Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronographia
John MalalasChro 325 · pg-scrape-grcMore by John Malalas
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-malalas" aria-label="More works by John Malalas"> —
⋯
More
Original / primary: Pg Scrape Grc
325.1.1
Ὁ δὲ αὐτὸς Κωνσταντῖνος βασιλεὺς ὁ μικρὸς ἐβασίλευσεν ἐν τῇ Ῥώμῃ ἔνη
325.2.1
ὅστις μετὰ τελευτὴν τοῦ πατρὸς ἐξῆλθεν εἰς πρόκεσσον καὶ ἐσφάγη ἐν Μοθώνῃ ὑπὸ τῶν ἀνθρώπων τοῦ ἀδελφοῦ αὐτοῦ, ὢν ἐνιαυτῶν κʹ. Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίνου τοῦ μικροῦ ἐβασίλευσεν ἐν τῇ Ῥώμῃ Κώνστας ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιςʹ. ὅστις ἀῤῥωστήσας ἀπὸ δυσεντερίας ἐτελεύτα, ὢν ἐνιαυτῶν κζʹ. Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίνου τοῦ μεγάλου ἐβασίλευσε Κωνσταντινουπόλεως Κωνστάντιος ὁ υἱὸς αὐτοῦ ὁ μικρότερος ἔτη λʹ. ἦν δὲ μεγαλόψυχος, ἐξακιονίτης, ὅ ἐστιν Ἀρειανός. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐκίνησαν οἱ Πέρσαι, ἤτοι Ἀββουραρσάκιος ὁ βασιλεύς· καὶ ἐπεστράτευσε κατ' αὐτῶν ποιήσας Καίσαρα Ἰουλιανὸν συγγενέα αὐτοῦ. Καὶ γενόμενος ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ ἐπλήρωσε τὴν μεγάλην ἐκκλησίαν ἐπιγράψας ταῦτα· 326 Χριστῷ Κωνστάντιος ἐπέραιστον οἶκον ἔτευξεν, Οὐρανίαις ἀψῖσι πανείκελα, παμφανόωντα, Κωνσταντίου ἄνακτος ὑποδρήσσοντος ἐφετμαῖς· Γοργόνιος δὲ κόμης θαλαμηπόλον ἔργον ὕφανε. καὶ κατελθὼν ἐπὶ τὰ Περσικὰ ἐποίησε πάκτα εἰρήνης μετὰ Περσῶν ἐπὶ φανερὸν χρόνον, πολλῶν πεσόντων ἐξ ἀμφοτέρων ἐν τῇ συμβολῇ. καὶ ὑποστρέψας ἐποίησε τὰ ἐγκαίνια τῆς αὐτῆς μεγάλης ἐκκλησίας ἐν Ἀντιοχείᾳ. καὶ ἐξελθὼν ὁ αὐτὸς Κωνστάντιος ἀπὸ Ἀντιοχείας, ἀνιὼν ἐπὶ Κωνσταντινούπολιν, ἔφθασε τὴν Κιλικίαν· καὶ ἔκτισεν ἐκεῖ τὴν γέφυραν τοῦ Πυράμου ποταμοῦ, ἔργον μέγιστον. καὶ εἰσελθὼν ἐν Μαμψουεστίᾳ, πόλει τῆς Κιλικίας, ἀῤῥωστήσας τελευτᾷ ἐκεῖ, ὢν ἐνιαυτῶν
325.3.1
Μετὰ δὲ τὴν βασιλείαν Κωνσταντίου ἐβασίλευσεν Ἰουλιανὸς ὁ παραβάτης, ὁ πρῴην γενόμενος Καῖσαρ, ὁ συγγενεὺς τοῦ αὐτοῦ Κωνσταντίου, ἐπὶ ὑπατείας Μαρμεντίου καὶ Νεβήτα· ὅστις ἐβασίλευσεν ἔτη βʹ. ἦν δὲ ἐλλόγιμος· ὅστις ἐκλήθη παραβάτης, διότι 327 ἀρνησάμενος τὸ δόγμα τῶν αὐτοῦ προγόνων, τὸ τῶν χριστιανῶν, γέγονεν Ἕλλην. ἦν δὲ φίλος καὶ ὁμόχρονος Λιβανίου τοῦ περιβοήτου σοφιστοῦ Ἀντιοχείας. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐμαρτύρησεν ὁ ἅγιος Δομέτιος. ἐπεστράτευσε γὰρ κατὰ Περσῶν δυνατὴν στρατείαν, καὶ κατελθὼν κατέλαβεν Ἀντιόχειαν· καὶ ἀνελθὼν ἐν τῷ ὄρει τῷ λεγομένῳ Κασίῳ ἐποίησεν ἐκεῖ θυσίαν ἑκατόμβην τῷ Διὶ Κασίῳ· καὶ κατελθὼν ἐκεῖθεν καὶ ἐλθὼν εἰς Δάφνην ἐποίησε κἀκεῖ θυσίαν τῷ Ἀπόλλωνι. καὶ παρακοιμηθεὶς εἶδεν ἐν ὁράματι παῖδα ξανθὸν λέγοντα αὐτῷ, Ἐν Ἀσίᾳ δεῖ σε τεθνάναι. εἰσερχόμενος δὲ ἀπὸ Δάφνης ἐν Ἀντιοχείᾳ ὑπηντήθη ὑπὸ τῶν συγκλητικῶν αὐτοῦ καὶ τῶν ἀξιωματικῶν αὐτοῦ καὶ τοῦ δήμου. καὶ ἔκραξαν αὐτῷ οἱ δημόται Ἀντιοχείας ὑβριστικὰς φωνάς, ὡς χριστιανοὶ θερμοὶ ὄντες, δεδωκότες αὐτῷ ἐν ταῖς αὐτῶν φωναῖς κληδόνα μὴ ὑποστρέψαι. ἀπὸ δὲ τῶν πλησίον αὐτοῦ δύο κανδιδᾶτοι χριστιανοί, ὧν τὰ ὀνόματά ἐστι ταῦτα, Ἰουβεντῖνος καὶ Μαξιμιανός, ἀποσχίσαντες συνέμιξαν τοῖς ὑβρίζουσιν αὐτὸν ὄχλοις, πλέον ἀνεγείροντες τὸν δῆμον εἰς ὕβρεις. καὶ ἑωρακὼς αὐτοὺς Ἰουλιανὸς ὁ βασιλεύς, ἐκέλευσεν αὐτοὺς συσχεθῆναι· καὶ εὐθέως αὐτοὺς ἀπεκεφάλισεν ἐν Ἀντιοχείᾳ, καὶ ἐτέθησαν τὰ λείψανα αὐτῶν ἐν τῷ μαρτυρίῳ τῷ λεγομένῳ Κοιμητηρίῳ· οὕστινας καλοῦσιν οἱ Ἀντιοχεῖς Γεντιλίους. καὶ ἀγανακτήσας κατὰ τῶν Ἀντιοχέων ἠπείλει αὐτοῖς, λέγων ὑποστρέφειν καὶ τιμωρεῖσθαι αὐτούς, ὡς μὴ 328 ἔχοντας κληδόνα, εἰπὼν περὶ τῶν αὐτῶν Ἀντιοχέων λόγον, διαβάλλων αὐτοὺς ὡς τυράννους. καὶ προέθηκε τὸν κατ' αὐτῶν ῥηθέντα παρ' αὐτοῦ λόγον ἔξω τοῦ παλατίου τῆς αὐτῆς πόλεως εἰς τὸ λεγόμενον Τετράπυλον τῶν ἐλεφάντων πλησίον τῆς Ῥηγίας. Καὶ ἐξελθὼν διὰ τῶν Κυρηστικῶν ἀπῆλθε κατὰ Περσῶν· παρερχόμενος δὲ διὰ Κύρου τῆς πόλεως ἐν τῇ χώρᾳ εἶδεν ὄχλον ἑστῶτα ἐν τῷ σπηλαίῳ τοῦ ἁγίου Δομετίου καὶ ἰώμενον παρ' αὐτοῦ. καὶ ἐρωτᾷ τινας τίς ἐστιν ἐκεῖνος ὁ συναγόμενος ὄχλος; καὶ ἔμαθεν ὅτι ἐν τῷ σπηλαίῳ τοῦ ὄρους ἐστὶ μοναχὸς καὶ πρὸς αὐτὸν συνάγεται ὁ ἑστὼς ὄχλος, θέλων ἰαθῆναι καὶ εὐλογηθῆναι παρ' αὐτοῦ. καὶ ἐδήλωσε τῷ ἁγίῳ Δομετίῳ ὁ βασιλεὺς Ἰουλιανὸς διὰ ῥεφερενδαρίου χριστιανοῦ ταῦτα· Διὰ τὸ ἀρέσαι τῷ θεῷ σου εἰς τὸ σπήλαιον εἰσῆλθες· ἀνθρώποις μὴ θέλε ἀρέσκειν, ἀλλὰ ἰδίαζε. καὶ ἀντεδήλωσεν αὐτῷ ὁ ἅγιος Δομέτιος ὅτι Ὡς τῷ θεῷ ἐκδόσαντός μου τὴν ψυχὴν καὶ τὸ σῶμα ἐκ πολλοῦ χρόνου ἐν τῷ σπηλαίῳ τούτῳ ἐμαυτὸν ἀπέκλεισα· τὸν δὲ πρός με ἐρχόμενον ὄχλον ἐν πίστει ἀποδιώκειν οὐ δύναμαι. καὶ ἐκέλευσεν ὁ βασιλεὺς Ἰουλιανὸς ἀναφραγῆναι τὸ σπήλαιον λίθοις μεγάλοις καὶ εἶναι αὐτὸν τὸν δίκαιον ἔσω. καὶ ἐκ τούτου ἐτελειώθη ὁ ἅγιος Δομέτιος. Καὶ κατιὼν ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς κατὰ Σαββουραρσάκου, βασιλέως Περσῶν, κατέφθασεν ἐν Ἱεραπόλει· καὶ πέμψας κα 329 τεσκεύασε πλοῖα ἐν Σαμοσάτοις, πόλει τῆς Εὐφρατησίας, τὰ μὲν διὰ ξύλων τὰ δὲ διὰ βυρσῶν, ὡς ὁ σοφώτατος Μάγνος ὁ χρονογράφος ὁ Καρηνός, ὁ συνὼν αὐτῷ Ἰουλιανῷ βασιλεῖ, συνεγράψατο. ἀπὸ δὲ Ἱεραπόλεως ἐξελθὼν ἦλθεν ἐν Κάραις τῇ πόλει· κἀκεῖθεν εὗρε δύο ὁδούς, μίαν ἀπάγουσαν εἰς τὴν Νίσιβιν πόλιν, οὖσάν ποτε Ῥωμαίων, καὶ ἄλλην ἐπὶ τὸ Ῥωμαϊκὸν κάστρον τὸ λεγόμενον Κιρκήσιον, κείμενον εἰς τὸ μέσον τῶν δύο ποταμῶν τοῦ Εὐφράτου καὶ τοῦ Ἀββορᾶ· ὅπερ ἔκτισε Διοκλητιανός, βασιλεὺς Ῥωμαίων. καὶ μερίσας τὸν στρατὸν ὁ αὐτὸς βασιλεὺς πέμπει ἐπὶ τὴν Νίσιβιν ὁπλίτας ἄνδρας μυρίους ἑξακισχιλίους μετὰ δύο ἐξάρχων Σεβαστιανοῦ καὶ Προκοπίου. καὶ κατέφθασεν ὁ αὐτὸς Ἰουλιανὸς τὸ Κιρκήσιον κάστρον· καὶ ἐάσας καὶ ἐν τῷ Κιρκησίῳ κάστρῳ ὅσους εὗρεν ἐγκαθέτους στρατιώτας ἑξακισχιλίους, προσθεὶς αὐτοῖς καὶ ἄλλους ὁπλίτας ἄνδρας τετρακισχιλίους μετὰ ἐξάρχων δύο Ἀκκαμέου καὶ Μαύρου. καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ παρῆλθε τὸν Ἀββορὰν ποταμὸν διὰ τῆς γεφύρης, τῶν πλοίων φθασάντων εἰς τὸν Εὐφράτην ποταμόν· ὧντινων πλοίων ὑπῆρχεν ὁ ἀριθμὸς χιλίων διακοσίων πεντήκοντα. καὶ συναθροίσας τὸν ἴδιον αὐτοῦ στρατόν, ἔχων μεθ' ἑαυτοῦ Ἀνατόλιον μάγιστρον καὶ Σαλούστιον ἔπαρχον πραιτωρίων καὶ τοὺς στρατηλάτας αὐτοῦ, ἀνελθὼν ἐν ὑψηλῷ βήματι δι' ἑαυτοῦ προσεφώνησε τῷ στρατῷ, ἐπαινῶν αὐτοὺς καὶ προτρεπόμενος προθύμως καὶ σωφρόνως ἀγωνίσασθαι κατὰ Περσῶν. Καὶ εὐθέως ἐμβαίνειν 330 εἰς τὰ πλοῖα ἐπέτρεψεν, εἰσελθὼν καὶ αὐτὸς ὁ βασιλεὺς εἰς τὸ εὐτρεπισθὲν αὐτῷ πλοῖον, καὶ προηγεῖσθαι αὐτῶν προσκουλκάτορας προσέταξεν ἄνδρας γενναίους ἐκ τοῦ ἀριθμοῦ τῶν λαγκιαρίων καὶ ματτιαρίων χιλίους πεντακοσίους, κελεύσας βαστάζεσθαι καὶ τὰ σίγνα αὐτοῦ καὶ τὸν κόμητα Λουκιανόν, ἄνδρα πολεμικώτατον, εἶναι σὺν αὐτῷ. ὅστις καὶ πολλὰ κάστρα Περσικὰ παρὰ τὸν Εὐφράτην κείμενα καὶ ἐν μέσῳ τῶν ὑδάτων ἐν νήσοις ὄντα ἐπόρθησε καὶ τοὺς ἐν αὐτοῖς ὄντας Πέρσας ἀνεῖλε. Βίκτορα δὲ καὶ Δαγαλάϊφον κατέταξεν ὄπισθεν τῶν λοιπῶν πλοίων εἶναι καὶ φυλάττειν τὰ πλήθη. καὶ κατῆλθεν ὁ βασιλεὺς μετὰ τοῦ στρατοῦ παντὸς διὰ τῆς μεγάλης διώρυγος τοῦ Εὐφράτου τῆς μισγούσης τῷ Τίγρητι ποταμῷ· καὶ εἰσῆλθεν εἰς τὸν αὐτὸν Τίγρητα ποταμόν, ὅπου μίγνυνται οἱ δύο ποταμοὶ καὶ ἀποτελοῦσι λίμνην μεγάλην. καὶ παρέβαλεν εἰς τὰ Περσικὰ ἐν τῇ χώρᾳ τῶν λεγομένων Μαυζανιτῶν, πλησίον Κτησιφῶντος πόλεως, ἔνθα ὑπῆρχε τὸ Περσικὸν βασίλειον· καὶ ἐπικρατὴς γενόμενος Ἰουλιανὸς ὁ βασιλεὺς ἐσκήνωσεν ἐν τῇ πεδιάδι τῆς αὐτῆς πόλεως Κτησιφῶντος, βουλόμενος μετὰ τῆς ἰδίας συγκλήτου καὶ ἕως Βαβυλῶνος εἰσελθεῖν καὶ παραλαβεῖν τὰ ἐκεῖσε. Ὁ δὲ βασιλεὺς Σαββουραρσάκιος ὑπονοήσας ὅτι διὰ τῆς Νισίβεως ἤρχετο ὁ βασιλεὺς Ῥωμαίων Ἰουλιανός, ὥρμησε κατ' αὐτοῦ μετὰ τοῦ πλήθους αὐτοῦ παντός. ἀπαγγελθέντος δὲ αὐτῷ ὅτι 331 ὄπισθεν αὐτοῦ ἐστιν ὁ βασιλεὺς Ῥωμαίων Ἰουλιανὸς παραλαβὼν τὰ Περσικὰ μέρη, καὶ ὅτι ἔμπροσθεν αὐτῷ ἀπαντῶσιν οἱ στρατηγοὶ τῶν Ῥωμαίων καὶ πλήθη πολλά, καὶ γνοὺς ὅτι ἐμεσάσθη, φεύγει ἐπὶ τὴν Περσαρμενίαν, δόλῳ πέμψας δύο συγκλητικοὺς αὐτοῦ καὶ αὐτοὺς κατὰ ἰδίαν βούλησιν ῥινοτομήσας πρὸς Ἰουλιανὸν τὸν βασιλέα Ῥωμαίων, ἵνα πλανήσωσιν αὐτόν, πρὸς τὸ μὴ καταδιωχθέντα αὐτὸν φθασθῆναι. οἱ δὲ ῥινοτομηθέντες Πέρσες ἦλθον πρὸς τὸν βασιλέα Ῥωμαίων προδοῦναι, φησίν, θέλοντες τὸν βασιλέα Περσῶν, ὡς τιμωρησάμενον αὐτούς. ἀπατηθεὶς δὲ παρ' αὐτῶν ἐπομνυμένων ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς ἠκολούθησεν αὐτοῖς μετὰ τοῦ ἰδίου στρατεύματος· καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν ἔρημον καὶ ἄνυδρον ἐπὶ μίλια ρνʹ, πλανήσαντες αὐτούς, τῇ εἰκάδι πέμπτῃ τοῦ δαισίου τοῦ καὶ ἰουνίου μηνός. καὶ εὑρὼν ἐκεῖ τείχη παλαιὰ πεπτωκότα πόλεως λεγομένης Βουβίων, καὶ ἄλλο δὲ χωρίον, ἑστώτων μὲν τῶν οἰκημάτων, ἔρημον δὲ ἦν, ὅπερ ἐλέγετο Ἀσία· ἔνθα ἐλθὼν ὁ βασιλεὺς Ἰουλιανὸς καὶ ὁ πᾶς στρατὸς τῶν Ῥωμαίων ἐκεῖ ἐσκήνωσεν. ἐν αὐτοῖς δὲ τοῖς τόποις γενόμενοι ἐλίποντο τροφῶν καὶ οὐδὲ τοῖς ἀλόγοις ὑπῆρχε βοτάνη· ἦν γὰρ ἐρημία· καὶ γνοὺς ὁ πᾶς στρατὸς Ῥωμαίων ὅτι ἀπατηθεὶς ὁ βασιλεὺς ἐπλάνησεν αὐτοὺς καὶ εἰς ἐρήμους ἤγαγε τόπους, εἰς πολλὴν ἀταξίαν ἐτράπησαν. τῇ δὲ ἑξῆς ἡμέρᾳ μηνὶ ἰουνίῳ κςʹ, ἀγαγὼν τοὺς πλανήσαντας αὐτὸν Πέρσας ἐξήτασεν αὐτούς· καὶ ὡμολόγησαν λέγοντες ὅτι ὑπὲρ πατρίδος καὶ τοῦ βασιλέως ἡμῶν, ἵνα 332 σωθῇ, ἐδώκαμεν ἡμᾶς ἑαυτοὺς εἰς θάνατον καὶ ἐπλανήσαμεν ὑμᾶς· ἰδοὺ οἱ δοῦλοί σου ἀπεθάνομεν. καὶ ἀπεδέξατο αὐτούς, μὴ φονεύσας αὐτούς, ἀλλὰ δοὺς λόγον αὐτοῖς, ἵνα ἐκβάλωσι τὸν στρατὸν ἐκ τῆς ἐρήμου χώρας. Καὶ περὶ ὥραν δευτέραν τῆς αὐτῆς ἡμέρας ὁ βασιλεὺς Ἰουλιανὸς παριὼν τὸ στράτευμα καὶ δυσωπῶν αὐτοὺς μὴ ἀτάκτως φέρεσθαι ἐτρώθη ἀδήλως· καὶ εἰσελθὼν εἰς τὸν ἴδιον παπυλεῶνα διὰ τῆς νυκτὸς τελευτᾷ, ὡς ὁ προγεγραμμένος Μάγνος ἐξέθετο. Εὐτυχιανὸς δὲ ὁ χρονογράφος ὁ Καππάδοξ, στρατιώτης ὢν καὶ βικάριος τοῦ ἰδίου ἀριθμοῦ τῶν Πριμοαρμενιακῶν, παρὼν καὶ αὐτὸς ἐν τῷ πολέμῳ, συνεγράψατο ὅτι κατελθὼν ὁ αὐτὸς βασιλεὺς Ἰουλιανὸς μονὰς ιεʹ ἐπὶ τὰ Περσικὰ μέρη διὰ τοῦ Εὐφράτου εἰσῆλθε καὶ ἐπικρατὴς γενόμενος καὶ νικήσας πάντας παρέλαβεν ἕως πόλεως λεγομένης Κτησιφῶντος, ἔνθα ὁ βασιλεὺς Περσῶν ἐκάθητο, ἐκείνου φυγόντος ἐπὶ τὰ μέρη τῶν Περσαρμενίων, καὶ βουλομένου μετὰ τῆς ἰδίας συγκλήτου καὶ τοῦ στρατοῦ αὐτοῦ ἄχρι τῆς Βαβυλῶνος τῇ ἑξῆς ὁρμῆσαι καὶ ταύτην παραλαβεῖν διὰ τῆς νυκτός. καὶ ὡς καθεύδει, εἶδεν ἐν ὁράματί τινα τέλειον ἄνδρα ἐνδεδυμένον ζάβαν καὶ εἰσελθόντα πρὸς αὐτὸν εἰς τὸν παπυλεῶνα αὐτοῦ πλησίον τῆς πόλεως Κτησιφῶντος ἐν πόλει λεγομένῃ Ἀσίᾳ καὶ κρούσαντα αὐτὸν λόγχῃ· καὶ πτοηθεὶς ἐξυπνίσθη κράξας· καὶ ἐξανέστησαν οἱ κουβικουλάριοι εὐνοῦχοι καὶ σπαθάριοι καὶ ὁ στρατὸς ὁ φυλάττων τὸν παπυλεῶνα, καὶ εἰσελθόντες πρὸς αὐτὸν μετὰ λαμπάδων βασιλικῶν· καὶ προσε 333 σχηκὼς Ἰουλιανὸς ὁ βασιλεὺς ἑαυτὸν σφαγέντα κατὰ τῆς μασχάλης ἐπηρώτησεν αὐτούς, Πῶς λέγεται ἡ κώμη ὅπου ἐστὶν ὁ παπυλεών μου; καὶ εἶπον αὐτῷ ὅτι Ἀσία λέγεται. καὶ εὐθέως ἔκραξεν, Ὦ Ἥλιε, ἀπώλεσας Ἰουλιανόν. καὶ ἐκχυθεὶς τὸ αἷμαπαρέδωκε τὴν ψυχὴν ὥραν νυκτερινὴν πέμπτην ἔτους κατὰ Ἀντιόχειαν τὴν μεγάλην χρηματίζοντος υιαʹ. Καὶ εὐθέως ὁ στρατὸς πρὸ τοῦ γνῶναι τοὺς πολεμίους Πέρσας ἀπῆλθον εἰς τὸν παπυλεῶνα Ἰοβιανοῦ, κόμητος τῶν δομεστίκων καὶ στρατηλάτου τὴν ἀξίαν ἔχοντος· καὶ ἀγνοοῦντα ἤγαγον αὐτὸν εἰς τὸν βασιλικὸν παπυλεῶνα, ὡς δῆθεν τοῦ βασιλέως Ἰουλιανοῦ ζητήσαντος αὐτόν. καὶ ὅτε εἰσῆλθεν εἰς τὸν παπυλεῶνα, συσχόντες αὐτὸν ἀνηγόρευσαν βασιλέα τῇ κζʹ τοῦ δαισίου τοῦ καὶ ἰουνίου μηνός, πρὸ τοῦ διαφαῦσαι. τὸ δὲ πλῆθος τοῦ στρατοῦ τὸ ἐπὶ Κτησιφῶντα καὶ τὸ ἀπὸ πολλοῦ διαστήματος ἀπληκεῦον οὐκ ἔγνω τὰ συμβάντα ἕως ἀνατολῆς ἡλίου, ὡς ἀπὸ διαστήματος ὄντες. ἐτελεύτα οὖν ὁ αὐτὸς Ἰουλιανὸς βασιλεὺς ὢν ἐνιαυτῶν λγʹ. Ἐν αὐτῇ δὲ τῇ νυκτὶ εἶδεν ἐν ὁράματι καὶ ὁ ὁσιώτατος ἐπίσκοπος Βασίλειος ὁ Καισαρείας Καππαδοκίας τοὺς οὐρανοὺς ἠνεῳγμένους καὶ τὸν σωτῆρα Χριστὸν ἐπὶ θρόνου καθήμενον καὶ εἰπόντα κραυγῇ, Μερκούριε, ἀπελθὼν φόνευσον Ἰουλιανὸν τὸν βασιλέα τὸν κατὰ τῶν χριστιανῶν. ὁ δὲ ἅγιος Μερκούριος ἑστὼς ἔμπροσθεν τοῦ κυρίου ἐφόρει θώρακα σιδηροῦν ἀποστίλβοντα· 334 καὶ ἀκούσας τὴν κέλευσιν ἀφανὴς ἐγένετο. καὶ πάλιν εὑρέθη ἑστὼς ἔμπροσθεν τοῦ κυρίου καὶ ἔκραξεν, Ἰουλιανὸς ὁ βασιλεὺς σφαγεὶς ἀπέθανεν, ὡς ἐκέλευσας, κύριε. καὶ πτοηθεὶς ἐκ τῆς κραυγῆς ὁ ἐπίσκοπος Βασίλειος διυπνίσθη τεταραγμένος. ἐτίμα γὰρ αὐτὸν Ἰουλιανὸς ὁ βασιλεὺς καὶ ὡς ἐλλόγιμον καὶ ὡς συμπράκτορα αὐτοῦ, καὶ ἔγραφεν αὐτῷ συχνῶς. καὶ κατελθὼν ὁ ἅγιος Βασίλειος διὰ τὰ ἑωθινὰ εἰς τὴν ἐκκλησίαν, καλέσας πάντα τὸν κλῆρον αὐτοῦ εἶπεν αὐτοῖς τὸ τοῦ ὁράματος μυστήριον, καὶ ὅτι ἐσφάγη Ἰουλιανὸς ὁ βασιλεὺς καὶ τελευτᾷ ἐν τῇ νυκτὶ ταύτῃ. καὶ πάντες παρεκάλουν αὐτὸν σιγᾶν καὶ μηδενὶ λέγειν τι τοιοῦτον. ὁ δὲ σοφώτατος Εὐτρόπιος ὁ χρονογράφος ἔν τισι τούτων οὐχ ὡμοφώνησεν ἐν τῇ αὐτοῦ συγγραφῇ. Μετὰ δὲ τὴν βασιλείαν Ἰουλιανοῦ τοῦ παραβάτου ἐβασίλευσεν Ἰουβιανὸς ὁ υἱὸς Οὐρανιανοῦ, στεφθεὶς ὑπὸ τοῦ στρατοῦ ἐκεῖ ὑπὸ τὰ Περσικὰ μέρη ἐπὶ τῆς ὑπατείας Σαλουστίου· ἦν δὲ χριστιανὸς πάνυ· ἐβασίλευσε δὲ μῆνας ζʹ. Ἢ μόνον δὲ ἐβασίλευσε, προσεφώνησε παντὶ τῷ στρατῷ καὶ τοῖς μετ' αὐτοῦ συγκλητικοῖς δι' ἑαυτοῦ κράξας, Εἰ θέλετέ με βασιλεύειν ὑμῶν, ἵνα πάντες χριστιανοί ἐστε. καὶ εὐφήμησαν αὐ 335 τὸν ἅπας ὁ στρατὸς καὶ οἱ συγκλητικοί. καὶ ἐξελθὼν ὁ αὐτὸς Ἰοβιανὸς ἅμα τῷ στρατῷ ἐκ τῆς ἐρήμου εἰς τὴν εὐθαλῆ γῆν τὴν Περσικὴν ἐμερίμνα πῶς ἂν ἐξέλθοι ἐκ τῶν Περσικῶν μερῶν. ὁ δὲ βασιλεὺς Περσῶν Σαββουραρσάκιος μαθὼν τὴν τοῦ βασιλέως Ἰουλιανοῦ τελευτήν, φόβῳ πολλῷ συνεχόμενος ἐκ τῆς Περσαρμενίας χώρας πρεσβευτὴν ἐξέπεμψεν, αἰτῶν περὶ εἰρήνης καὶ δεόμενος ἕνα τῶν μεγιστάνων αὐτοῦ ὀνόματι Σουῤῥαεινᾶν πρὸς τὸν βασιλέα Ῥωμαίων· ὅντινα ἐδέξατο ἀσμένως ὁ θειότατος Ἰοβιανὸς βασιλεὺς καὶ ἐπένευσε δέχεσθαι τὴν πρεσβείαν τῆς εἰρήνης, εἰρηκὼς πέμπειν καὶ αὐτὸς πρεσβευτὴν πρὸς τὸν βασιλέα Περσῶν. ἀκούσας δὲ τοῦτο Σουῤῥαεινᾶς πρεσβευτὴς Περσῶν ᾔτησε τὸν βασιλέα Ἰοβιανὸν τυπῶσαι εὐθὺς καὶ παραχρῆμα εἰρήνης πάκτα. καὶ ἀφορίσας συγκλητικὸν αὐτοῦ τὸν πατρίκιον Ἀρίνθεον δέδωκεν αὐτῷ τὸ πᾶν, συνταξάμενος ἐμμένειν τοῖς παρ' αὐτοῦ δοκιμαζομένοις, ἤτοι τυπουμένοις, οἷα τοῦ βασιλέως αὐτοῦ ὑπερηφανοῦντος, μετὰ τοῦ συγκλητικοῦ, ἤτοι πρεσβευτοῦ Περσῶν, ποιῆσαι εἰρήνης πάκτα, καὶ παρασχόντος ἔνδοσιν τοῦ πολέμου ἡμέρας τρεῖς ἐν τῇ περὶ τῆς εἰρήνης βουλῇ. καὶ ἐτυπώθη μετα 336 ξὺ τοῦ πατρικίου Ἀρινθέου τοῦ Ῥωμαίου καὶ Σουῤῥαεινᾶ, συγκλητικοῦ καὶ πρεσβευτοῦ Περσῶν, δοῦναι Ῥωμαίους Πέρσαις πᾶσαν τὴν ἐπαρχίαν τὴν λεγομένην Μυγδονίαν καὶ τὴν μητρόπολιν αὐτῆς τὴν λεγομένην Νιζτίβιος γυμνὴν σὺν τείχεσι μόνοις ἄνευ ἀνδρῶν τῶν οἰκούντων αὐτήν. καὶ τούτου στηριχθέντος καὶ εἰρήνης ἐγγράφου γενομένης, ἔλαβε μεθ' ἑαυτοῦ ὁ βασιλεὺς Ἰοβιανὸς ἕνα τῶν σατραπῶν Πέρσην ὄντα μετὰ τοῦ πρεσβευτοῦ ὀνόματι Ἰούνιον εἰς τὸ διασῶσαι αὐτὸν καὶ τὰ ἐξπέδιτα αὐτοῦ ἐκ τῆς Περσικῆς χώρας καὶ παραλαβεῖν τὴν ἐπαρχίαν καὶ τὴν μητρόπολιν αὐτῆς. Καὶ καταφθάσας ὁ βασιλεὺς Ἰοβιανὸς τὸ Νιζτίβιος πόλιν οὐκ εἰσῆλθεν ἐν αὐτῇ, ἀλλ' ἔξω τῶν τειχέων κατεσκήνωσεν. ὁ δὲ Ἰούνιος ὁ τῶν Περσῶν σατράπης εἰσελθὼν εἰς τὴν πόλιν κατὰ κέλευσιν τοῦ βασιλέως, εἰς ἕνα τῶν πύργων σημεῖον Περσικὸν ἔθηκε, τοῦ βασιλέως Ῥωμαίων κελεύσαντος τοὺς πολίτας πάντας σὺν πᾶσι τοῖς διαφέρουσιν αὐτοῖς ἕως ἑνὸς ἐξελθεῖν. καὶ ἐξελθὼν πρὸς αὐτὸν Σιλουανὸς κόμης τῇ ἀξίᾳ καὶ πολιτευόμενος τῆς αὐτῆς πόλεως προσέπεσεν αὐτῷ τῷ βασιλεῖ δεόμενος αὐτοῦ μὴ προδοῦναι τὴν πόλιν Πέρσαις· καὶ οὐκ ἔπεισεν αὐτόν. ὀμωμοκέναι γάρ, φησίν, ἔφασκε καὶ μὴ βούλεσθαι δόξαν ἐπίορκον παρὰ πᾶσιν ἔχειν. καὶ τειχίσας πόλιν ἔξω τοῦ τείχους τῆς πόλεως Ἀμίδης, καλέσας τὴν κώμην Νισίβεως, ἐκεῖ πάντας τοὺς ἐκ τῆς 337 Μυγδονίας χώρας οἰκεῖν ἐποίησε καὶ Σιλουανὸν τὸν πολιτευόμενον. Καὶ περάσας ἐπὶ τὴν Μεσοποταμίαν εὐθέως πάντα τὰ χριστιανῶν ἀνήγειρε καὶ χριστιανοῖς ἐνεχείριζε τὰ πράγματα καὶ ἄρχοντας χριστιανοὺς εἰς τὴν ἀνατολὴν πᾶσαν προηγάγετο καὶ ἐξάρχους. καὶ ἀπολιπὼν τὴν ἀνατολὴν ὁ αὐτὸς βασιλεὺς Ἰοβιανὸς μετὰ τὸ ποιῆσαι πάκτα εἰρήνης μετὰ Περσῶν πρὸς ὀλίγον χρόνον ἐξώρμησεν ἐπὶ Κωνσταντινούπολιν σπουδαίως μετὰ τοῦ αὐτοῦ στρατοῦ διὰ τὸν χειμῶνα· ἦν γὰρ βαρύς. καὶ ἐν τῷ ἀνιέναι αὐτὸν κατέφθασε τὴν Γαλατῶν χώραν· καὶ τελευτᾷ ἰδίῳ θανάτῳ ἐν κώμῃ λεγομένῃ Δαδάστανα, ὢν ἐνιαυτῶν ξʹ. Μετὰ δὲ τὴν βασιλείαν Ἰοβιανοῦ ἐβασίλευσε Βαλεντινιανὸς ἐν Νικαίᾳ πόλει ὁ ἀπότομος ἔτη ιςʹ. ἦν δὲ χριστιανός. οὗτος δὲ ὑπὸ τῆς συγκλήτου προήχθη καὶ ἐστέφθη βασιλεὺς ὑπὸ Σαλουστίου τοῦ ἐπάρχου τῶν πραιτωρίων, ἐπιλεξαμένου αὐτὸν καὶ καταναγκάσαντος αὐτὸν βασιλεῦσαι. τὸν γὰρ αὐτὸν βασιλέα Βαλεντινιανὸν Ἰουλιανὸς ὁ βασιλεὺς ὁ παραβάτης, ὡς χριστιανὸν πάνυ, ἔπεμψεν εἰς Σαλαβρίαν, ποιήσας τριβοῦνον ἀριθμοῦ· ἔγνω γὰρ ἐν ὁράματι ὅτι μετ' αὐτὸν αὐτὸς βασιλεύει. ὁ δὲ ἔπαρχος Σα 338 λούστιος πέμψας ἤνεγκεν αὐτὸν ἀπὸ Σαλαμβρίας, καὶ εἶπε τῷ στρατῷ ὅτι οὐδεὶς ποιεῖ βασιλέα Ῥωμαίων ὡς οὗτος. Ἢ μόνον δὲ ἐβασίλευσεν, εὐθέως διεδέξατο τὸν αὐτὸν ἔπαρχον Σαλούστιον, καὶ ὑπὸ ἐγγύας ποιήσας ἔθηκε πρόθεμα κατ' αὐτοῦ, ἵνα εἴ τις ἠδικήθη τι παρ' αὐτοῦ, προσέλθῃ τῷ βασιλεῖ. καὶ οὐδεὶς προσῆλθε κατὰ Σαλουστίου· ἦν γὰρ ἁγνότατος. Ὁ δὲ αὐτὸς βασιλεὺς Βαλεντινιανὸς ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ πολλά. ἐπεστράτευσε δὲ κατὰ Περσῶν, πέμψας τὸν ἴδιον αὐτοῦ ἀδελφὸν Βάλεντα, ποιήσας αὐτὸν Καίσαρα, μηνὶ ἀπριλλίῳ πρώτῃ· καὶ οὐκ ἐπολέμησεν ὁ αὐτὸς Βάλης, ἀλλὰ κατελθὼν ἐποίησεν εἰρήνης πάκτα· εἶχε γὰρ πᾶσαν ἐξουσίαν εἰς πρόσωπον τοῦ ἰδίου ἀδελφοῦ· κατελθόντων Περσῶν καὶ αἰτησάντων εἰρήνην. Γενόμενος οὖν ὁ αὐτὸς Βάλης ἐν Ἀντιοχείᾳ τῆς Συρίας μετὰ τοῦ πλήθους τῆς στρατιωτικῆς δυνάμεως μηνὶ νοεμβρίῳ δεκάτῃ, ἰνδικτιῶνι ιδʹ, διέσυρεν ἐκεῖ ἕνεκεν τοῦ ποιῆσαι μετὰ Περσῶν τὰ πάκτα τῆς εἰρήνης· καὶ ἐποίησε τὰ πάκτα ἐπὶ ἔτη ἑπτά, τῶν Περσῶν αἰτησάντων εἰρήνην καὶ παραχωρησάντων τὸ ἥμισυ τοῦ Νιζτίβιος. καὶ ἔκτισεν ἐν τῇ αὐτῇ Ἀντιοχέων πόλει, τερφθεὶς τῆς τοποθεσίας καὶ τῶν ἀέρων καὶ τῶν ὑδάτων, πρῶτον τὸν φόρον, ἐπιβαλόμενος μέγα κτίσμα, λύσας τὴν βασιλικὴν τὴν λεγομένην πρῴην τὸ Καισάριον, τὴν οὖσαν πλησίον τοῦ ὡρολογίου καὶ τοῦ Κομμοδίου δημοσίου, τοῦ νυνὶ ὄντος πραιτωρίου ὑπατικοῦ Συ 339 ρίας ἄρχοντος, ἕως τοῦ λεγομένου Πλεθρίου, καὶ τὴν κόγχην ἀνανεώσας αὐτῆς καὶ εἰλήσας ἁψῖδας ἐπάνω τοῦ λεγομένου Παρμενίου χειμάῤῥου ποταμοῦ, κατερχομένου ἀπὸ τοῦ ὄρους κατὰ μέσον τῆς πόλεως Ἀντιοχείας. καὶ ποιήσας ἄλλην βασιλικὴν κατέναντι τοῦ Κομμοδίου καὶ κοσμήσας τὰς τέσσαρας βασιλικὰς κίοσι μεγάλοις Σαλωνιτικοῖς, καλαθώσας δὲ τὰς ὑποροφώσεις καὶ καλλωπίσας γραφαῖς καὶ μαρμάροις διαφόροις καὶ μουσώσει, μαρμαρώσας δὲ ἐπάνω τῶν εἰλημάτων τοῦ χειμάῤῥου πᾶν τὸ μέσαυλον ἐπλήρωσε τὸν φόρον αὐτοῦ, καὶ ταῖς τέτρασι βασιλικαῖς διαφόρους ἀρετὰς χαρισάμενος καὶ ἀνδριάντας στήσας, ἐν δὲ τῷ μέσῳ στήσας μεγάλην πάνυ κίονα, ἔχουσαν στήλην Βαλεντινιανοῦ βασιλέως, ἀδελφοῦ αὐτοῦ· καὶ στήλην δὲ μαρμαρίνην ἐν τῷ Σηνάτῳ τῆς Κόγχης καὶ ἐν τῷ μέσῳ τῆς ἐν τῇ Κόγχῃ βασιλικῆς ἄλλην στήλην διὰ τιμίου λίθου ἀνέθηκε καθεζομένην τῷ αὐτῷ θειοτάτῳ βασιλεῖ Βαλεντινιανῷ. ἔκτισε δὲ καὶ τὰς δύο σφενδόνας τοῦ Κυνηγίου, εἰλήσας αὐτὰς καὶ πληρώσας βάθρων, ἐπειδὴ πρῴην μονομαχεῖον ἦν. ἔκτισε δὲ καὶ τὸ δημόσιον λουτρὸν πλησίον τοῦ Ἱππικοῦ. ἔκτισε δὲ καὶ ἄλλα πολλὰ θαυμαστὰ ἔργα ἐν τῇ αὐτῇ πόλει. Ὁ δὲ θειότατος βασιλεὺς Βαλεντινιανὸς πολλοὺς συγκλητικοὺς καὶ ἄρχοντας ἐπαρχιῶν ἐφόνευσεν, ὡς ἀδικοῦντας καὶ κλέπτοντας καὶ ἁρπάζοντας. τὸν δὲ πραιπόσιτον τοῦ παλατίου αὐ 340 τοῦ ὀνόματι Ῥοδανόν, ἄνδρα δυνατώτατον καὶ εὔπορον καὶ διοικοῦντα τὸ παλάτιον, ὡς πρῶτον ὄντα ἀρχιευνοῦχον καὶ ἐν μεγάλῃ τιμῇ ὄντα, ζῶντα ἔκαυσεν εἰς τὴν σφενδόνην τοῦ Ἱππικοῦ φρυγάνοις, ὡς θεωρεῖ τὸ ἱππικὸν ὁ αὐτὸς βασιλεὺς Βαλεντινιανός. ὁ γὰρ πραιπόσιτος αὐτοῦ Ῥοδανὸς ἥρπασεν οὐσίαν ἀπό τινος χήρας γυναικὸς καλουμένης Βερονίκης, πλέξας αὐτῇ, ὡς ἐν δυνάμει ὤν· καὶ προσῆλθεν ἐκείνη τῷ αὐτῷ Βαλεντινιανῷ βασιλεῖ. ἢ μόνον δὲ ἐβασίλευσε, κατ' αὐτοῦ ἔδωκεν αὐτοῖς δικαστὴν τὸν πατρίκιον Σαλούστιον· ὅστις κατέκρινε τὸν αὐτὸν πραιπόσιτον Ῥοδανόν. καὶ μαθὼν ὁ αὐτὸς βασιλεὺς τὸν ὅρον παρὰ τοῦ πατρικίου Σαλουστίου, ἐκέλευσε τῷ αὐτῷ πραιποσίτῳ ἀναδοῦναι τῇ χήρᾳ ἅπερ ἥρπασε παρ' αὐτῆς. καὶ οὐκ ἐπείσθη ὁ αὐτὸς Ῥοδανὸς καὶ ἀνέδωκεν αὐτῇ, ἀλλ' ἐξεκαλέσατο τὸν πατρίκιον Σαλούστιον. καὶ ἀγανακτήσας ὁ αὐτὸς βασιλεὺς ἐκέλευσε τῇ αὐτῇ γυναικὶ προσελθεῖν αὐτῷ, ὡς θεωρεῖ τὸ ἱππικόν· καὶ προσῆλθεν αὐτῷ ἡ γυνὴ τῷ πέμπτῳ βαΐῳ πρωίας. καὶ ὡς ἵσταται ἔγγιστα αὐτοῦ εἰς τὰ δεξιὰ ὁ αὐτὸς Ῥοδανὸς πραιπόσιτος, ἐκέλευσεν ὁ αὐτὸς βασιλεύς, καὶ κατεσχέθη ἀπὸ τοῦ καθίσματος ἐπὶ πάσης τῆς πόλεως, καὶ ἀπηνέχθη εἰς τὴν σφενδόνην τοῦ Ἱππικοῦ καὶ ἐκαύθη. καὶ ἐχαρίσατο τῇ αὐτῇ χήρᾳ γυναικὶ ὁ αὐτὸς βασιλεὺς Βαλεντινιανὸς πᾶσαν τὴν περιουσίαν τοῦ αὐτοῦ πραιποσίτου Ῥοδανοῦ· καὶ εὐφημίσθη ὑπὸ τοῦ δήμου παντὸς καὶ τῆς συγκλήτου, ὡς δίκαιος καὶ ἀπότομος· καὶ ἐγένετο φόβος πολὺς εἰς τοὺς κακοπράγμονας καὶ εἰς τοὺς ἁρπάζοντας τὰ ἀλλότρια, καὶ ἡ δικαιοσύνη ἐκράτει.

Intertext edge

Open linked passage

Note