Chronographia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
Ἐν δὲ τοῖς προειρημένοις τοῦ Πίκου Διὸς χρόνοις ἐπὶ τὰ δυτικὰ μέρη ἀναφαίνεταί τις ἐκ τῆς φυλῆς τοῦ Ἰάφεθ ἐν τῇ χώρᾳ τῶν Ἀργείων, ὀνόματι Ἴναχος· ὅστις πρῶτος ἐβασίλευσεν ἐν τῇ χώρᾳ ἐκείνῃ, καὶ κτίζει πόλιν ἐκεῖ εἰς ὄνομα τῆς σελήνης, ἐτίμα γὰρ αὐτήν, ἣν ἐκάλεσεν Ἰώπολιν· οἱ γὰρ Ἀργεῖοι μυστικῶς τὸ ὄνομα τῆς σελήνης τὸ ἀπόκρυφον Ἰὼ λέγουσιν ἕως ἄρτι. ἔκτισε δὲ καὶ ἱερὸν ἐν τῇ πόλει τῇ σελήνῃ, ἀναστήσας αὐτῇ στήλην χαλκῆν, ἐν ᾗ ἐπέγραψεν, Ἰὼ μάκαιρα λαμπαδηφόρε. ὁ δὲ αὐτὸς Ἴναχος ἠγάγετο γυναῖκα Μελίαν ὀνόματι· ἐξ ἧς ἔσχε παῖδας τρεῖς, Κάσον καὶ Βῆλον καὶ θυγατέρα, ἣν ἐπωνόμασεν Ἰὼ εἰς ὄνομα τῆς σελήνης· ἦν γὰρ ἡ κόρη εὐπρεπεστάτη πάνυ. τότε ὁ Πῖκος ὁ καὶ Ζεὺς ἀκούσας περὶ τοῦ Ἰνάχου ὅτι ἔχει θυγατέρα παρθένον εὐπρεπῆ, ὁ βασιλεὺς τῶν δυτικῶν μερῶν πέμψας ἥρπασε τὴν Ἰώ, θυγατέρα τοῦ Ἰνάχου, καὶ ταύτην φθείρει, καὶ ἔγκυον ποιήσας ἔσχεν ἐξ αὐτῆς θυγατέρα, ἥντινα ἐκάλεσε Λιβύην. ἡ δὲ Ἰὼ ἐπαχθῶς ἔφερεν ἐπὶ τῷ συμβάντι αὐτῇ, καὶ μὴ θέλουσα συνεῖναι τῷ Πίκῳ, διαλαθοῦσα αὐτὸν καὶ πάντας καὶ τὴν θυγατέρα αὐτῆς ἐάσασα, καὶ τὸν πατέρα αὐτῆς Ἴναχον αἰσχυνομένη, ἔφυγεν, εἰς Αἴγυπτον καταπλεύσασα. καὶ εἰσελθοῦσα ἐν τῇ χώρᾳ τῆς Αἰγύπτου ἡ Ἰὼ ἐκεῖ διῆγε· καὶ μαθοῦσα μετὰ χρόνον ὅτι Ἑρμῆς βασιλεύει τῆς Αἰγύπτου, ὁ υἱὸς Πίκου Διός, καὶ φοβηθεῖσα τὸν αὐτὸν Ἑρμῆν, φεύγει ἐκεῖθεν ἐπὶ τὴν Συρίαν εἰς 29 τὸ Σίλπιον ὄρος· εἰς ὅπερ Σέλευκος ὁ Νικάτωρ ὁ Μακεδὼν ἔκτισε 29 πόλιν μετὰ χρόνους καὶ ἐκάλεσεν εἰς τὸ ὄνομα τοῦ ἰδίου αὐτοῦ υἱοῦ Ἀντιόχειαν τὴν μεγάλην. ἀπελθοῦσα δὲ εἰς τὴν Συρίαν ἡ Ἰὼ ἐκεῖ ἐτελεύτησεν, ὡς Θεόφιλος ὁ σοφώτατος συνεγράψατο. ἕτεροι δὲ ἐξέθεντο ὅτι ἐν τῇ Αἰγύπτῳ ἐτελεύτα ἡ Ἰώ. ὁ δὲ Ἴναχος, ὁ πατὴρ αὐτῆς, εἰς ἀναζήτησιν αὐτῆς ἔπεμψε τοὺς ἀδελφοὺς αὐτῆς καὶ τοὺς συγγενεῖς καὶ τὸν Τριπτόλεμον καὶ Ἀργείους μετ' αὐτῶν, οἵτινες πανταχοῦ ζητήσαντες οὐχ εὗρον αὐτήν· γνόντες δὲ οἱ Ἀργεῖοι Ἰωπολῖται ὅτι ἐτελεύτα εἰς γῆν Συρίαν ἡ Ἰώ, ἐλθόντες ἔμειναν ἐκεῖ πρὸς μικρόν, κρούοντες εἰς ἕκαστον οἶκον αὐτοῦ καὶ λέγοντες, Ψυχὴ Ἰοῦς σωζέσθω. καὶ ἐν ὁράματι χρηματισθέντες εἶδον δάμαλιν, λέγουσαν αὐτοῖς ἀνθρωπίνῃ φωνῇ ὅτι Ἐνταῦθά εἰμι ἐγὼ ἡ Ἰώ. καὶ διυπνισθέντες, τὴν τοῦ ὁράματος δύναμιν θαυμάζοντες ἔμειναν. καὶ λογισάμενοι ὅτι ἐν τῷ ὄρει αὐτῷ κεῖται ἡ Ἰώ, κτίσαντες αὐτῇ ἱερὸν ᾤκησαν ἐκεῖ εἰς τὸ Σίλπιον ὄρος, κτίσαντες καὶ πόλιν ἑαυτοῖς, ἣν ἐκάλεσαν Ἰώπολιν· οἵτινες ἐκλήθησαν παρὰ τοῖς αὐτοῖς Σύροις Ἰωνῖται ἕως τῆς νῦν. οἱ οὖν Σύροι Ἀντιοχεῖς ἐξ ἐκείνου τοῦ χρόνου ἀφ' οὗ οἱ Ἀργεῖοι ἐλθόντες ἐζήτησαν τὴν Ἰὼ ποιοῦσιν οὖν τὴν μνήμην, κρούοντες τῷ καιρῷ αὐτῷ κατ' ἔτος εἰς τοὺς οἴκους τῶν Ἑλλήνων ἕως ἄρτι. διὰ τοῦτο δὲ οἱ Ἀργεῖοι ἔμειναν αὐτοὶ ἐκεῖ εἰς τὴν Συρίαν, ἐπειδὴ ἐκελεύσθησαν ἀπολυόμενοι ἀπὸ τῆς Ἀργείων χώρας ὑπὸ τοῦ Ἰνάχου βασιλέως, τοῦ πατρὸς τῆς Ἰώ, ὅτι Εἰ μὴ 30 ἀγάγητε τὴν θυγατέρα μου Ἰώ, μὴ ὑποστρέψητε ἐπὶ τὴν Ἀργείων χώραν. ἔκτισαν οὖν ἐκεῖ οἱ αὐτοὶ Ἰωνῖται ἱερὸν Κρόνου εἰς τὸ Σίλπιον ὄρος. Ἡ δὲ Λιβύη, ἡ θυγάτηρ τῆς Ἰὼ καὶ τοῦ Πίκου τοῦ καὶ Διός, ἐγαμήθη τινὶ ὀνόματι Ποσειδῶνι· ἐξ ὧν ἐνέχθησαν ὁ Ἀγήνωρ καὶ Βῆλος καὶ Ἐνυάλιος, παῖδες τρεῖς. ὁ δὲ Ἀγήνωρκαὶ Βῆλος κατέλαβον τὴν Συρίαν καὶ αὐτοὶ εἰς ἀναζήτησιν τῆς Ἰοῦς, εἰ ἔτι ζῇ, καὶ τῶν ἀδελφῶν αὐτῆς, εἴπερ εἰσίν· ἦσαν γὰρ αὐτῶν συγγενεῖς. καὶ μηδένα εὑρηκότες, ὑπέστρεψαν. καὶ ὁ μὲν Βῆλος ἐπὶ τὴν Αἴγυπτον ἀπῆλθε, κἀκεῖ γαμήσας τὴν Σίδα ἔσχεν υἱοὺς δύο, Αἴγυπτον καὶ Δαναόν. ὁ δὲ Ἀγήνωρ ἐπὶ τὴν Φοινίκην ἐλθὼν ἠγάγετο τὴν Τυρώ· καὶ κτίζει πόλιν, ἣν ἐκάλεσε Τύρον εἰς ὄνομα τῆς ἑαυτοῦ γαμετῆς. ἐβασίλευσεν οὖν ἐκεῖ, καὶ ἔσχεν υἱοὺς ἐκ τῆς Τυρώ, τὸν Κάδμον καὶ τὸν Φοίνικα καὶ τὸν Σύρον καὶ τὸν Κίλικα, καὶ θυγατέρα, ἣν ἐκάλεσεν Εὐρώπην. καὶ βασιλεύει ὁ Ἀγήνωρ τῶν μερῶν ἐκείνων ἔτη ξγʹ. τὴν δὲ Εὐρώπην οἱ ποιηταὶ ἐξέθεντο θυγατέρα εἶναι τοῦ Φοίνικος, τοῦ υἱοῦ Ἀγήνορος βασιλέως, μὴ ὁμοφωνήσαντες τοῖς χρονογράφοις. ἐπιῤῥίψας δὲ τῇ πόλει Τύρῳ Ταῦρος ὁ τῆς Κρήτης βασιλεύς, ναυμαχίᾳ πολεμήσας παρέλαβε τὴν αὐτὴν Τύρον πόλιν ἑσπέρας· καὶ πραιδεύσας ἔλαβεν αἰχμαλώτους ἐκ τῆς πόλεως πολλούς· ἐν οἷς ἔλαβε καὶ τὴν Εὐρώπην, θυγατέρα τοῦ Ἀγήνορος βασιλέως. ὁ δὲ Ἀγήνωρ καὶ οἱ υἱοὶ αὐτοῦ ἐπολέμουν ἐπὶ τὸ λίμιτον· τοῦτο 31 Ταῦρος ὁ τῆς Κρήτης βασιλεὺς ἐξαίφνης ἐπέῤῥιψε τῇ χώρᾳ διὰ θαλάττης· ἧστινος ἑσπέρας μνήμην ποιοῦνται οἱ Τύριοι ἕως τῆς νῦν, λέγοντες Κακὴν ὀψινήν. ἀπήγαγε δὲ τὴν Εὐρώπην εἰς τὴν ἰδίαν πατρίδα ὁ Ταῦρος, ἥντινα καὶ γυναῖκα ἔλαβε, παρθένον οὖσαν καὶ εὐπρεπῆ· καὶ ἐκάλεσε τὰ μέρη ἐκεῖνα εἰς ὄνομα αὐτῆς Εὐρώπεια. ἐξ ἧς ἔσχεν υἱὸν τὸν Μίνω, καθὼς καὶ Εὐριπίδης ὁ σοφώτατος ποιητικῶς συνεγράψατο, ὅς φησι, Ζεὺς μεταβληθεὶς εἰς Ταῦρον τὴν Εὐρώπην ἥρπασεν. ἔκτισε δὲ ἐν τῇ αὐτῇ Κρήτῃ νήσῳ ὁ αὐτὸς Ταῦρος βασιλεὺς πόλιν μεγάλην, ἣν ἐκάλεσε Γόρτυναν εἰς ὄνομα τῆς αὐτοῦ μητρὸς τῆς ἐκ γένους Πίκου Διός· τὴν δὲ τῆς αὐτῆς πόλεως τύχην ἐκάλεσε Καλλινίκην εἰς ὄνομα τῆς σφαγιασθείσης παρ' αὐτοῦ κόρης. ὁ δὲ Ἀγήνωρ βασιλεὺς ἐλθὼν ἐκ τοῦ πολέμου ἐν τῇ Τύρῳ, καὶ μαθὼν τὴν γενομένην παρὰ τοῦ Ταύρου ἐξαίφνης ἔφοδόν τε καὶ ἁρπαγήν, εὐθέως ἐξέπεμψε τὸν Κάδμον διὰ τὴν Εὐρώπην μετὰ χρημάτων πολλῶν καὶ στρατοῦ. μέλλων δὲ τελευτᾶν ὁ αὐτὸς βασιλεὺς Ἀγήνωρ διετάξατο πᾶσαν ἣν ὑπέταξε γῆν μερίσασθαι τοὺς τρεῖς αὐτοῦ υἱούς. καὶ ἔλαβεν ὁ Φοῖνιξ τὴν Τύρον καὶ τὴν αὐτῆς ἐνορίαν, καλέσας τὴν ὑπ' αὐτὸν γενομένην γῆν Φοινίκην· ὁμοίως δὲ καὶ ὁ Σύρος, εἰς τὸ ἴδιον ὄνομα καλέσας τὴν ἐπιλαχοῦσαν αὐτῷ χώραν Συρίαν· ὡσαύτως δὲ καὶ ὁ Κίλιξ τὸ ἐπιλαγχάνον αὐτῷ κλῖμα ἐκάλεσε Κιλικία εἰς τὸ ἴδιον αὐτοῦ ὄνομα.