἀπεστρέφοντο πάντες. οἱ δὲ ἔχοντες κτήσεις χωρίων οὐ συνετέλουν ἀλλὰ ἀσυντελεῖς ἔμενον ἀφ' οὗ ἐστέφθησαν ἡ κτῆσις αὐτοῦ τὸν χρόνον καὶ μόνον τῆς 289 ζωῆς τοῦ στεφθέντος. εἰ δὲ καὶ ἐργαστηρίων τινῶν ἐδέσποζεν, ἀλειτούργητα ἔμενε τὸν χρόνον τῆς ζωῆς αὐτοῦ μόνου ἃ εἶχεν ἐργαστήρια ὁ ἀγωνισάμενος. τοσοῦτοι δὲ ἦσαν οἱ ἐρχόμενοι ἀγωνίσασθαι ὅτι οὐχ ὑπερεβάλλοντο ἀριθμῷ, ἀλλ' ὅσους συνέβη ἐλθεῖν κατὰ τάγμα καὶ εἴτε νέους εἴτε παρθένους κόρας πάντας ἐθεώρουν. καὶ ποτὲ μὲν πλῆθος ἤρχετο πολύ, ποτὲ οὐκ ἤρχετο, πρὸς τοὺς χρόνους καὶ τοὺς ἀνέμους τῆς θαλάσσης. Ἐπὶ δὲ τῆς τοῦ αὐτοῦ Κομμόδου βασιλείας ἔπαθεν ὑπὸ θεομηνίας Νικομήδεια, μητρόπολις τῆς Βιθυνίας, τὸ τρίτον αὐτῆς πάθος ἕως τῆς Μουδουπόλεως καὶ τοῦ ποταμοῦ τοῦ Σαγάρεως τὰ πέριξ μηνὶ μαΐῳ τῷ καὶ ἀρτεμισίῳ γʹ εἰς τὸ αὖγος. καὶ πολλὰ ἐχαρίσατο ὁ βασιλεὺς τῇ αὐτῇ πόλει καὶ ἀνήγειρεν αὐτήν. Ἐπὶ δὲ τοῦ αὐτοῦ Κομμόδου κτήτωρ τις καὶ πολιτευόμενος Ἀντιοχείας τῆς μεγάλης ὀνόματι Ἀρταβάνης, ἀλυτάρχης, μετὰ τὸ πληρῶσαι τὸ στεφάνιον τῶν Ὀλυμπίων ἐν Δάφνῃ ἐφιλοτιμήσατο ῥίψας ἐν τῇ ἱερᾷ Δάφνῃ τῷ δήμῳ καλαμίων συντόμια πολλὰ ἄρτων διαιωνιζόντων, καλέσας τοὺς αὐτοὺς ἄρτους πολιτικοὺς διὰ τὸ τῇ ἰδίᾳ αὐτοῦ πόλει τούτους χαρίσασθαι, ἀφορίσας ἐκ τῶν ἰδίων χωρίων πρόσοδον ἀναλογουμένην εἰς λόγον τῶν αὐτῶν ἄρ 290 των. καὶ ἀνήγειραν αὐτῷ οἱ Ἀντιοχεῖς στήλην ἐν Δάφνῃ μαρμαρίνην, ἐπιγράψαντες, Ἀρταβάνης αἰωνία μνήμη. Ὁ δὲ αὐτὸς Κόμμοδος βασιλεὺς ἀπελθὼν εἰς τὸν οἶκον Φαυστίνου, συγγενοῦς αὐτοῦ, ἀπὸ αἱματικοῦ χυμοῦ ἀθρόως ἐτελεύτησε. Μετὰ δὲ τὴν βασιλείαν Κομμόδου ἐβασίλευσε Περτίναξ ὁ καὶ Λούκιος Αὔγουστος μῆνας βʹ καὶ ἡμέρας ιηʹ. ἦν δὲ μακρός, εὐθώραξ, ἐπίρινος, ἁπλόθριξ, μεγαλόφθαλμος, γέρων, ὁλοπόλιος. τελευτᾷ δὲ σφαγεὶς ὑπὸ τῶν στρατιωτῶν, ὡς ἐξήρχετο ἐκ τοῦ παλατίου εἰς τὸν Μάρτιον, ὢν ἐτῶν οʹ. Μετὰ δὲ τὴν βασιλείαν Περτίνακος ἐβασίλευσε Δίδιος Ἰουλιανὸς ὁ καὶ Σίλβιος μῆνας ζʹ. ἦν δὲ μακρός, μιξοπόλιος, οὐλόθριξ, σύνοφρυς, ὑπόστραβος, λεπτοχαράκτηρος, μελίχρους. Ἔκτισε δὲ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τὸ λεγόμενον Πλεθρίν, ἐπειδὴ εἰς τὸ θέατρον ἐπετέλουν τὰς πάλας ἐν τοῖς Ὀλυμπίοις. καὶ διὰ μηνύσεως τῶν τῆς πόλεως Ἀντιοχείας κτητόρων δεηθέντων παρέσχεν αὐτοῖς χρήματα εἰς τὸ κτίσαι τὸ αὐτὸ Πλεθρίν· καὶ ἔκτισαν αὐτὸ πλησίον τοῦ Καισαρίου, ἀγοράσαντες τὴν οἰκίαν Ἀσαβίνου πολιτευομένου, Ἰουδαίου τὴν θρησκείαν, πλησίον τοῦ Ξυστοῦ καὶ τοῦ Κομμοδίου δημοσίου. ἐσφάγη δὲ ὁ αὐτὸς Ἰουλιανὸς Δίδιος ὑπὸ κουβικουλαρίου εἰς τὴν πηγὴν τοῦ παλατίου 291 Ῥώμης ἔσω, ὡς προσέχει τοῖς ἰχθύσι, κατὰ συσκευὴν τοῦ μετ' αὐτόν. ἦν δὲ ἐνιαυτῶν ξʹ. Μετὰ δὲ τὴν βασιλείαν Διδίου Ἰουλιανοῦ ἐβασίλευσεν ὁ θειότατος Σέβηρος ὁ καὶ Σεπτίμιος, ὑπὸ τῆς συγκλήτου Ῥώμης ψηφισθείς, ἐπὶ τῆς ὑπατείας Φλάκωνος καὶ Κλάρου. ἐβασίλευσε δὲ ἔτη ιζʹ καὶ μῆνας θʹ. ἦν δὲ διμοιριαῖος τῇ ἡλικίᾳ, λεπτός, εὔστηθος, μακρόρινος, εὐόφθαλμος, μελάγχροος, οὐλόθριξ, ὁλοπόλιος, μεγαλοπώγων, τοὺς πόδας στυφόμενος, μεγαλόψυχος, ὀργίλος. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτυράννησεν Ἀλβῖνος ὁ συγκλητικός· ὅντινα ὁ στρατός, ὡς πολεμεῖ τοῖς Γήπεσι πεμφθεὶς παρὰ τοῦ πρὸ αὐτοῦ βασιλέως Διδίου, ἀνηγόρευσε βασιλέα αὐθεντήσας τὴν σύγκλητον. καὶ κατεδίωξεν αὐτὸν ὁ Σέβηρος ἐν τῇ Θρᾴκῃ, καὶ παραλαβὼν αὐτὸν ἐφόνευσεν. Ἐλθὼν δὲ ὁ Σέβηρος ἐπὶ τὸ Βυζάντιον, καὶ ἑωρακὼς τὴν τοποθεσίαν τῆς πόλεως καλήν, ἀνήγειρε τὴν Βυζούπολιν, καὶ ἔκτισε δημόσιον λουτρὸν τὸ λεγόμενον Ζεύξιππον διότι ἐκεῖ ἵστατο ἐν μέσῳ τοῦ τετραστῴου στήλη χαλκῆ τοῦ Ἡλίου, καὶ ὑποκάτω αὐτῆς ἔγραψε τὸ μυστικὸν ὄνομα τοῦ ἡλίου, Ζευξίππῳ θεῷ· οἱ γὰρ Θρᾷκες οὕτως ἔλεγον τὸν ἥλιον. οἱ δὲ τῆς πόλεως Βύζης οὕτως ὠνόμαζον τὸ αὐτὸ δημόσιον Ζεύξιππον κατὰ τὸ ὄνομα ὅπερ 292 εἶχε τὸ πρότερον ὁ τόπος, καὶ οὐκέτι, ὡς εἶπεν ὁ βασιλεύς, εἰς τὸ ἴδιον αὐτοῦ ὄνομα ἐκάλουν αὐτὸ Σεβήριον. ὁ δὲ βασιλεὺς Σέβηρος τὸ Τετράστῳον, οὗπερ ἐν μέσῳ ἵστατο ἡ στήλη τοῦ ἡλίου, προσέθηκε τὸ δημόσιον ὃ ἔκτισεν αὐτός, ἀντ' αὐτοῦ κτίσας ἐν τῇ ἀκροπόλει τῆς αὐτῆς Βυζουπόλεως ναόν, ἤτοι ἱερόν, τῷ Ἡλίῳ, πλησίον τῶν ὄντων ἐκεῖ ἄλλων δύο ἱερῶν τῶν κτισθέντων πρῴην ὑπὸ μὲν Βύζου τῇ Ἀρτέμιδι σὺν τῇ ἐλάφῳ, ὑπὸ δὲ Φιδαλίας Ἀφροδίτῃ· καὶ ἀναγαγὼν ἐκ τοῦ Τετραστῴου ὁ Σέβηρος τὸ ἄγαλμα τοῦ Ἡλίου ἔστησεν ἄνωθεν τοῦ ἱεροῦ, καὶ κτίσας ὁ αὐτὸς βασιλεὺς καὶ κατέναντι τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος κυνήγιον μέγα πάνυ, καὶ κατέναντι τοῦ ἱεροῦ τῆς Ἀφροδίτης θέατρον. τὸ δὲ Ἱππικὸν ἔστησεν εἰς τὸ αὐτὸ Βυζάντιον ὁ αὐτὸς θειότατος Σέβηρος ἀγοράσας οἰκήματα, καὶ τὸν κῆπον τὸν ὄντα ἐκδενδρώσας ἐποίησε τὸ Ἱππικὸν τοῖς Βυζαντίοις· ὅπερ οὐκ ἔφθασε πληρῶσαι. καὶ τὸ δὲ λεγόμενον Στρατήγιον ἀνενέωσεν ὁ αὐτὸς Σέβηρος· πρῴην γὰρ ἦν κτισθὲν ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος, ὅτε κατὰ Δαρείου ἐπεστράτευσεν, ὃς καὶ ἐκάλεσε τὸν τόπον Στρατήγιον· ἐκεῖ γὰρ στρατηγήσας τὰ τοῦ πολέμου ὥρμησεν εἰς τὸ πέραν κατὰ Περσῶν. Ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Σεβήρου ἐτυράννησε καὶ ἄλλος συγκλητικὸς Νίγερ τις ὀνόματι, κατελθὼν κατὰ Περσῶν· καὶ μετὰ τὸ ποιῆσαι πάκτα εἰρήνης πρὸς Πέρσας ἀκούσας ὁ στρατὸς 293 ὅτι τινὲς τῆς συγκλήτου Ῥώμης αὐτὸν ὠνόμασαν βασιλέα, ἀνηγόρευσαν τὸν αὐτὸν Νίγερτα βασιλέα. καὶ παρέλαβε πᾶσαν τὴν ἀνατολὴν ἕως τῆς Αἰγύπτου· ὅντινα οὐκ ἐδέξαντο οἱ Λαοδικεῖς Σύροι, ἀλλ' ἀντέστησαν αὐτῷ. καὶ φοσατεύσας παρέλαβε Λαοδίκειαν, καὶ ἔστρεψεν αὐτὴν καὶ κατέσφαξε πάντας. Καὶ ἐπεστράτευσε κατ' αὐτοῦ ὁ αὐτὸς Σέβηρος, καὶ καταδιώξας ἔφθασεν αὐτὸν ἐν Θηβαΐδι τῆς Αἰγύπτου· ὅντινα πολέμῳ συλλαμβανόμενος ἐφόνευσεν. καὶ ὑποστρέψας ἀπὸ τῆς Θηβαΐδος μετὰ τὴν νίκην ἠγανάκτει κατὰ τῶν Ἀλεξανδρέων, διότι ἐδέξαντο τὸν Νίγερτον τύραννον καὶ ἐπέγραψαν εἰς τὰς πόρτας αὐτῶν, Τοῦ κυροῦ Νίγερος ἡ πόλις. καὶ ἀπαντήσαντες τῷ αὐτῷ βασιλεῖ Σεβήρῳ οἱ δῆμοι τῆς αὐτῆς Ἀλεξανδρέων μεγάλης πόλεως ἔκραζον ταῦτα, Οἴδαμεν, εἰρήκαμεν, Τοῦ κυροῦ Νίγερος ἡ πόλις· σὺ ἦσθα ὁ κῦρις αὐτοῦ. καὶ δεξάμενος τὸ ἕτοιμον τῆς ἀπολογίας συνεχώρησεν αὐτοῖς τὸ πταῖσμα καὶ ἰνδουλγεντίας αὐτοῖς παρασχὼν ἐδέξατο αὐτούς. καὶ ἔκτισεν αὐτοῖς δημόσιον λουτρόν, ὃ ἐπεκάλεσε Σεβήριον· ἔκτισε δὲ καὶ ἱερὸν τῆς Ῥέας. ἐν τῷ δὲ μέλλειν αὐτὸν ἐξιέναι συνέσχε Θερμόν τινα ὀνόματι, ὅστις ὑπῆρχε τῶν πρώτων ἀξιωματικῶν Ἀλεξανδρείας τῆς μεγάλης καὶ ἀγαπώμενος ἀπὸ τῶν πολιτῶν· ὅστις Θερμὸς ἦν κτίσας ἐν τῇ πόλει ἐκ τῶν ἰδίων δημόσιον λουτρόν, ὃ ἐπεκάλεσε Θέρμα εἰς ὄνομα ἑαυτοῦ. ὅντινα Θερμὸν ἐδήμευσεν Σέβηρος, ὡς φίλον τοῦ Νίγερος. ἀπὸ δὲ Ἀλεξανδρείας ἐξελθὼν ἦλθεν ἐν Λαοδικείᾳ τῆς Συρίας, καὶ 294 ἐπῄνησε τοὺς ὑπολειφθέντας Λαοδικεῖς, καὶ πολλὰ αὐτοῖς ἐχαρίσατο καὶ δίκαιον μητροπόλεως παρέσχε τῇ αὐτῇ πόλει τὸν χρόνον τῆς βασιλείας αὐτοῦ καὶ μόνον, καὶ Σεπτιμίους ἐκέλευσεν αὐτοὺς χρηματίζειν εἰς τὸ ἴδιον αὐτοῦ ἐπώνυμον, καὶ ἀξίας συγκλητικῶν παρέσχε τοῖς περισωθεῖσιν ἀξιωματικοῖς τῆς αὐτῶν Λαοδικέων πόλεως, διότι οὐκ ἐδέξαντο τὸν τύραννον Νίγερα, ἀλλ' ἐπολέμησαν αὐτῷ. καὶ παρέσχεν αὐτοῖς καὶ σιτωνικὰ χρήματα πολλὰ καὶ πολιτικὰ χρήματα πολλά, ἐτήσια θεσπίσας ἔχειν αὐτοὺς εἰς ἐπανόρθωσιν τῆς πόλεως αὐτῶν, ὅτι ὅτε ἦν παραλαβὼν αὐτὴν ὁ Νίγερ, ἔκαυσε καὶ ἔστρεψε καὶ πάντας κατέσφαξε τοὺς ἀντισταθέντας καὶ πολεμήσαντας αὐτῷ. ἔκτισε δὲ τοῖς αὐτοῖς Λαοδικεῦσιν ὁ Σέβηρος καὶ Ἱππικὸν καὶ Κυνήγιον καὶ δημόσιον λουτρὸν πλησίον κάτω τοῦ λιμένος, εὑρηκὼς ἐκεῖ πηγήν. ἔκτισε δὲ ἐκεῖ καὶ τὸ λεγόμενον Ἑξάστῳον. Ἐλθὼν δὲ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ πολλὰ καὶ αὐτοῖς ἐχαρίσατο· κληδόνα γὰρ νίκης ἔδωκαν αὐτῷ κράζοντες, ἐξιόντι εἰς Αἴγυπτον κατὰ Νίγερος. ἔκτισε δὲ τοῖς αὐτοῖς Ἀντιοχεῦσι δημόσιον λουτρὸν μέγα παρὰ τὸ ὄρος, ὃ ἐπεκάλεσεν εἰς ὄνομα αὐτοῦ Σεβηριανόν. ἐκέλευσε δὲ τοῖς αὐτόθι πολιτευομένοις ἐκ τῆς περισσείας τῶν ἀπομεινάντων ἐγκαυστικῶν χρημάτων ἐκ τῶν δημοσίων τῶν πεσόντων κτίσαι τῇ πόλει δημόσιον λουτρὸν ἄλλο· οἵτινες πολιτευόμενοι ἀγοράσαντες τὴν οἰκίαν πᾶσαν τῆς Λιβίας τῆς πολιτίσσης καὶ τὸ λουτρὸν αὐτῆς καὶ τὸν κῆπον ἔκτισαν ἐκεῖ 295 δημόσιον λουτρὸν εἰς τὴν πεδιάδα τῆς πόλεως. ὅπερ δημόσιον πληρώσαντες ἐπωνόμασαν διαφθονούμενοι ἀλλήλοις Λιβιανὸν εἰς ὄνομα τῆς πωλησάσης τὸν τόπον. ὁ δὲ αὐτὸς Σέβηρος ἐξελθὼν εἰς ἄλλον πόλεμον ἐτελεύτησεν εἰς τὸ βαρβαρικὸν ἐπὶ τὴν δύσιν, ὢν ἐνιαυτῶν ξεʹ. Μετὰ δὲ τὴν βασιλείαν Σεβήρου ἐβασίλευσεν Ἀντωνῖνος Γέτας ἔτος αʹ. ἦν δὲ κονδοειδής, πλάτοψις, σιμός, ὑποφάλακρος, μιξοπόλιος, προγάστωρ, μεγαλόστομος, λευκόχρους, μικρόφθαλμος. ἀνεῖλεν δὲ αὐτὸν ὁ στρατός, καὶ τελευτᾷ ὢν ἐνιαυτῶν ναʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀντωνίνου Γέτα ἐβασίλευσεν Ἀντωνῖνος ὁ Καράκαλλος, υἱὸς Σεβήρου ἔτη ςʹ καὶ ἡμέρας κβʹ. ἦν δὲ εὐμήκης καὶ εὐσθενής, εὔχροος, στρεβλόρινος, δασυπώγων, μιξοπόλιος, οὐλόθριξ. ἐφιλεῖτο δὲ ὑπὸ τοῦ δήμου Ῥώμης παντός· ἔχαιρε δὲ εἰς τὸ Πράσινον μέρος. ἐσφάγη δὲ ἐν τῷ παλατίῳ, ὡς ἐξήρχετο εἰς τὸ ἱερόν, ὢν ἐνιαυτῶν μζʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀντωνίνου Καρακάλλου ἐβασίλευσε Βαλεριανὸς ἔτη ςʹ. ἦν δὲ κονδοειδής, λεπτός, ἁπλόθριξ, πολιός, ὑπόσιμος, δασυπώγων, μελάγκορος, μεγαλόφθαλμος, δειλός, σκνιφός. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας εἷς τῶν πολιτευομένων Ἀντιοχείας τῆς μεγάλης ὀνόματι Μαριάδης, ἐκβληθεὶς ἐκ τῆς βουλῆς κατὰ συσκευὴν τοῦ παντὸς βουλευτηρίου καὶ τοῦ δήμου, ἐλείπετο γὰρ εἰς τὰ ἱππικά, εἰς οἷον δήποτε μέρος ἐστρατήγησε, 296 μὴ ἀγοράζων ἵππους, ἀλλὰ τὰ τοῦ ἱππικοῦ δημόσια ἀποκερδαίνων, ἀπῆλθεν εἰς τὴν Περσίδα καὶ ἐπηγγείλατο τῷ βασιλεῖ Περσῶν Σάπωρι προδίδειν αὐτῷ Ἀντιόχειαν τὴν μεγάλην, τὴν ἰδίαν αὐτοῦ πόλιν. καὶ ἦλθεν ὁ αὐτὸς Σαπώρης, βασιλεὺς Περσῶν, μετὰ δυνάμεως στρατοῦ πολλοῦ διὰ τοῦ λιμίτου Χαλκίδος, καὶ παραλαμβάνει τὴν Συρίαν πᾶσαν καὶ πραιδεύει αὐτήν. καὶ παραλαμβάνει Ἀντιόχειαν τὴν μεγάλην πόλιν ἐν ἑσπέρᾳ καὶ πραιδεύει αὐτήν, καὶ στρέφει καὶ καίει αὐτήν, χρηματιζούσης τότε τῆς μεγάλης Ἀντιοχείας τιδʹ. ἀπεκεφάλισε δὲ καὶ τὸν πολιτευόμενον, ὡς προδότην ὄντα πατρίδος ἰδίας. παρέλαβε δὲ καὶ πάντα τὰ ἀνατολικὰ μέρη, καὶ στρέφει καὶ καίει καὶ πραιδεύει αὐτὰ καὶ ἐφόνευσε πάντας, ἕως πόλεως Ἐμίσης τῆς τοῦ Λιβάνου Φοινίκης. καὶ ἐξελθὼν ὁ ἱερεὺς τῆς Ἀφροδίτης ὀνόματι Σαμψιγέραμος μετὰ βοηθείας ἀγροικικῆς καὶ σφενδοβόλων ὑπήντησεν αὐτῷ. καὶ προσεσχηκὼς ὁ Σαπώρης, βασιλεὺς Περσῶν, ἱερατικὸν σχῆμα, παρήγγειλε τῷ στρατῷ τῷ ἰδίῳ μὴ τοξεῦσαι κατ' αὐτῶν μήτε ἐπελθεῖν αὐτοῖς μήτε πολεμῆσαι αὐτοῖς, εἰς πρεσβείαν δεχόμενος τὸν ἱερέα· προεδήλωσε γὰρ αὐτῷ ὁ ἱερεὺς δέξασθαι αὐτὸν πρεσβεύοντα ὑπὲρ τῆς ἰδίας χώρας. ἐν τῷ δὲ διαλέγεσθαι αὐτὸν τῷ ἱερεῖ, ἐν ὑψηλῷ βωμῷ καθημένου τοῦ αὐτοῦ βασιλέως Σαπώρη, ἔῤῥιψεν εἷς τῶν ἀγροίκων σφενδοβόλῳ λίθον, καὶ ἔδωκε τῷ αὐτῷ Σαπώρῃ βασιλεῖ κατὰ τοῦ μετώπου, καὶ εὐθέως ἀπέθανεν ἐπὶ τὸν τόπον. καὶ ταραχῆς γενομένης, 297 ἤκουσεν ὁ στρατὸς αὐτοῦ ὅτι ἀπέθανε· καὶ ὑπολαβόντες Ῥωμαίους καταφθάσαι, ἔφυγον ἐπὶ τὸ λίμιτον πάντες, διωκόμενοι ὑπὸ τῶν ἀγροίκων καὶ τοῦ ἱερέως Σαμψιγεράμου, ἐάσαντες τὰ τῆς πραίδας πάντα, ἀφανεῖς ἐγένοντο. ὑπήντησε δὲ αὐτοῖς διὰ τοῦ λιμίτου, ἀντιποιούμενος Ῥωμαίων, Ἔναθος, βασιλεὺς Σαρακηνῶν βαρβάρων, ὁ κρατῶν τὴν Ἀραβίαν χώραν· ὅστις εἶχε γυναῖκα Ζηνοβίαν ὀνόματι, Σαρακηνὴν βασίλισσαν. καὶ πάντας τοὺς Πέρσας τοὺς τῆς βοηθείας Σαπώρη ἀνήλωσεν Ἔναθος, βασιλεὺς Σαρακηνῶν, καθὼς Δομνῖνος ὁ σοφὸς χρονογράφος ἐξέθετο· ὁ δὲ σοφώτατος Φιλόστρατος ἄλλως συνεγράψατο τὰ περὶ Σάπωρος, βασιλέως Περσῶν, εἰπὼν ὅτι καὶ τὴν Συρίαν παρέλαβε καὶ ἔκαυσε σὺν τῇ μεγάλῃ Ἀντιοχείᾳ καὶ ἄλλας πόλεις πολλάς, ὁμοίως δὲ καὶ τὴν Κιλικίαν παρέλαβε, καύσας Ἀλεξάνδρειαν τὴν μικρὰν καὶ Ῥωσσὸν καὶ Ἀνάζαρβον καὶ Αἰγὰς καὶ Νικόπολιν καὶ ἄλλας πολλὰς πόλεις τῆς Κιλικίας, καὶ διὰ τῆς Καππαδοκίας κατῆλθεν ἐπὶ τὰ Περσικὰ μέρη, καὶ ὅτι ἀπήντησεν αὐτῷ Ἔναθος, βασιλεὺς Σαρακηνῶν, εἰς συμμαχίαν αὐτοῦ, φησίν, ἐλθών, καὶ ἐφόνευσεν αὐτόν. Δομνῖνος δὲ ἀληθέστερον μᾶλλον ἐξέθετο, εἰρηκὼς ὅτι ἐπὶ τὴν Κιλικίαν Σπάτην τὸν σατράπην αὐτοῦ ἐξέπεμψε μετὰ πλήθους. Ὁ δὲ Βαλεριανὸς βασιλεὺς ἐξελθὼν ἀπὸ Ῥώμης ἦν ἀπελθὼν εἰς πόλεμον εἰς Μιζουλανόν· καὶ ἐγνώσθη αὐτῷ διὰ τὴν ἀνατολήν, καὶ ἤθελεν ὑποστρέψαι καὶ κατελθεῖν εἰς τὴν ἀνατολήν, 298 καὶ οὐκ ἠδυνήθη, ἀλλὰ μεσασθεὶς ἐσφάγη ἐκεῖ εἰς Μιζουλανόν, ὢν ἐνιαυτῶν ξαʹ. Μετὰ δὲ τὴν βασιλείαν Βαλεριανοῦ ἐβασίλευσε Γαλλιενὸς ὁ καὶ Λικινιανὸς ἔτη ιδʹ. ἦν δὲ τῇ ἡλικίᾳ τέλειος καὶ γενναῖος, μελάγχροος, οὐλόθριξ, δασυπώγων, εὔρινος, μεγαλόφθαλμος, μεγαλόψυχος· ἐφίλει δὲ τὸ Βένετον μέρος. καὶ ἢ μόνον ἐβασίλευσεν, ἐπεστράτευσε κατὰ Περσῶν καὶ κατῆλθεν εἰς ἐκδίκησιν Ῥωμαίων· καὶ πολλὰ παρέσχε τοῖς πραιδευθεῖσι καὶ ζήσασι, καὶ ἀνήγειρε τὰ καυθέντα καὶ ἐκούφισε τὰς συντελείας ἐπὶ ἔτη δʹ. ἔκτισε δὲ καὶ ἱερὸν ἐν Ἐμίσῃ μέγα. καὶ συμβαλὼν πόλεμον πρὸς τοὺς Πέρσας, καὶ πολλῶν πεσόντων ἐξ ἀμφοτέρων τῶν μερῶν, ἐποίησεν εἰρήνης πάκτα. κἀκεῖθεν ὑποστρέψας ἀπῆλθεν εἰς τὴν Ἀραβίαν, καὶ συνέβαλε πόλεμον τῷ Ἐνάθῳ, βασιλεῖ Σαρακηνῶν βαρβάρων, καὶ ἐφόνευσεν αὐτόν, καὶ παρέλαβε τὴν Ἀραβίαν· καὶ ὑπέστρεψεν ἐν Ῥώμῃ, καὶ νόσῳ βληθεὶς τελευτᾷ, ὢν ἐνιαυτῶν νʹ. Μετὰ δὲ τὴν βασιλείαν Γαλλιενοῦ τοῦ καὶ Λικινιανοῦ ἐβασίλευσε Κλαύδιος Ἀπολλιανὸς ἔτη θʹ. ἦν δὲ διμοιριαῖος, λευκός, προκοίλιος, ἁπλόθριξ, πλάτοψις, ὑπόσιμος, ὑπόγλαυκος, ὑπόξανθος, στρεβλόστομος, μικρὸν ὑπότραυλος, μεγαλόψυχος ἔχαιρε δὲ τῷ Πρασίνῳ μέρει. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ἔπαθε Νικομήδεια, μητρόπολις 299 τῆς Βιθυνίας τὸ τέταρτον αὐτῆς πάθος ἀπὸ θεομηνίας ἕως ποταμῶν καὶ Δακιβίζης. καὶ ἐφιλοτιμήσατο τοῖς ζήσασι πολλὰ καὶ τῇ πόλει. Ἐν αὐτῷ χρόνῳ Ζηνοβία ἡ Σαρακηνή, ἡ Ἐνάθου γυνή, ἐκδικοῦσα τὸν θάνατον τοῦ ἰδίου αὐτῆς ἀνδρός, λαβοῦσα τοὺς συγγενεῖς αὐτοῦ, παρέλαβε τὴν Ἀραβίαν, κατεχομένην τότε ὑπὸ Ῥωμαίων, φονεύσασα καὶ τὸν δοῦκα Ῥωμαίων Τρασσὸν καὶ πᾶσαν τὴν σὺν αὐτῷ βοήθειαν ἐπὶ τῆς αὐτοῦ Ἀπουλλιανοῦ τοῦ καὶ Κλαυδίου βασιλείας. ὁ δὲ αὐτὸς βασιλεὺς Κλαύδιος ἐν τῷ Σιρμίῳ ἦν πολεμῶν, κἀκεῖσε τελευτᾷ, ὢν ἐτῶν νςʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἀπολλιανοῦ Κλαυδίου ἐβασίλευσε Κυντιλλιανὸς ἡμέρας ιζʹ. ἦν δὲ διμοιριαῖος, λεπτός, μάκροψις, μακρόρινος, μελάγχροος, ἁπλόθριξ, εὐόφθαλμος, μιξοπόλιος τὴν κάραν καὶ τὸ γένειον. καὶ τελευτᾷ ἐν τῷ παλατίῳ, ἠῤῥώστει γάρ, ὅτε ἀνηγορεύθη βασιλεὺς δεινῇ ἀνάγκῃ, ὢν ἐνιαυτῶν μαʹ. Μετὰ δὲ τὴν βασιλείαν Κυντιλλιανοῦ ἐβασίλευσεν ὁ θειότατος Αὐρηλιανὸς ὁ πολεμικὸς ἔτη ςʹ. ἦν δὲ μακρός, λεπτός, ὑποφάλακρος, μικρόφθαλμος, ὁλοπόλιος, μεγαλόψυχος, εὔσκυλτος· ἐφόρει δὲ διάδημα ἔχον ἀστέρα. ἢ μόνον δὲ ἐβασίλευσεν, ἤρξατο τὰ τείχη Ῥώμης κτίζειν γενναῖα· ἦν γὰρ τῷ χρόνῳ φθαρέντα. αὐτὸς δὲ ἐφέστηκε τῷ ἔργῳ, καὶ ἠνάγκαζε τὰ συνέργεια Ῥώμης ὑπουργεῖν τῷ κτίσματι, καὶ πληρώσας τὰ τείχη ἐν ὀλίγῳ 300 πάνυ χρόνῳ, ἐποίησε θείαν αὐτοῦ κέλευσιν ἵνα ἐξ ἐκείνου τοῦ χρόνου οἱ τῆς πόλεως πάσης ἐργαστηριακοὶ Αὐρηλιανοὶ χρηματίζουσι, τοῦ βασιλικοῦ ὀνόματος λαβόντες τὴν ἀξίαν ὑπὲρ τιμῆς καὶ κόπων. ὁ δὲ αὐτὸς Αὐρηλιανὸς δεξάμενος μήνυσιν, ἐπεστράτευσε κατὰ Ζηνοβίας, βασιλίσσης Σαρακηνῶν, εἰς τὴν ἀνατολὴν ἀπελθών. ἐμηνύθη γὰρ περὶ αὐτῆς ὅτι ἐπραίδευσε καὶ ἔκαυσε τὰ ἀνατολικὰ μέρη ἕως τῶν ὁρίων Ἀντιοχείας τῆς μεγάλης, πλησίον τοῦ Ὀρόντου ποταμοῦ κατασκηνώσασα. ἢ μόνον δὲ κατέφθασεν ὁ αὐτὸς βασιλεὺς Αὐρηλιανὸς Ἀντιόχειαν, εὐθέως ὥρμησεν, ὡς ἔχει, κατ' αὐτῆς ἐξελθών· καὶ συγκρούσας κατέκοψε τὰ πλήθη αὐτῆς πάντα. παραλαβὼν δὲ αὐτὴν Ζηνοβίαν, ἐκάθισεν εἰς δρομωναρίαν κάμηλον· καὶ πομπεύσας αὐτὴν εἰς τὰς ἀνατολικὰς χώρας πάσας εἰσήγαγεν αὐτὴν καὶ εἰς Ἀντιόχειαν τὴν μεγάλην. καὶ θεωρήσας ἐκεῖ ἱπποδρόμιον εἰσήγαγεν αὐτὴν εἰς δρομωναρίαν κάμηλον. καὶ κτίσας ἐν αὐτῇ Ἀντιοχείᾳ τόπον, ἔστησεν αὐτὴν ἄνω δεδεμένην ἐπὶ ἡμέρας τρεῖς· ὅντινα τόπον κτίσας ἐκάλεσε θρίαμβον. κἀκεῖθεν κατενεγκὼν αὐτὴν ἀπήγαγεν ἐν τῇ Ῥώμῃ, ὡς βασίλισσαν βαρβάρων Σαρακηνῶν· καὶ θριαμβεύσας αὐτὴν ἐν τῇ Ῥώμῃ τῷ πρῴην σχήματι ἀπεκεφάλισεν αὐτήν. Ὁ δὲ αὐτὸς βασιλεὺς Αὐρηλιανὸς καὶ τὴν Ἀραβίαν, κατεχομένην ὑπὸ βαρβάρων Σαρακηνῶν, συγγενῶν Ἐνάθου Σαρακηνοῦ, φονεύσας πάντας ἐποίησεν αὐτὴν ὑπὸ Ῥωμαίους εἶναι ἐπαρχίαν. 301 Ἐν δὲ τῷ μέλλειν αὐτὸν ἐξιέναι ἀπὸ Ἀντιοχείας τῆς μεγάλης ἐστασίασαν οἱ λεγόμενοι Μονητάριοι Ἀντιοχείας ἐπὶ αὐτοῦ, κράζοντες διὰ συνηθείας τινάς. καὶ ἀγανακτήσας κατ' αὐτῶν ἐτιμωρήσατο αὐτούς. Ὁ δὲ αὐτὸς Αὐρηλιανὸς καὶ Δακίαν ἐποίησεν ἐπαρχίαν τὴν παραποταμίαν, πλησίον οὖσαν τοῦ Δανουβίου ποταμοῦ. συνέβαλε δὲ ὁ αὐτὸς Αὐρηλιανὸς ἄλλον πόλεμον· καὶ ὑπὸ τοῦ ἰδίου στρατοῦ ἐδολοφονήθη ἐν τόπῳ καλουμένῳ Καινῷ Φρουρίῳ, ὡς κακῶς στρατηγήσας τὸν στρατόν. καὶ τελευτᾷ ὢν ἐνιαυτῶν ξαʹ. Μετὰ δὲ τὴν βασιλείαν Αὐρηλιανοῦ ἐβασίλευσε Τάκιτος Αὔγουστος μῆνας
254.5.1
ἦν δὲ διμοιριαῖος, λεπτός, ὑποφάλακρος, ἐλλόγιμος, κονδόθριξ, ὁλοπόλιος, λεπτόρινος, φρόνιμος. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἀνεφάνη Μανιχαῖός τις ὀνόματι Κέρδων, δογματίζων καὶ διδάσκων καὶ συνάγων ὄχλους. ἐπὶ δὲ τῆς βασιλείας τοῦ αὐτοῦ Τακίτου ἐγένετο πόλεμος ἐν τῇ Ποντικῇ· καὶ κατῆλθεν ὁ αὐτὸς βασιλεὺς πολεμῶν, καὶ ἐσφάγη ἐν Ζταννικῇ τῆς Πόντου ὢν ἐνιαυτῶν οεʹ. Μετὰ δὲ τὴν βασιλείαν Τακίτου ἐβασίλευσε Φλωριανὸς Αὔγουστος μῆνας βʹ. ἦν δὲ κονδοειδής, παχύς, ἀναφάλας, λευκός, οἰνοπαὴς τοὺς ὀφθαλμούς, ὑπόσιμος, μιξοπόλιος τὴν κάραν καὶ τὸ γένειον, πάνυ δὲ δριμύτατος. ἐπεστράτευσε δὲ κατὰ 302 Περσῶν, καὶ ὡς κατέρχεται ἐν Ταρσῷ, ἐσφάγη ὑπὸ τῶν ἰδίων, ὢν ἐνιαυτῶν ξεʹ. Μετὰ δὲ τὴν βασιλείαν Φλωριανοῦ ἐβασίλευσεν Ἤλιος Πρόβος ἔτη γʹ καὶ μῆνας
254.6.1
ἦν δὲ διμοιριαῖος, προγάστωρ, ἁπλόθριξ, ἀσσόκουρος, δασυπώγων, μελάγχρους, πυῤῥακής, εὐόφθαλμος, σοφὸς πάνυ· ἐφίλει δὲ τὸ Πράσινον μέρος. ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἐπεκόσμησεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τὸ λεγόμενον Μουσεῖον, καὶ τὸ ἐν αὐτῷ Νυμφαῖον τὸ σιγματοειδές, γράψας ἐν αὐτῷ διὰ μουσαρίου τὸν Ὠκεανόν. ὁ δὲ αὐτὸς βασιλεὺς καὶ τὰς σιτήσεις τῆς αὐτῆς πόλεως Ἀντιοχείας ἐκ τοῦ δημοσίου ἔταξεν, ἵνα δωρεὰν παιδεύωσι διὰ θείας αὐτοῦ προστάξεως θεσπίσας. Ὁ δὲ αὐτὸς βασιλεὺς Πρόβος ἐπολέμησε τοῖς Γότθοις ἐν τῷ Σιρμίῳ· καὶ ἐν τῷ πολεμεῖν αὐτὸν ἐγένετο λιμὸς κοσμικὸς μέγας, καὶ μὴ εὑρεθέντων ἀναλωμάτων ἐστασίασεν ὁ στρατός· καὶ ἐπελθόντες ἔσφαξαν αὐτὸν ἐν τῷ Σιρμίῳ ὄντα ἐνιαυτῶν νʹ. Μετὰ δὲ τὴν βασιλείαν Πρόβου ἐβασίλευσεν ὁ θειότατος Κᾶρος ἔτη βʹ. ἦν δὲ κονδοειδής, εὔστηθος, λευκός, ἁπλόθριξ, μιξοπόλιος, ὑπόγλαυκος, πλάτοψις, εὔρινος, παχύχειλος, ὑπερήφανος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ὑπέταξε χώραν, ἥντινα ἐκάλεσε Καρίαν, ποιήσας αὐτὴν ἐπαρχίαν. ἐπεστράτευσε δὲ κατὰ Περσῶν, καὶ εἰσελθὼν παρέλαβε τὰ Περσικὰ μέρη ἕως Κτησιφῶντος πόλεως, καὶ ὑπέστρεψεν. ἐτείχισε δὲ ἐν τῷ λιμίτῳ 303 κάστρον, ὅπερ ἐποίησε πόλιν, δοὺς αὐτῇ καὶ δίκαιον πόλεως, ὃ ἐκάλεσεν εἰς ἴδιον ὄνομα Κάρας. ὑποστρέψας δὲ ἐν Ῥώμῃ, ἐξῆλθεν ἐν ἄλλῳ πολέμῳ Οὕννους, καὶ ἐσφάγη ἐπὶ τῆς ὑπατείας Μαξίμου καὶ Ἰανουαρίου, ὢν ἐτῶν ξʹ ἥμισυ. Μετὰ δὲ τὴν βασιλείαν Κάρου ἐβασίλευσε Νουμεριανὸς Αὔγουστος ἔτη δύο. ἦν δὲ μακρός, λεπτός, ἁπλόθριξ, μάκροψις, λεπτοχαράκτηρος, εὐπώγων, μιξοπόλιος, εὔρινος, εὐόφθαλμος, μελάγχροος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας διωγμὸς χριστιανῶν μέγας ἐγένετο· ἐν οἷς ἐμαρτύρησεν ὁ ἅγιος Γεώργιος ὁ Καππάδοξ καὶ ὁ ἅγιος Βαβυλᾶς· ἦν γὰρ ἐπίσκοπος Ἀντιοχείας τῆς μεγάλης. καὶ κατέφθασεν ὁ αὐτὸς βασιλεὺς Νουμεριανός, ἀπιὼν πολεμῆσαι κατὰ Περσῶν. καὶ θέλων κατασκοπῆσαι τῶν χριστιανῶν τὰ θεῖα μυστήρια, ἐβουλήθη εἰσελθεῖν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ, ὅπου συνήγοντο οἱ χριστιανοί, εἰς τὸ θεάσασθαι τί ἐστιν ἃ ποιοῦσι μυστήρια, ἀκούσας ὅτι κρυπτόμενοι τελοῦσι τὰς λειτουργίας αὐτῶν οἱ αὐτοὶ Γαλιλαῖοι. καὶ ἐλθὼν πλησίον ἐξαίφνης ὑπηντήθη ὑπὸ τοῦ ἁγίου Βαβυλᾶ· καὶ ἐκώλυσεν αὐτόν, λέγων αὐτῷ ὅτι Μεμιαμμένος ὑπάρχεις ἐκ τῶν θυσιῶν τῶν εἰδώλων· καὶ οὐ συγχωρῶ σοι ἰδεῖν μυστήρια θεοῦ ζῶντος. καὶ ἀγανακτήσας ὁ βασιλεὺς Νουμεριανὸς ἐφόνευσεν αὐτὸν εὐθέως. καὶ ἐξῆλθεν ἀπὸ Ἀντιοχείας, καὶ ἐπεστράτευσε κατὰ Περσῶν· ἐν τῷ δὲ συγκροῦσαι αὐτὸν τὸν πόλεμον ἐπετέθησαν αὐτῷ οἱ Πέρσαι, καὶ 304 ἀνεῖλαν τὸ πολὺ πλῆθος τῆς βοηθείας αὐτοῦ, καὶ ἔφυγεν ἐν Κάραις τῇ πόλει· καὶ φοσσεύσαντες οἱ Πέρσαι παρέλαβον αὐτὸν αἰχμάλωτον, καὶ εὐθέως ἐφόνευσαν αὐτόν· καὶ ἐκδείραντες τὸ δέρμα αὐτοῦ ἐποίησαν ἀσκόν, καὶ σμυρνιάσαντες ἐφύλαξαν αὐτὸν εἰς ἰδίαν δόξαν· τὸ δὲ λοιπὸν πλῆθος αὐτοῦ κατέκοψαν. τελευτᾷ δὲ ὁ βασιλεὺς Νουμεριανὸς ὢν ἐνιαυτῶν λςʹ. Μετὰ δὲ τὴν βασιλείαν Νουμεριανοῦ ἐβασίλευσε Καρῖνος Αὔγουστος ὁ ἀδελφὸς αὐτοῦ ἔτη βʹ. ἦν δὲ κονδοειδής, παχύς, πλάτοψις, λευκός, οὐλόθριξ, ἀναφάλας, σπανός, μεγαλόψυχος. ἐφίλει δὲ τὸ Πράσινον μέρος. Ἢ μόνον δὲ ἐβασίλευσεν, ἐπεστράτευσε κατὰ Περσῶν εἰς ἐκδίκησιν τοῦ ἰδίου αὐτοῦ ἀδελφοῦ Νουμεριανοῦ· καὶ περιεγένετο αὐτῶν κατὰ κράτος. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐτελεύτησαν οἱ ἅγιοι Κοσμᾶς καὶ Δαμιανὸς τῷ τρόπῳ τούτῳ, φθονηθέντες ὑπὸ τοῦ ἰδίου αὐτῶν ἐπιστάτου. ἦσαν γὰρ ἰατροὶ τὴν ἐπιστήμην, ἠγαπῶντο δὲ ὑπὸ τοῦ βασιλέως Καρίνου, ὡς ποιοῦντες ἰάσεις· συνέβη γὰρ τοῦτο γενέσθαι τῷ αὐτῷ Καρίνῳ βασιλεῖ. μετὰ τὸ συγκροῦσαι τοῖς Πέρσαις καὶ τὰς ἐπάνω ἐνέγκαι καὶ κόψαι ἐξ αὐτῶν ἄπειρον πλῆθος χειμῶνος βαρυτάτου γενομένου ᾔτησαν οἱ Πέρσαι μηνῶν τριῶν ἔνδοσιν γενέσθαι· καὶ διὰ τὸ ἐπαχθὲς τοῦ χειμῶνος φειδόμενος τοῦ ἰδίου στρατοῦ, ὡς κοπωθέντι, ἐνέδωκε τῶν τριῶν μηνῶν τὴν αἴτησιν τῆς εἰρήνης. καὶ λαβὼν τὸ ἴδιον πλῆθος ἦλθεν ἐπὶ τὴν λεγομένην χώραν τῶν Κυρηστικῶν, 305 βουλόμενος καὶ τὸν ἴδιον στρατὸν ἀναπαῦσαι καὶ τοὺς πληγάτους θεραπευθῆναι. ἐλθόντος δὲ αὐτοῦ ἐν τοῖς Κυρηστικοῖς ἐν τῷ χειμῶνι, κἀκεῖ αὐτοῦ διάγοντος καὶ τὰ τοῦ πολέμου τρακταΐζοντος, συνέβη ἐξαίφνης τὴν ὄψιν αὐτοῦ εἰς τὰ ὀπίσω στραφῆναι. καὶ πολλῶν ἰατρῶν ἀκολουθούντων τῷ αὐτῷ βασιλεῖ καὶ μηδὲν αὐτὸν ὠφελησάντων, ἐκελεύσθησαν οἱ τῆς χώρας ἰατροὶ εἰσελθεῖν πρὸς τὸν βασιλέα, ὡς εἰδότες τοὺς ἀέρας τῆς ἑαυτῶν χώρας. ἐν οἷς εἰσῆλθε καὶ ὁ ἐπιστάτης τῶν ἁγίων Κοσμᾶ καὶ Δαμιανοῦ πρὸς τὸν βασιλέα, καὶ συνεισῆλθαν ἅμα αὐτῷ οἱ ἅγιοι. καὶ μηδὲν δυνηθέντων τῶν ἰατρῶν ὠφελῆσαι τὸν βασιλέα Καρῖνον, οἱ ἅγιοι Κοσμᾶς καὶ Δαμιανὸς λαθραίως διελέχθησάν τισι τῶν μεγιστάνων τοῦ βασιλέως ἵνα ἰάσωνται αὐτόν. καὶ εἰσηνέχθησαν οἱ ἅγιοι τῷ βασιλεῖ ἐν νυκτὶ καὶ αὐτοὶ ἰάσαντο αὐτὸν διὰ τῆς ἰδίας προσευχῆς. καὶ ἐπίστευσεν αὐτοῖς, λέγων ὅτι Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσί. καὶ ὑγιάνας καὶ ἀποκατασταθεὶς ὡς ἦν τὸ πρῴην εἶχεν αὐτοὺς ἐν τιμῇ καὶ πάντες οἱ μεγιστᾶνες αὐτοῦ. παρακληθεὶς δὲ παρ' αὐτῶν τῶν ἁγίων, ἐποίησεν εὐθέως θείαν αὐτοῦ διάταξιν εἰς πᾶσαν τὴν Ῥωμαϊκὴν πολιτείαν, ὥστε μηδένα τῶν λεγομένων χριστιανῶν ὑπομεῖναί τι κακόν, μήτε δὲ κωλύεσθαι θρησκεύειν ὡς βούλονται. Ὁ δὲ ἐπιστάτης αὐτῶν εἰσαχθεὶς ἀπὸ τῶν ἄλλων ἀξιωματικῶν ἰατρῶν τῶν ἀκολουθούντων τῷ αὐτῷ βασιλεῖ, καὶ ἑωρακὼς τὴν πρὸς τοὺς ἁγίους ἀγάπην, ἣν εἶχεν ὁ βασιλεὺς πρὸς αὐτούς, 306 φθονῶν αὐτοῖς ἐκαρτέρησε. καὶ μετὰ τὸ ἐξελθεῖν τὸν αὐτὸν βασιλέα Καρῖνον ἐκ τῶν Κυρηστικῶν εἰς τὰ Περσικὰ δόλῳ ὁ ἐπιστάτης τῶν ἁγίων Κοσμᾶ καὶ Δαμιανοῦ λαβὼν αὐτοὺς μετὰ τῶν ἰδίων αὐτοῦ ἀνθρώπων ἐν τοῖς ὄρεσιν ἐκρήμνισεν αὐτούς, ὡς ὄντας ἐκ τοῦ δόγματος τῶν χριστιανῶν, καὶ οὕτως οἱ δίκαιοι ἐτελειώθησαν. Ἐν δὲ τῷ μέσῳ χρόνῳ τοῦ πολέμου ὁ αὐτὸς Καρῖνος τελευτᾷ ἰδίῳ θανάτῳ, ὢν ἐνιαυτῶν
254.7.1
Μετὰ δὲ τὴν βασιλείαν Καρίνου ἐβασίλευσε Διοκλητιανὸς ἔτη κʹ καὶ μῆνας θʹ. ἦν δὲ μακρός, λεπτός, ξήροψις, ὁλοπόλιος τὴν κάραν καὶ τὸ γένειον, λευκὸς τῷ σώματι, γλαυκός, παχύρινος, ὑπόκυρτος, μεγαλόψυχος πάνυ καὶ φιλοκτίστης. ἀνηγορεύθη δὲ βασιλεὺς ἐπὶ τῆς ὑπατείας Βάσσου καὶ Κυντιανοῦ. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐγένετο σκότος μέγα πᾶσαν τὴν ἡμέραν· μετὰ δὲ τρία ἔτη τῆς βασιλείας αὐτοῦ ἐποίησε Καίσαρα τὸν υἱὸν αὐτοῦ Μαξιμιανὸν τὸν καὶ Ἑρκουλλιανόν. τῶν δὲ Περσῶν κινησάντων ὁπλισάμενος ὁ Διοκλητιανὸς ἐπεστράτευσεν ἅμα τῷ Μαξιμιανῷ. καὶ φθασάντων τῶν αὐτῶν Ἀντιόχειαν τὴν μεγάλην, ἔπεμψεν ὁ αὐτὸς Διοκλητιανὸς Μαξιμιανὸν τὸν Καίσαρα κατὰ Περσῶν καὶ ἔμεινεν ὁ αὐτὸς Διοκλητιανὸς ἐν Ἀντιοχείᾳ. καὶ ἔκτισεν ἐκεῖ παλάτιον μέγα, εὑρὼν θεμελίους τεθέντας πρῴην μὲν ὑπὸ Γαλλιηνοῦ τοῦ καὶ Λικιννιανοῦ. ἔκτισε δὲ ὁ αὐ 307 τὸς Διοκλητιανὸς καὶ δημόσιον λουτρὸν εἰς τὴν πεδιάδα, πλησίον τοῦ παλαίου ἱππικοῦ, ὅπερ ἐκάλεσε τὸ Διοκλητιανόν. ἔκτισε δὲ καὶ ὡρεῖα λόγῳ ἀποθέτων σίτου· καὶ μέτρα δὲ σίτου πᾶσιν ἔδωκε καὶ τῶν πιπρασκομένων ἄλλων πάντων διὰ τὸ μὴ ἐπηρεάζεσθαί τινα τῶν ἀγοραίων ἀπὸ τῶν στρατιωτῶν· ἔκτισε δὲ καὶ τὸ στάδιον τὸ λεγόμενον ἐν Δάφνῃ διὰ τοὺς Ὀλυμπικοὺς καὶ τοὺς λοιποὺς ἀγωνιστάς, ὥστε μὴ ἀπιέναι ἐν κοτρίγαις καὶ στεφανοῦσθαι ἐν Ἀργυρῷ ποταμῷ, ἀλλὰ μετὰ τὸ ἀγωνίσασθαι πάντας ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἀνιέναι αὐτοὺς ἐν τῇ λεγομένῃ Δάφνῃ, καὶ μὴ ἵνα τοσοῦτον διάστημα ὁδοῦ ἀπέρχωνται ἐν τῷ Ἀργυρῷ ποταμῷ ἐν κοτρίγαις τῆς Κιλικίας, καὶ οἱ Ὀλυμπικοὶ καὶ οἱ Ἀντιοχεῖς ἀπιόντες κατὰ τὸ Ὀλύμπια, καθὼς καὶ ἐν τῇ θείᾳ αὐτοῦ διατάξει ἐκέλευσεν ἐν Δάφνῃ δαφνοῦσθαι τοὺς ἀγωνιζομένους ἐν τῷ ἀγῶνι τῶν Ὀλυμπίων. ἔκτισε δὲ ἐν αὐτῷ τῷ σταδίῳ Δάφνης ἱερὸν Ὀλυμπίου Διός, καὶ ἐν τῇ σφενδόνῃ τοῦ αὐτοῦ σταδίου ἔκτισεν ἱερὸν τῇ Νεμέσει. ἀνενέωσε δὲ καὶ τὸ τοῦ Ἀπόλλωνος ἱερόν, κοσμήσας διαφόροις μαρμάροις. ἔκτισε δὲ καὶ τῇ Ἑκάτῃ ἱερὸν καταχθόνιον βαθμῶν τξεʹ. ἔκτισε δὲ ἐν Δάφνῃ καὶ παλάτιον εἰς τὸ τοὺς ἀνιόντας βασιλεῖς ἐκεῖ καταμένειν, ἐπειδὴ πρῴην εἰς τὸ ἄλσος ἐποίουν παπυλεῶνας καὶ κατέμενον. ἔκτισε δὲ καὶ φαβρικὰς τρεῖς πρὸς τὸ κατασκευάζεσθαι ὅπλα τῷ στρατῷ, ἔκτισε δὲ καὶ ἐν Ἐδέσῃ φαβρικὰ διὰ τὸ τὰ ὅπλα ἐγγὺς χορηγεῖσθαι· ὡσαύτως δὲ καὶ ἐν Δαμασκῷ ἔκτισε φαβρικά, ἐννοήσας 308 τὰς ἐπιδρομὰς τῶν Σαρακηνῶν. ἔκτισε δὲ καὶ ἐν Ἀντιοχείᾳ Μό308 νηταν, ὥστε χαράσσεσθαι ἐκεῖ νομίσματα· ἦν γὰρ ἡ αὐτὴ Μόνητα ἀπὸ σεισμοῦ καταστραφεῖσα· καὶ ἀνενεώθη. ἔκτισε δὲ καὶ λουτρόν, ὅπερ ἐκάλεσε συγκλητικόν, ὁμοίως δὲ καὶ ἄλλα γʹ λουτρά. Ὁ δὲ Καῖσαρ Μαξιμιανὸς ἀπελθὼν κατὰ Περσῶν καὶ νικήσας αὐτοὺς κατὰ κράτος ἐπανῆλθεν ἐν Ἀντιοχείᾳ, λαβὼν αἰχμάλωτον τὴν τοῦ βασιλέως τῶν Περσῶν γυναῖκα. ἐκείνων φυγόντων μετὰ ὀλίγων ἀνδρῶν εἰς τὸ Ἰνδολίμιτον, τοῦ πλήθους αὐτῶν ἀναλωθέντος. ἡ δὲ βασίλισσα τῶν Περσῶν Ἀρσανὴ ᾤκησεν ἐν Δάφνῃ φυλαττομένη κατὰ κέλευσιν τοῦ βασιλέως Ῥωμαίων Διοκλητιανοῦ μετὰ τιμῆς ἐπὶ χρόνον. καὶ μετὰ ταῦτα πάκτων εἰρήνης γενομένων ἀπεδόθη Πέρσαις τῷ ἰδίῳ αὐτῆς ἀνδρί, φυλαχθεῖσα μετὰ τιμῆς. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ δωρεαὶ παρεσχέθησαν παρὰ τοῦ βασιλέως πάσῃ τῇ Ῥωμαίων πολιτείᾳ ὑπὲρ τῶν ἐπινικίων. Ἔκτισε δὲ καὶ εἰς τὰ λίμιτα κάστρα ὁ αὐτὸς Διοκλητιανὸς ἀπὸ τῆς Αἰγύπτου ἕως τῶν Περσικῶν ὅρων, τάξας ἐν αὐτοῖς στρατιώτας λιμιτανέους, προχειρισάμενος καὶ δοῦκας κατὰ ἐπαρχίαν ἐνδοτέρω τῶν κάστρων καθέζεσθαι μετὰ πολλῆς βοηθείας πρὸς παραφυλακήν. καὶ ἀνήνεγκαν τῷ βασιλεῖ καὶ τῷ Καίσαρι στήλας ἐν τῷ λιμίτῳ τῆς Συρίας. Ἐν αὐτῷ δὲ τῷ χρόνῳ ἐτυράννησαν οἱ Αἰγύπτιοι καὶ ἐφόνευσαν τοὺς ἄρχοντας αὑτῶν. καὶ ἐπεστράτευσε κατ' αὐτῶν ὁ αὐ 309 τὸς Διοκλητιανός, καὶ ἐπολέμησεν ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, πολιορκήσας αὐτὴν καὶ ποιήσας φοσάτα, κόψας τὸν ἀγωγὸν καὶ στρέψας αὐτὸν ἀπὸ τοῦ λεγομένου Κανώπου καὶ παρέχοντα χρῆσιν τῇ πόλει. παραλαβὼν δὲ Ἀλεξάνδρειαν ἐνέπρησεν αὐτήν· εἰσῆλθε δὲ ἐν αὐτῇ ἔφιππος, τοῦ ἵππου αὐτοῦ περιπατοῦντος ἐπάνω τῶν λειψάνων. ἦν δὲ κελεύσας τῷ ἐξπεδίτῳ μὴ φείσασθαι τοῦ φονεύειν, ἕως οὗ ἀνέλθῃ τὰ αἵματα τῶν σφαζομένων ἕως τὸ γόνυ τοῦ ἵππου οὗ ἐκάθητο. συνέβη δὲ κατὰ κέλευσιν θεοῦ πλησίον τῆς πόρτας εἰσελθόντος αὐτοῦ τὸν ἵππον ἐν ᾧ ἐκάθητο ὁ βασιλεὺς πατῆσαι λείψανον ἀνθρώπου καὶ κονδάψαντα εἰς αὐτὸ γονατίσαι καὶ αἱματωθῆναι τὸ γόνυ τοῦ ἵππου· καὶ προσεσχηκὼς ἔδωκεν ἰνδουλγεντίας, καὶ ἐπαύσαντο οἱ στρατιῶται κόπτοντες τοὺς πολίτας Ἀλεξανδρείας. καὶ ἀνέστησαν οἱ αὐτοὶ Ἀλεξανδρεῖς στήλην χαλκῆν τῷ ἵππῳ ὑπὲρ εὐχαριστίας· ὅστις τόπος οὕτως ὀνομάζεται ἕως τῆς σήμερον ὁ ἵππος Διοκλητιανοῦ. καὶ ἔκτοτε ἐχρημάτισεν ὀνομάζεσθαι πρῶτον ἔτος Ἀλεξανδρείας. ἔστιν οὖν ἐξ ἐκείνου τοῦ χρόνου ὁ χρηματισμὸς τῆς πρὸς Αἴγυπτον Ἀλεξανδρείας. Ἐπὶ δὲ τῆς βασιλείας αὐτοῦ ἀνεφάνη τις Μανιχαῖος ἐν Ῥώμῃ τῇ πόλει ὀνόματι Βοῦνδος· ὅστις ἀπέσχισεν ἐκ τοῦ δόγματος τῶν Μανιχαίων, παρεισαγαγὼν ἴδιον δόγμα καὶ διδάσκων ὅτι ὁ ἀγαθὸς θεὸς ἐπολέμησε τῷ πονηρῷ καὶ ἐνίκησεν αὐτόν, καὶ δεῖ τὸν νικητὴν τιμᾶν. ἀπῆλθε δὲ καὶ ἐν Περσίδι διδάσκων. ὅπερ δό 310 γμα Μανιχαϊκὸν παρὰ Πέρσαις καλεῖται κατὰ τὴν αὐτῶν γλῶσσαν τὸ τῶν Δαρισθενῶν, ὃ ἑρμηνεύεται τὸ τοῦ ἀγαθοῦ. Ὁ δὲ αὐτὸς Διοκλητιανὸς βασιλεὺς ἐποίησε διωγμὸν χριστιανῶν· καὶ ἐτιμωρήθησαν πολλοὶ μαρτυρήσαντες, ἐν οἷς ἐμαρτύρησε καὶ ὁ ἅγιος Μηνᾶς· καὶ αἱ ἐκκλησίαι δὲ καθῃρέθησαν, καὶ ἀπειλαὶ δὲ καὶ φόβος ἦν πολύς. Ἐν δὲ τῷ χρόνῳ τῶν Ὀλυμπίων κατέφθασεν ἐν Ἀντιοχείᾳ ὁ αὐτὸς βασιλεὺς Διοκλητιανός, ἐλθὼν ἐξ Αἰγύπτου. καὶ τοῦ Ὀλυμπικοῦ ἀγῶνος μέλλοντος ἐπιτελεῖσθαι, ἐφόρεσε τὸ σχῆμα τὸ τοῦ ἀλυτάρχου ὁ βασιλεὺς Διοκλητιανός. τὴν δὲ στολὴν ὁ ἀλύταρχος ἄσπρον ὁλοσηρικὸν ἐφόρει· ὁ δὲ βασιλεὺς ἀντὶ τοῦ ἄσπρου ἐφόρεσε πορφυροῦν, τὰ δὲ ἄλλα πάντα ὡς ἦν ἔθος τῷ ἀλυτάρχῃ φορεῖν, κρατῶν τὴν ἱερὰν ῥάβδον καὶ προσκυνῶν τὸν δῆμον, ἐθεώρησε τὸν Ὀλυμπικὸν ἀγῶνα τὰς νενομισμένας πάσας ἡμέρας. καὶ ἐκ τῶν ἀξιωματικῶν αὐτοῦ κατήρχοντό τινες ἐν τοῖς Ὀλυμπικοῖς ἀγῶσιν ἐπιδεικνύμενοι ἀρετῆς χάριν· καὶ οἱ μὲν ἐπάλαιον, οἱ δὲ ἐπύκτευον, οἱ δὲ ἐπαγκρατίαζον, οἱ δὲ ἔτρεχον· καὶ τοῖς νικῶσι παρεῖχε σάκρας καὶ πᾶσι πολλὰ ἐφιλοτιμήσατο· καθὼς Δομετιανὸς ὁ σοφώτατος συνεγράψατο. καὶ ἀλυτάρχης ἐν Ἀντιοχείᾳ ὁ αὐτὸς Διοκλητιανὸς καὶ ἀποθέμενος τὸ βασιλικὸν σχῆμα καὶ μετὰ τὸ πληρῶσαι τὰ Ὀλύμπια οὐχ εἵλετο βασιλεῦσαι, λέγων ὅτι Ἀπεθέμην τὴν βασιλείαν καὶ ἐφόρεσα σχῆμα τοῦ ἀθα 311 νάτου Διός. καὶ ἔκτοτε ἔμεινεν οὕτως. τελευτᾷ δὲ ἰδίῳ θανάτῳ, ὢν ἐνιαυτῶν οβʹ. Μετὰ δὲ τὸ ἀποθέσθαι τὸν Διοκλητιανὸν τὴν βασιλείαν ἐβασίλευσε Μαξιμιανὸς ὁ καὶ ἐπίκλην Ἑρκούλιος ἔτη ιθʹ. καὶ ἀνελθὼν ἐν Ῥώμῃ ἐθριάμβευσε τὴν κατὰ Περσῶν καὶ Αἰγυπτίων νίκην. ἦν δὲ μακρός, εὐσθενής, μιξοπόλιος τὴν κάραν, ἁπλόθριξ, τελειοπώγων, μελάγχροος, εὔρινος, εὐόφθαλμος, ἐλλόγιμος. ἠγωνίσατο δὲ καὶ αὐτὸς κατὰ χριστιανῶν καὶ ἐτιμωρήσατο πολλοὺς ἁγίους· ἐν οἷς ἐμαρτύρησεν ὁ ἅγιος Πανταλέων καὶ ὁ ἅγιος Ἡσύχιος καὶ ὁ ἅγιος Ἕρμιππος καὶ ὁ ἅγιος Ἑρμόλαος καὶὁ ἅγιος Ἑρμοκράτης. Καὶ πάλιν Ὀλυμπίων ἀγομένων ἐν τῇ αὐτοῦ βασιλείᾳ, ἐλθόντος αὐτοῦ ἐν τῇ ἀνατολῇ κατὰ Ἀρμενίων τυραννησάντων Ῥωμαίους, νικήσας αὐτοὺς κατὰ κράτος καὶ ὑποτάξας αὐτούς, μαθὼν δὲ τὸν καιρὸν τῶν Ὀλυμπίων ὑπάρχειν, παρεγένετο ἐν Ἀντιοχείᾳ διὰ τὰς ἐπισήμους ἡμέρας τοῦ ἀγῶνος. καὶ φορέσας καὶ αὐτὸς τὸ σχῆμα τοῦ ἀλυτάρχου ἀλυτάρχησε· καὶ ἠγωνίσαντο καὶ ἐπὶ αὐτοῦ ἐκ τοῦ δήμου τέκνα συγκλητικῶν καὶ συγκλητικοὶ νεώτεροι· καὶ οἱ μὲν ἐπάλαιον, οἱ δὲ ἔτρεχον, οἱ δὲ ἐπαγκρατίαζον, οἱ δὲ ἡνιόχουν, οἱ δὲ ἐπύκτευον, οἱ δὲ ἐφωνάσκουν· καὶ οἱ νικῶντες ἐλάμβανον μείζους ἀξίας, οἱ δὲ προέκοπτον ἐν ταῖς στρατείαις δίχα τῶν διδομένων αὐτοῖς φιλοτιμιῶν. ἀπέθετο δὲ καὶ αὐτὸς 312 Μαξιμιανὸς τὴν βασιλείαν καὶ τὴν πορφύραν καὶ πᾶσαν τὴν βασιλικὴν φορεσίαν, καὶ ἐφόρεσε τὰ ἀλυταρχικά. καὶ μετὰ τὸ πληρωθῆναι τὰς ἡμέρας τῶν Ὀλυμπίων οὐχ εἵλετο οὐδὲ αὐτὸς βασιλεῦσαι, ἀλλ' ἐπανελθὼν ἐν τῇ Ῥώμῃ ἀπετάξατο τῆς βασιλείας καὶ ἔμεινεν οὕτως ἕως θανάτου. καὶ μετὰ χρόνον τελευτᾷ ἰδίῳ θανάτῳ, ὢν ἐνιαυτῶν νζʹ. Καὶ μετὰ τὸ ἀποθέσθαι τὴν βασιλείαν Μαξιμιανὸν ἐβασίλευσε Μαξέντιος ὁ καὶ Γαλέριος ἔτη γʹ. ἦν κονδοειδής, πλατύς, οὐλόθριξ, λευκός, εὐπώγων, ὑπόστραβος, σιμός, ὀργίλος, ἐφίλει δὲ τὸ Βένετον μέρος. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας Ἰάμβλιχος ὁ φιλόσοφος ἐδίδασκεν, οἰκῶν ἐν Δάφνῃ ἕως τῆς τελευτῆς αὐτοῦ. Ἐν δὲ τῷ αὐτῷ χρόνῳ οἱ Πέρσαι συμμαχοῦντες Ἀρμενίοις πολεμηθεῖσιν ἅμα αὐτοῖς ἐπελθόντες ἐν τοῖς Ῥωμαϊκοῖς ἐπραίδευσαν χώρας. καὶ ἐπεστράτευσε κατ' αὐτῶν ὁ αὐτὸς Μαξέντιος καὶ ἐπολέμησε Πέρσαις, καὶ ἀνήλωσεν αὐτοὺς διὰ τῆς Ἀρμενίας κατελθὼν κατ' αὐτῶν, καὶ ἀπέσπασε χώρας ἐκ τῶν Περσαρμενίων καὶ ἐποίησεν ὑπὸ Ῥωμαίους· ἥντινα ἐκάλεσε πρώτην καὶ δευτέραν Ἀρμενίαν Ῥωμαίων. ἐν τῷ δὲ εἶναι τὸν αὐτὸν Μαξέντιον εἰς Περσαρμενίαν ἐπέῤῥιψαν οἱ Πέρσαι εἰς τὴν Ὀσδροηνὴν καὶ παρέλαβον πόλιν καὶ ἔκαυσαν καὶ ἔστρεψαν, καὶ λαβόντες πολλὴν πραῖδαν ἐξαίφνης ἀνεχώρησαν· ἐλέγετο δὲ ἡ παραληφθεῖσα ὑπ' αὐτῶν πόλις Μαξιμιανούπολις. ὁ δὲ αὐτὸς βασιλεὺς 313 Μαξέντιος ἀνήγειρεν αὐτὴν κτίσας καὶ τὰ τείχη, καὶ πολλὰ φιλοτιμησάμενος τοῖς ζήσασιν ἐκούφισεν αὐτοὺς τῆς συντελείας ἐπὶ ἔτη γʹ. καὶ ἐπανελθὼν ἐν τῇ Ῥώμῃ ἀνῃρέθη, ὢν ἐνιαυτῶν νγʹ. Μετὰ δὲ τὴν βασιλείαν Μαξεντίου ἐβασίλευσε Κωνστάντιος ὁ Χλωρὸς ἔτη ιγʹ. ἦν δὲ μακρός, λεπτός, μιξοπόλιος, εὔχροος τὸ σῶμα καὶ τοὺς ὀφθαλμούς, εὔρινος, σπανός, ἥσυχος, μεγαλόψυχος. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἔπαθεν ὑπὸ θεομηνίας Σαλαμιὰς πόλις τῆς Κύπρου, ὑπὸ σεισμοῦ καταποντισθεῖσα εἰς τὴν θάλασσαν τὸ πολὺ αὐτῆς μέρος· τὸ δὲ λοιπὸν ἕως ἐδάφους ἔπεσεν. ἥντινα ἀνεγείρας ὁ αὐτὸς Κωνστάντιος καὶ πολλὰ πάνυ φιλοτιμησάμενος καὶ κτίσας καὶ τοῖς ζήσασι πολίταις συγχωρήσας συντελείας ἐπὶ ἔτη τέσσαρα, καὶ κτίσας διαφόροις κτίσμασι τὴν πρῴην μὲν λεγομένην Σαλαμιάδα, ἐξ ἐκείνου δὲ μετακληθεῖσαν Κωνσταντίαν· ἥτις ἐστὶ νῦν μητρόπολις τῆς Κύπρου. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἀπέστειλε Μάξιμον τὸν καὶ Λικινιανὸν μετὰ πολλοῦ στρατοῦ ἐπὶ τὸ φυλάττειν τὰ μέρη τῆς ἀνατολῆς διὰ τοὺς Πέρσας καὶ τὰς ἐπιδρομὰς τῶν Σαρακηνῶν· ἐτάρασσον γὰρ πρῴην τὴν ἀνατολὴν ἕως Αἰγύπτου. συνέβη δὲ ἐν αὐτῷ τῷ χρόνῳ τὸν βασιλέα Κωνστάντιον ἀῤῥωστήσαντα ἡμέρας μʹ τελευτῆσαι· ἦν δὲ ἐνιαυτῶν ἑξήκοντα. Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίου ἀνηγόρευσεν ὁ στρατὸς 314 ἐν τῇ ἀνατολῇ Μάξιμον Λικινιανὸν αὐτοκράτορα. καὶ ἐάσας ἐν αὐτῇ τῇ ἀνατολῇ Φεστιανὸν ἔξαρχον μετὰ βοηθείας εἰς τὸ φυλάττειν τὴν ἀνατολὴν ἀπῆλθεν ἐν Ῥώμῃ. ἐν τῷ δὲ μέλλειν αὐτὸν ἐξιέναι ἀπὸ Ἀντιοχείας ἐθεώρησεν ἱπποδρόμιον· καὶ ὕβρισαν αὐτὸν οἱ δῆμοι τῆς πόλεως, ὅτι οὐδὲν ἐφιλοτιμήσατο τῇ πόλει ἐκεῖ ἀναγορευθεὶς βασιλεύς. καὶ ἀγανακτήσας ἐκέλευσεν ἄρμα κατ' αὐτῶν ἐξελθεῖν· καὶ ἐτόξευσαν αὐτοὺς οἱ στρατιῶται ἐν τῷ ἱπποδρομίῳ, καὶ ἀπώλοντο χιλιάδες δύο. ὁ δὲ αὐτὸς βασιλεὺς Μάξιμος ἐλθὼν ἐν τῇ Ῥώμῃ ἐβασίλευσεν ἔτη ζʹ. ἦν δὲ εὔστηθος, μελάνθριξ, εὔθετος, δασυπώγων, εὐόφθαλμος, καμπυλόρινος, φιλοστρατιώτης, ὀργίλος, τρακταϊστής. Ἐν δὲ τῇ αὐτοῦ βασιλείᾳ ἐχαρίσατο ἐλευθερίαν τοῖς χριστιανοῖς εἰς τὸ μὴ κρύπτεσθαι αὐτοὺς ἀλλὰ δημοσιεύειν. συνέβη δὲ ἐν τῷ χρόνῳ τῆς αὐτοῦ βασιλείας ἐν Ἡλιουπόλει τῆς Φοινίκης μαρτυρῆσαι τὸν ἅγιον Γελάσινον· ἦν γὰρ μῖμος δεύτερος καὶ εἰσῆλθεν εἰς τὸ παιγνίδιον πανδήμου ἀγομένου. καὶ πλήθους θεωροῦντος ἔβαλον αὐτὸν εἰς βοῦττιν μεγάλην βαλανείου γέμουσαν ὕδατος χλιαροῦ, καταγελῶντες τοῦ χριστιανικοῦ δόγματος καὶ τοῦ ἁγίου βαπτίσματος. ὁ δὲ αὐτὸς Γελάσινος ὁ μῖμος βαπτισθεὶς καὶ ἀνελθὼν ἐκ τοῦ βοττίου καὶ φορέσας ἱμάτια λευκὰ οὐκέτι ἠνέσχετο θεατρίσαι, λέγων ἐπὶ τοῦ δήμου ὅτι Χριστιανός εἰμι· εἶδον γὰρ δύναμιν θεοῦ φοβερὰν ἐν τῷ βαπτίζεσθαί με ἐν 315 τῷ βουττίῳ καὶ χριστιανὸς ἀποθνήσκω. καὶ ἀκούσας ταῦτα ὁ δῆμος ὅλος ὁ θεωρῶν ἐν τῷ θεάτρῳ τῆς πόλεως ἐμάνη σφόδρα· καὶ ὁρμήσαντες ἐκ τῶν βάθρων εἰς τὴν θυμέλην ἐκράτησαν αὐτὸν καὶ σύραντες αὐτὸν ἔξω τοῦ θεάτρου, ὡς φορεῖ τὰ λευκὰ ἱμάτια αὐτοῦ, λιθοβολήσαντες ἐφόνευσαν αὐτόν, καὶ οὕτως ἐτελειώθη ὁ δίκαιος. καὶ λαβόντες τὸ λείψανον αὐτοῦ ἀπήγαγον αὐτὸ εἰς τὴν κώμην τὴν λεγομένην Μαριάμμην, ὅθεν ὑπῆρχεν, ἔξω οὖσαν Δαμασκοῦ τῆς πόλεως ἀπὸ ἑνὸς ἡμίσεος μιλίου. καὶ ἐκτίσθη αὐτῷ εὐκτήριος οἶκος. Ὁ δὲ βασιλεὺς Λικιννιανὸς Μάξιμος χειρουργηθεὶς τελευτᾷ, ὢν ἐνιαυτῶν μςʹ. ΛΟΓΟΣ ΙΓʹ ΧΡΟΝΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΒΑΣΙΛΕΩΣ. Μετὰ δὲ τὴν βασιλείαν Μαξίμου Λικιννίου ἐβασίλευσεν ὁ θειότατος καὶ πιστότατος, ὁ υἱὸς Κωνσταντίου τοῦ Χλωροῦ, Κωνσταντῖνος ὁ μέγας τῇ πρὸ ὀκτὼ καλανδῶν αὐγούστων ἐπὶ τῆς ὑπατείας Σεβήρου καὶ Μαξιμιανοῦ· καὶ ἔμεινε βασιλεύων ἔτη λβʹ. ἦν δὲ μακρός, πυῤῥός, μεγαλόψυχος, ἥσυχος, θεοφιλής. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας αὐτοῦ πόλεμος ἐγένετο ἐν τῇ δύσει μέγας· καὶ ἐξῆλθε κατ' αὐτῶν ὁ θειότατος Κωνσταντῖνος, καὶ ἡττηθεὶς ἐφοσσεύετο ὑπὸ τῶν βαρβάρων. καὶ θλιβόμενος ἐν τῷ μέλλειν αὐτὸν καθεύδειν ηὔχετο ῥυσθῆναι ἀπ' αὐτῶν· καὶ ἑλκυσθεὶς εἰς ὕπνον εἶδε κατ' ὄναρ ἐν τῷ οὐρανῷ σταυρόν, ἐν ᾧ ἐπεγέγραπτο, Ἐν τούτω νίκα. καὶ ἀναγνοὺς τὸ ἐπιγεγραμμένον ἐν τῷ σταυρῷ διυπνίσθη· καὶ ἀναστὰς ἐποίησε σίγνον 317 σταυροῦ, ὡς εἶδεν ἐν τῷ οὐρανῷ, καὶ προηγεῖτο αὐτοῦ. καὶ προτρεψάμενος τὸν ἴδιον στρατόν, λέγων ὅτι Νικῶμεν, καὶ ὁρμήσας καὶ συμβαλὼν τοῖς βαρβάροις, ἐνίκησε τὸν πόλεμον κατὰ κράτος, ὥστε μηδένα τῶν βαρβάρων σωθῆναι ἀλλὰ πάντας ἀπολέσθαι. καὶ ἐπανῆλθεν ἐν τῇ Ῥώμῃ μετὰ νίκης καὶ χαρᾶς μεγάλης, ἔχων ἔμπροσθεν αὐτοῦ τὸν σίγνον τοῦ σταυροῦ. ἐξηγεῖτο δὲ πᾶσι τὴν τοῦ ὁράματος καὶ τοῦ σίγνου τοῦ σταυροῦ δύναμιν, λέγων ὅτι Τοῦτο τὸ σημεῖόν ἐστι τοῦ θεοῦ τῶν Γαλιλαίων τῶν λεγομένων χριστιανῶν. καὶ εὐθέως τὰ ἱερὰ καὶ πάντας τοὺς ναοὺς τῶν Ἑλλήνων κατέστρεψε καὶ τὰς ἐκκλησίας τῶν χριστιανῶν ἀνέῳξε, πανταχοῦ σάκρας καταπέμψας ὥστε τὰς ἐκκλησίας τῶν χριστιανῶν ἀνοιχθῆναι. καὶ νηστεύσας καὶ κατηχηθεὶς ἐβαπτίσθη ὑπὸ Σιλβέστρου, ἐπισκόπου Ῥώμης, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένηκαὶ πάντες οἱ συγγενεῖς αὐτοῦ καὶ οἱ φίλοι αὐτοῦ καὶ πλῆθος ἄλλων πολλῶν Ῥωμαίων. καὶ ἐγένετο χριστιανὸς ὁ αὐτὸς Κωνσταντῖνος βασιλεύς. Καὶ ἐπεστράτευσε κατὰ Περσῶν καὶ ἐνίκησεν καὶ ἐποίησε πάκτα εἰρήνης μετὰ Σαραβάρου, βασιλέως Περσῶν, τοῦ Πέρσου αἰτήσαντος εἰρήνην ἔχειν μετὰ Ῥωμαίων. ὁ δὲ αὐτὸς Κωνσταντῖ 318 νος βασιλεὺς καὶ τὴν Εὐφρατησίαν ἐποίησεν ἐπαρχίαν, ἀπὸ Συρίας καὶ Ὀσροηνῆς μερίσας καὶ δοὺς δίκαιον πόλεως ἐν Ἱεραπόλει. καὶ ὑποστρέψας ἦλθεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ· καὶ ἔκτισεν ἐκεῖ τὴν μεγάλην ἐκκλησίαν, μέγιστον κτίσμα, λύσας τὸ λεγόμενον Φιλίππου βασιλέως δημόσιον· λουτρὸν γὰρ παλαιὸν ἦν καὶ τῷ χρόνῳ φθαρὲν καὶ μὴ λοῦον. ἔκτισε δὲ καὶ ξενῶνα πλησίον· ὁμοίως δὲ ἔκτισε καὶ τὴν λεγομένην Ῥουφίνου βασιλικήν· ἦν γὰρ τοῦτο ἱερὸν τοῦ Ἑρμοῦ καὶ ἔλυσεν αὐτὸ Ῥουφῖνος ὁ ἔπαρχος τῶν ἱερῶν πραιτωρίων. ἀπελθὼν δὲ μετὰ τοῦ βασιλέως ἐν τῷ πολέμῳ ἐκελεύσθη ὑπ' αὐτοῦ περιμεῖναι ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ· καὶ ἐπλήρωσε τὴν αὐτὴν βασιλικήν, ἐπανερχομένου τοῦ αὐτοῦ βασιλέως ἐπὶ Ῥώμην. ἐν τῷ δὲ μέλλειν ἐξέρχεσθαι τὸν βασιλέα Κωνσταντῖνον ἀπὸ τῆς αὐτῆς Ἀντιοχείας, ἐποίησε πρῶτος αὐτὸς ἄρχοντα Ἀντιοχείας τῆς Συρίας Πλούταρχον ὀνόματι χριστιανόν· ὅστις καὶ εἰς τὸ κτίσμα τῆς ἐκκλησίας καὶ τῆς βασιλικῆς ἐκελεύσθη ἐργοδιωκτεῖν. ὁ δὲ αὐτὸς Πλούταρχος ἐν τῷ κτίζειν τὸν ξενῶνα εὑρηκὼς τὸ χαλκούργημα τοῦ Ποσειδῶνος τὸ ἑστὼς τετελεσμένον ἕνεκεν τοῦ μὴ πάσχειν σειομένην τὴν πόλιν, ἐπάρας τοῦτο ἐχώνευσε καὶ ἐποίησεν αὐτὸ στήλην τῷ αὐτῷ Κωνσταντίνῳ τῷ βασιλεῖ, στήσας αὐτὴν ἔξω τοῦ πραιτωρίου αὑτοῦ, γράψας ὑποκάτω αὐτῆς, Βόνω Κωνσταντίνω. ἥτις στήλη χαλκῆ ἵσταται ἕως τῆς νῦν. Προηγάγετο δὲ ὁ αὐτὸς βασιλεὺς ἐν τῇ αὐτῇ μεγάλῃ πόλει 319 τῶν Ἀντιοχέων πρώτοις κόμητα ἀνατολῆς ἐπὶ τῆς ὑπατείας Ἴλλου καὶ Ἀλβίνου, ποιήσας αὐτῷ πραιτώριον τὸ ἱερὸν τῶν Μουσῶν, πληροῦντα τὸν τόπον ἐν τῇ ἀνατολῇ τοῦ ἐπάρχου τῶν πραιτωρίων, ὀνόματι Φηλικιανὸν χριστιανόν, χαρισάμενος τῇ αὐτῇ πόλει τῶν Ἀντιοχέων διὰ θείου αὐτοῦ τύπου δικαιώματα ἀξίας δευτέρου κομετάτου, τοῦ τπγʹ ἔτους χρηματίζοντος κατὰ τὴν μεγάλην τῶν Ἀντιοχέων πόλιν. οὐκ ἦν γὰρ πρῴην ἐν τῇ αὐτῇ μεγάλῃ Ἀντιοχείᾳ κόμης ἀνατολῆς ἐγκάθετος, ἀλλὰ κατὰ πόλεμον κινούμενον δηληγάτωρ ἐκάθητο ἐν Ἀντιοχείᾳ τῆς Συρίας, καὶ ὅτε ἐπαύθη ὁ πόλεμος, ἐκουφίζετο ὁ δηληγάτωρ. ὁ δὲ βασιλεὺς Κωνσταντῖνος ἐξῆλθεν ἀπὸ Ἀντιοχείας, ἐάσας Ῥουφῖνον τὸν ἔπαρχον· ὅστις Ῥουφῖνος σπουδάσας ἀνεπλήρωσε τὴν βασιλικήν· καὶ διὰ τοῦτο ἐκλήθη ἡ Ῥουφίνου. Ὁ δὲ βασιλεὺς Κωνσταντῖνος ἔπεμψε τὴν ἑαυτοῦ μητέρα τὴν κυρὰν Ἑλένην εἰς Ἱεροσόλυμα εἰς ἀναζήτησιν τοῦ τιμίου σταυροῦ· ἥτις καὶ εὑροῦσα ἀνήγαγε τὸν αὐτὸν τίμιον σταυρὸν μετὰ τῶν πέντε ἥλων· καὶ ηὐξήθη ἐξ ἐκείνου τὰ τῶν χριστιανῶν πάντα. Ὁ δὲ αὐτὸς βασιλεὺς καὶ τρίτην Παλαιστίνην ἐποίησεν ἐπαρχίαν. καὶ ἐπὶ τῆς αὐτοῦ βασιλείας ἐνεκαινίσθη τό ποτε Βυζάντιον ἐπὶ τῆς ὑπατείας Γαλλιανοῦ καὶ Συμμάχου, τοῦ αὐτοῦ δὲ βασιλέως Κωνσταντίνου ποιήσαντος πρόκεσσον ἐπὶ πολὺν χρόνον, ἀπὸ Ῥώμης ἐλθόντος ἐν τῷ Βυζαντίῳ· ὅστις καὶ τὸ πρῴην τεῖ 320 χος τῆς αὐτῆς πόλεως ἀνενέωσε τοῦ Βύζου καὶ προσθεὶς ἄλλο διάστημα πολὺ τῷ τείχει, καὶ συνάψας τῷ παλαιῷ τείχει τῆς αὐτῆς πόλεως, ἐκέλευσεν αὐτὴν Κωνσταντινούπολιν λέγεσθαι, ἀναπληρώσας καὶ τὸ Ἱππικὸν καὶ κοσμήσας αὐτὸ χαλκουργήμασι καὶ πάσῃ ἀρετῇ, κτίσας ἐν αὐτῷ καὶ κάθισμα θεωρίου βασιλικοῦ καθ' ὁμοιότητα τοῦ ἐν Ῥώμῃ ὄντος. ἔκτισε δὲ καὶ παλάτιον μέγα καὶ εὐπρεπὲς καθ' ὁμοιότητα ὡσαύτως τοῦ Ῥώμης πλησίον τοῦ Ἱππικοῦ, τὴν ἄνοδον ἀπὸ τοῦ παλατίου εἰς τὸ κάθισμα τοῦ Ἱππικοῦ διὰ τοῦ λεγομένου Κοχλίου, κτίσας καὶ φόρον μέγαν καὶ εὐπρεπῆ πάνυ, καὶ στήσας ἐν τῷ μέσῳ κίονα ὁλοπόρφυρον ἄξιον θαύματος, καὶ ἐπάνω τοῦ αὐτοῦ κίονος ἑαυτῷ ἔστησεν ἀνδριάντα, ἔχοντα ἐν τῇ κεφαλῇ αὐτοῦ ἀκτῖνας ἑπτά· ὅπερ χαλκούργημα ἤγαγεν εἰς τὸ Ἴλιον ἑστηκός, πόλιν τῆς Φρυγίας. ὁ δὲ αὐτὸς Κωνσταντῖνος ἀφελόμενος ἀπὸ Ῥώμης κρύφα τὸ λεγόμενον Παλλάδιον ξόανον, ἔθηκεν αὐτὸ εἰς τὸν ὑπ' αὐτοῦ κτισθέντα φόρον ὑποκάτω τοῦ κίονος τῆς στήλης αὐτοῦ, ὥς τινες λέγουσι τῶν Βυζαντίων ὅτι ἐκεῖ κεῖται. τὴν δὲ τύχην τῆς πόλεως τῆς ὑπ' αὐτοῦ ἀνανεωθείσης καὶ εἰς ὄνομα αὐτοῦ κτισθείσης ποιήσας τῷ θεῷ θυσίαν ἀναίμακτον ἐκάλεσεν Ἄνθουσαν. ἥτις πόλις ἐκτίσθη ἐξ ἀρχῆς ὑπὸ Φιδαλίας· καὶ ἐκάλεσε τότε τὴν τύχην αὐτῆς Κηρώην. τὴν δὲ αὐτὴν Φιδαλίαν ἠγάγετο Βύζας ὁ τῆς Θρᾴκης βα 321 σιλεὺς μετὰ τὴν τελευτὴν Βαρβυσίου τοῦ πατρὸς αὐτῆς, τοῦ τοπάρχου καὶ φύλακος τοῦ αὐτοῦ ἐμπορίου. ὅστις Βαρβύσιος μέλλων τελευτᾶν ἐκέλευσε τὴν Φιδαλίαν ποιῆσαι τεῖχος τῷ τόπῳ ἕως θαλάσσης. ὁ δὲ Βύζας εἰς τὸ ἑαυτοῦ ὄνομα καλέσας τὴν χώραν ἐβασίλευσεν ἐν τῇ αὐτῇ πόλει. Ἔκτισε δὲ δύο ἐμβόλους ἀπὸ τῆς εἰσόδου τοῦ παλατίου ἕως τοῦ αὐτοῦ φόρου εὐπρεπεῖς καὶ κεκοσμημένους ἀνδριᾶσι καὶ μαρμάροις διαφόροις, καλέσας τὸν τόπον τῶν ἐμβόλων Ῥηγίαν, κτίσας ἐγγὺς καὶ βασιλικὴν καὶ ἔξω μεγάλους κίονας καὶ ἀνδριάντας, ἥνπερ ἐκάλεσε Σενᾶτον, κατέναντι στήσας τῇ ἰδίᾳ μητρὶ Ἑλένῃ στήλην Αὐγούστας ἐν πορφυρῷ μικρῷ κίονι, καλέσας τὸν τόπον Αὐγουστιῶνα. ὁμοίως δὲ ἀνεπλήρωσε καὶ τὸ λεγόμενον Ζεύξιππον δημόσιον λουτρόν, κοσμήσας κίοσι καὶ μαρμάροις ποικίλοις καὶ χαλκουργήμασιν· εὗρε γὰρ αὐτὸ ἀπλήρωτον, ἀρχθὲν μὲν πρῴην ὑπὸ Σεβήρου βασιλέως τὸ αὐτὸ δημόσιον. ἔκτισε δὲ καὶ τὸ Ἱππικὸν καὶ ἄλλα πολλά· καὶ ὅτε πάντα ἐπλήρωσεν, ἐπετέλεσεν ἱππικόν, ἐν πρώτοις θεωρήσας ἐκεῖ καὶ φορέσας τότε ἐν πρώτοις ἐν τῇ ἰδίᾳ αὐτοῦ κορυφῇ διάδημα διὰ μαργαριτῶν καὶ λίθων τιμίων, βουλόμενος πληρῶσαι τὴν προφητικὴν φωνὴν τὴν λέγουσαν» ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.» οὐδεὶς γὰρ τῶν πρὸ αὐτοῦ βασιλευσάντων τοιοῦτόν τί ποτε ἐφόρεσε. καὶ ἐπετέλεσεν ἑορτὴν μεγάλην μηνὶ μαΐῳ τῷ καὶ 322 ἀρτεμισίῳ ιαʹ, ἔτους κατὰ Ἀντιόχειαν τὴν μεγάλην χρηματίζοντος τοηʹ, κελεύσας διὰ θείου αὐτοῦ τύπου τῇ αὐτῇ ἡμέρᾳ ἐπιτελεῖσθαι τὴν ἑορτὴν τοῦ γενεθλίου τῆς πόλεως αὐτοῦ, καὶ ἀνοίγειν τῇ αὐτῇ ιαʹ τοῦ μαΐου μηνὸς τὸ δημόσιον λουτρὸν τὸ Ζεύξιππον, πλησίον ὂν τοῦ Ἱππικοῦ καὶ τῆς Ῥηγίας καὶ τοῦ παλατίου, ποιήσας ἑαυτῷ ἄλλην στήλην ξοάνου κεχρυσωμένην, βαστάζουσαν τῇ δεξιᾷ αὐτοῦ χειρὶ τὴν τύχην τῆς αὐτῆς πόλεως καὶ αὐτὴν κεχρυσωμένην, ἣν ἐκάλεσεν Ἄνθουσαν, κελεύσας κατὰ τὴν αὐτὴν ἡμέραν τοῦ γενεθλιακοῦ ἱππικοῦ εἰσιέναι τὴν αὐτὴν τοῦ ξοάνου στήλην διριγευομένην ὑπὸ τῶν στρατιωτῶν μετὰ χλαμύδων καὶ καμπαγίων, πάντων κατεχόντων κηρούς, καὶ περιέρχεσθαι τὸ σχῆμα τὸν ἄνω καμπτὸν καὶ ἔρχεσθαι εἰς τὸ σκάμμα κατέναντι τοῦ βασιλικοῦ καθίσματος, καὶ ἐγείρεσθαι τὸν κατὰ καιρὸν βασιλέα καὶ προσκυνεῖν, ὡς θεωρεῖ τὴν αὐτὴν στήλην Κωνσταντίνου καὶ τῆς τύχης τῆς πόλεως. καὶ πεφύλακται τοῦτο τὸ ἔθος ἕως τοῦ νῦν. Ὁ δὲ θειότατος Κωνσταντῖνος ἐν τῇ συμπληρώσει τῆς αὐτοῦ ὑπατείας ἔῤῥιψεν ἐν Κωνσταντινουπόλει χάρισμα τοῖς Βυζαντίοις καλάμων συντόμια ἄρτων ἡμερησίων διαιωνιζόντων, οὕστινας ἄρτους ἐκάλεσε παλατίνους διὰ τὸ ἐν τῷ παλατίῳ ῥογεύεσθαι τοὺς αὐτοὺς ἄρτους, ἑκάστου ἄρτου ἀφορίσας οἶνον, κρέα καὶ βέ 323 στια, ἀφορίσας πρόσοδον ὑπὲρ αὐτῶν ἐκ τῶν ἰδίων καὶ καλέσας αὐτοὺς πολιτικούς. Ὁ δὲ αὐτὸς Κωνσταντῖνος ἔμεινε βασιλεύων ἐν Κωνσταντινουπόλει, ἀφελόμενος αὐτὴν ἀπὸ τῆς Εὐρώπης ἐπαρχίας ἀπὸ Ἡρακλείας τῆς μητροπόλεως αὐτῆς, δοὺς αὐτῇ ἀπὸ θεοῦ δίκαιον βασιλείας, προβαλόμενος ἐν αὐτῇ ἔπαρχον πραιτωρίων καὶ ἔπαρχον πόλεως καὶ τοὺς λοιποὺς μεγάλους ἄρχοντας, χριστιανοὺς πάντας ποιήσας. καὶ ἔμεινεν ἐξ ἐκείνου εὐτυχῶς βασιλεύουσα. Ὁ δὲ αὐτὸς Κωνσταντῖνος βασιλεὺς καὶ τὴν Φρυγίαν Σαλουταρίαν ἐποίησεν ἐπαρχίαν. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἡ σύνοδος ἐγένετο τῶν τιηʹ ἐπισκόπων κατὰ Ἀρείου περὶ τῆς πίστεως τῶν χριστιανῶν. ἐν αὐτῇ δὲ τῇ συνόδῳ ὑπῆρχε καὶ ὁ ὁσιώτατος ἐπίσκοπος Εὐσέβιος ὁ Παμφίλου ὁ χρονογράφος. Ἔπαθε δὲ ἐπὶ τῆς βασιλείας τοῦ αὐτοῦ Κωνσταντίνου ὑπὸ θεομηνίας Μαξιμιανούπολις τῆς Ὀσδροηνῆς τὸ δεύτερον αὐτῆς πάθος τὸ μετὰ τὸ ληφθῆναι ὑπὸ τῶν Περσῶν. καὶ ἀνήγειρεν αὐτὴν ὁ αὐτὸς βασιλεὺς Κωνσταντῖνος καὶ τὰ τείχη αὐτῆς· ἦσαν γὰρ πεσόντα· καὶ τοῖς περισωθεῖσι πολλὰ ἐχαρίσατο· καὶ μετεκάλεσεν αὐτὴν εἰς τὸ ἴδιον ὄνομα Κωνσταντῖναν. ἔκτισε δὲ καὶ εἰς τὴν Βιθυνίαν τὴν πρῴην οὖσαν κώμην λεγομένην Σουγάν, δοὺς αὐτῇ καὶ δίκαιον πόλεως καὶ καλέσας αὐτὴν εἰς ὄνομα τῆς ἰδίας αὐτοῦ μητρὸς Ἑλενούπολιν. καὶ εἰς ὄνομα δὲ τῆς αὐτοῦ μητρὸς ἐκάλεσε καὶ ἐπαρχίαν Ἑλενούποντον. 324 Καὶ ἐν αὐτῷ τῷ χρόνῳ ὁ αὐτὸς βασιλεὺς Κωνσταντῖνος τοὺς ὄντας ἐν Κωνσταντινουπόλει τρεῖς ναοὺς ἐν τῇ πρῴην λεγομένῃ ἀκροπόλει τοῦ Ἡλίου καὶ τῆς Ἀρτέμιδος σελήνης καὶ τῆς Ἀφροδίτης ἐκέλευσεν ἀχρηματίστους τοῦ λοιποῦ διαμεῖναι. Μετὰ δὲ ὀλίγον καιρὸν ἐτελεύτησεν ὁ αὐτὸς βασιλεὺς Κωνσταντῖνος ἐν Νικομηδείᾳ τῆς Βιθυνίας, ὡς ἔστιν ἐν προκέσσῳ, ἐν προαστείῳ τινὶ λεγομένῳ Ἀχυρῶνι πρὸ ὀλίγου διαστήματος τῆς πόλεως, ἀῤῥωστήσας ἡμέρας ἕξ, πρὸ τοῦ πληρωθῆναι τὸ κτίσμα ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τῆς Συρίας τὸ τῆς μεγάλης ἐκκλησίας τὸ μέγιστον καὶ ἓν ὂν τῶν θεαμάτων. τελευτᾷ δὲ ὢν ἐνιαυτῶν ξʹ καὶ μηνῶν γʹ, ὡς ταῦτα συνεγράψατο καὶ τοὺς χρόνους πάντας τῶν προγεγραμμένων βασιλέων ὁ σοφώτατος Νεστοριανὸς ὁ χρονογράφος. Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίνου τοῦ μεγάλου ηὑρέθη βασιλεὺς ὢν ἐν Ῥώμῃ Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ· ὅντινα ἐν τῇ ζωῇ αὐτοῦ ἐποίησε βασιλέα Ῥώμης ἐπὶ τῆς ὑπατείας Οὔρσου καὶ Πολυβίου.